<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="142"><milestone ed="P" unit="para"/>ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε</l><l n="143">πᾶσι μετὰ πληθὺν ὅσοι οὐ βουλῆς ἐπάκουσαν·</l><l n="144">κινήθη δʼ ἀγορὴ φὴ κύματα μακρὰ θαλάσσης</l><l n="145">πόντου Ἰκαρίοιο, τὰ μέν τʼ Εὖρός τε Νότος τε</l><l n="146">ὤρορʼ ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων.</l><l n="147">ὡς δʼ ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼν</l><l n="148">λάβρος ἐπαιγίζων, ἐπί τʼ ἠμύει ἀσταχύεσσιν,</l><l n="149">ὣς τῶν πᾶσʼ ἀγορὴ κινήθη· τοὶ δʼ ἀλαλητῷ</l><l n="150">νῆας ἔπʼ ἐσσεύοντο, ποδῶν δʼ ὑπένερθε κονίη</l><l n="151">ἵστατʼ ἀειρομένη· τοὶ δʼ ἀλλήλοισι κέλευον</l><l n="152">ἅπτεσθαι νηῶν ἠδʼ ἑλκέμεν εἰς ἅλα δῖαν,</l><l n="153">οὐρούς τʼ ἐξεκάθαιρον· ἀϋτὴ δʼ οὐρανὸν ἷκεν</l><l n="154">οἴκαδε ἱεμένων· ὑπὸ δʼ ᾕρεον ἕρματα νηῶν.</l><milestone ed="p" n="155" unit="card"/><l n="155"><milestone ed="P" unit="para"/>ἔνθά κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη</l><l n="156">εἰ μὴ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·</l><q><l n="157">ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,</l><l n="158">οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν</l><l n="159">Ἀργεῖοι φεύξονται ἐπʼ εὐρέα νῶτα θαλάσσης,</l><l n="160">κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν</l><l n="161">Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν</l><l n="162">ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης·</l><l n="163">ἀλλʼ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων·</l><l n="164">σοῖς ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,</l><l n="165">μηδὲ ἔα νῆας ἅλα δʼ ἑλκέμεν ἀμφιελίσσας.</l></q><l n="166"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη,</l><l n="167">βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα·</l><l n="168">καρπαλίμως δʼ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.</l><l n="169">εὗρεν ἔπειτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον</l><l n="170">ἑσταότʼ· οὐδʼ ὅ γε νηὸς ἐϋσσέλμοιο μελαίνης</l><l n="171">ἅπτετʼ, ἐπεί μιν ἄχος κραδίην καὶ θυμὸν ἵκανεν·</l><l n="172">ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·</l><q><l n="173">διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ,</l><l n="174">οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν</l><l n="175">φεύξεσθʼ ἐν νήεσσι πολυκλήϊσι πεσόντες,</l><l n="176">κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιτε</l><l n="177">Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν</l><l n="178">ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης;</l><l n="179">ἀλλʼ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν, μηδʼ ἔτʼ ἐρώει,</l><l n="180">σοῖς δʼ ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,</l><l n="181">μηδὲ ἔα νῆας ἅλα δʼ ἑλκέμεν ἀμφιελίσσας.</l></q><l n="182"><milestone ed="P" unit="para"/>ὣς φάθʼ, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,</l><l n="183">βῆ δὲ θέειν, ἀπὸ δὲ χλαῖναν βάλε· τὴν δὲ κόμισσε</l><l n="184">κῆρυξ Εὐρυβάτης Ἰθακήσιος ὅς οἱ ὀπήδει·</l><l n="185">αὐτὸς δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίος ἐλθὼν</l><l n="186">δέξατό οἱ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί·</l><l n="187">σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.</l><milestone ed="p" n="188" unit="card"/><l n="188"><milestone ed="P" unit="para"/>ὅν τινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη</l><l n="189">τὸν δʼ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς·</l><q><l n="190">δαιμόνιʼ οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι,</l><l n="191">ἀλλʼ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς·</l><l n="192">οὐ γάρ πω σάφα οἶσθʼ οἷος νόος Ἀτρεΐωνος·</l><l n="193">νῦν μὲν πειρᾶται, τάχα δʼ ἴψεται υἷας Ἀχαιῶν.</l><l n="194">ἐν βουλῇ δʼ οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε.</l><l n="195">μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν·</l><l n="196">θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων,</l><l n="197">τιμὴ δʼ ἐκ Διός ἐστι, φιλεῖ δέ ἑ μητίετα Ζεύς.</l></q><l n="198"><milestone ed="P" unit="para"/>ὃν δʼ αὖ δήμου τʼ ἄνδρα ἴδοι βοόωντά τʼ ἐφεύροι,</l><l n="199">τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ·</l><q><l n="200">δαιμόνιʼ ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε,</l><l n="201">οἳ σέο φέρτεροί εἰσι, σὺ δʼ ἀπτόλεμος καὶ ἄναλκις</l><l n="202">οὔτέ ποτʼ ἐν πολέμῳ ἐναρίθμιος οὔτʼ ἐνὶ βουλῇ·</l><l n="203">οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδʼ Ἀχαιοί·</l><l n="204">οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω,</l><l n="205">εἷς βασιλεύς, ᾧ δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω</l><l n="206">σκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσι.</l></q><l n="207"><milestone ed="P" unit="para"/>ὣς ὅ γε κοιρανέων δίεπε στρατόν· οἳ δʼ ἀγορὴν δὲ</l><l n="208">αὖτις ἐπεσσεύοντο νεῶν ἄπο καὶ κλισιάων</l><l n="209">ἠχῇ, ὡς ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης</l><l n="210">αἰγιαλῷ μεγάλῳ βρέμεται, σμαραγεῖ δέ τε πόντος.</l><l n="211"><milestone ed="P" unit="para"/>ἄλλοι μέν ῥʼ ἕζοντο, ἐρήτυθεν δὲ καθʼ ἕδρας·</l><l n="212">Θερσίτης δʼ ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα,</l><l n="213">ὃς ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδη</l><l n="214">μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐριζέμεναι βασιλεῦσιν,</l><l n="215">ἀλλʼ ὅ τι οἱ εἴσαιτο γελοίϊον Ἀργείοισιν</l><l n="216">ἔμμεναι· αἴσχιστος δὲ ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε·</l><l n="217">φολκὸς ἔην, χωλὸς δʼ ἕτερον πόδα· τὼ δέ οἱ ὤμω</l><l n="218">κυρτὼ ἐπὶ στῆθος συνοχωκότε· αὐτὰρ ὕπερθε</l><l n="219">φοξὸς ἔην κεφαλήν, ψεδνὴ δʼ ἐπενήνοθε λάχνη.</l><l n="220">ἔχθιστος δʼ Ἀχιλῆϊ μάλιστʼ ἦν ἠδʼ Ὀδυσῆϊ·</l><l n="221">τὼ γὰρ νεικείεσκε· τότʼ αὖτʼ Ἀγαμέμνονι δίῳ</l><l n="222">ὀξέα κεκλήγων λέγʼ ὀνείδεα· τῷ δʼ ἄρʼ Ἀχαιοὶ</l><l n="223">ἐκπάγλως κοτέοντο νεμέσσηθέν τʼ ἐνὶ θυμῷ.</l><milestone ed="p" n="224" unit="card"/><l n="224">αὐτὰρ ὃ μακρὰ βοῶν Ἀγαμέμνονα νείκεε μύθῳ·</l><q><l n="225">Ἀτρεΐδη τέο δʼ αὖτʼ ἐπιμέμφεαι ἠδὲ χατίζεις;</l><l n="226">πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες</l><l n="227">εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ</l><l n="228">πρωτίστῳ δίδομεν εὖτʼ ἂν πτολίεθρον ἕλωμεν.</l><l n="229">ἦ ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι, ὅν κέ τις οἴσει</l><l n="230">Τρώων ἱπποδάμων ἐξ Ἰλίου υἷος ἄποινα,</l><l n="231">ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν,</l><l n="232">ἠὲ γυναῖκα νέην, ἵνα μίσγεαι ἐν φιλότητι,</l><l n="233">ἥν τʼ αὐτὸς ἀπονόσφι κατίσχεαι; οὐ μὲν ἔοικεν</l><l n="234">ἀρχὸν ἐόντα κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν.</l><l n="235">ὦ πέπονες κάκʼ ἐλέγχεʼ Ἀχαιΐδες οὐκέτʼ Ἀχαιοὶ</l><l n="236">οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα, τόνδε δʼ ἐῶμεν</l><l n="237">αὐτοῦ ἐνὶ Τροίῃ γέρα πεσσέμεν, ὄφρα ἴδηται</l><l n="238">ἤ ῥά τί οἱ χἠμεῖς προσαμύνομεν ἦε καὶ οὐκί·</l><l n="239">ὃς καὶ νῦν Ἀχιλῆα ἕο μέγʼ ἀμείνονα φῶτα</l><l n="240">ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.</l><l n="241">ἀλλὰ μάλʼ οὐκ Ἀχιλῆϊ χόλος φρεσίν, ἀλλὰ μεθήμων·</l><l n="242">ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο·</l></q><l n="243"><milestone ed="P" unit="para"/>ὣς φάτο νεικείων Ἀγαμέμνονα ποιμένα λαῶν,</l><l n="244">Θερσίτης· τῷ δʼ ὦκα παρίστατο δῖος Ὀδυσσεύς,</l><l n="245">καί μιν ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ·</l><q><l n="246">Θερσῖτʼ ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής,</l><l n="247">ἴσχεο, μηδʼ ἔθελʼ οἶος ἐριζέμεναι βασιλεῦσιν·</l><l n="248">οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον</l><l n="249">ἔμμεναι, ὅσσοι ἅμʼ Ἀτρεΐδῃς ὑπὸ Ἴλιον ἦλθον.</l><l n="250">τὼ οὐκ ἂν βασιλῆας ἀνὰ στόμʼ ἔχων ἀγορεύοις,</l><l n="251">καί σφιν ὀνείδεά τε προφέροις, νόστόν τε φυλάσσοις.</l><l n="252">οὐδέ τί πω σάφα ἴδμεν ὅπως ἔσται τάδε ἔργα,</l><l n="253">ἢ εὖ ἦε κακῶς νοστήσομεν υἷες Ἀχαιῶν.</l><l n="254">τὼ νῦν Ἀτρεΐδῃ Ἀγαμέμνονι ποιμένι λαῶν</l><l n="255">ἧσαι ὀνειδίζων, ὅτι οἱ μάλα πολλὰ διδοῦσιν</l><l n="256">ἥρωες Δαναοί· σὺ δὲ κερτομέων ἀγορεύεις.</l><l n="257">ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·</l><l n="258">εἴ κʼ ἔτι σʼ ἀφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε,</l><l n="259">μηκέτʼ ἔπειτʼ Ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείη,</l><l n="260">μηδʼ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην,</l><l n="261">εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω,</l><l n="262">χλαῖνάν τʼ ἠδὲ χιτῶνα, τά τʼ αἰδῶ ἀμφικαλύπτει,</l><l n="263">αὐτὸν δὲ κλαίοντα θοὰς ἐπὶ νῆας ἀφήσω</l><l n="264">πεπλήγων ἀγορῆθεν ἀεικέσσι πληγῇσιν.</l><milestone ed="p" n="265" unit="card"/></q><l n="265"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφη, σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω</l><l n="266">πλῆξεν· ὃ δʼ ἰδνώθη, θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ·</l><l n="267">σμῶδιξ δʼ αἱματόεσσα μεταφρένου ἐξυπανέστη</l><l n="268">σκήπτρου ὕπο χρυσέου· ὃ δʼ ἄρʼ ἕζετο τάρβησέν τε,</l><l n="269">ἀλγήσας δʼ ἀχρεῖον ἰδὼν ἀπομόρξατο δάκρυ.</l><l n="270">οἳ δὲ καὶ ἀχνύμενοί περ ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν·</l><l n="271">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q><l n="272">ὢ πόποι ἦ δὴ μυρίʼ Ὀδυσσεὺς ἐσθλὰ ἔοργε</l><l n="273">βουλάς τʼ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων·</l><l n="274">νῦν δὲ τόδε μέγʼ ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν,</l><l n="275">ὃς τὸν λωβητῆρα ἐπεσβόλον ἔσχʼ ἀγοράων.</l><l n="276">οὔ θήν μιν πάλιν αὖτις ἀνήσει θυμὸς ἀγήνωρ</l><l n="277">νεικείειν βασιλῆας ὀνειδείοις ἐπέεσσιν.</l></q><l n="278"><milestone ed="P" unit="para"/>ὣς φάσαν ἣ πληθύς· ἀνὰ δʼ ὃ πτολίπορθος Ὀδυσσεὺς</l><l n="279">ἔστη σκῆπτρον ἔχων· παρὰ δὲ γλαυκῶπις Ἀθήνη</l><l n="280">εἰδομένη κήρυκι σιωπᾶν λαὸν ἀνώγει,</l><l n="281">ὡς ἅμα θʼ οἳ πρῶτοί τε καὶ ὕστατοι υἷες Ἀχαιῶν</l><l n="282">μῦθον ἀκούσειαν καὶ ἐπιφρασσαίατο βουλήν·</l><l n="283">ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q><l n="284">Ἀτρεΐδη νῦν δή σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶ</l><l n="285">πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν,</l><l n="286">οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν ἥν περ ὑπέσταν</l><l n="287">ἐνθάδʼ ἔτι στείχοντες ἀπʼ Ἄργεος ἱπποβότοιο</l><l n="288">Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι.</l><l n="289">ὥς τε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες</l><l n="290">ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι.</l><l n="291">ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι·</l><l n="292">καὶ γάρ τίς θʼ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο</l><l n="293">ἀσχαλάᾳ σὺν νηῒ πολυζύγῳ, ὅν περ ἄελλαι</l><l n="294">χειμέριαι εἰλέωσιν ὀρινομένη τε θάλασσα·</l><l n="295">ἡμῖν δʼ εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς</l><l n="296">ἐνθάδε μιμνόντεσσι· τὼ οὐ νεμεσίζομʼ Ἀχαιοὺς</l><l n="297">ἀσχαλάαν παρὰ νηυσὶ κορωνίσιν· ἀλλὰ καὶ ἔμπης</l><l n="298">αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι.</l><l n="299">τλῆτε φίλοι, καὶ μείνατʼ ἐπὶ χρόνον ὄφρα δαῶμεν</l><l n="300">ἢ ἐτεὸν Κάλχας μαντεύεται ἦε καὶ οὐκί.</l><milestone ed="p" n="301" unit="card"/><l n="301">εὖ γὰρ δὴ τόδε ἴδμεν ἐνὶ φρεσίν, ἐστὲ δὲ πάντες</l><l n="302">μάρτυροι, οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι·</l><l n="303">χθιζά τε καὶ πρωΐζʼ ὅτʼ ἐς Αὐλίδα νῆες Ἀχαιῶν</l><l n="304">ἠγερέθοντο κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι,</l><l n="305">ἡμεῖς δʼ ἀμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμοὺς</l><l n="306">ἕρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβας</l><l n="307">καλῇ ὑπὸ πλατανίστῳ ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ·</l><l n="308">ἔνθʼ ἐφάνη μέγα σῆμα· δράκων ἐπὶ νῶτα δαφοινὸς</l><l n="309">σμερδαλέος, τόν ῥʼ αὐτὸς Ὀλύμπιος ἧκε φόως δέ,</l><l n="310">βωμοῦ ὑπαΐξας πρός ῥα πλατάνιστον ὄρουσεν.</l><l n="311">ἔνθα δʼ ἔσαν στρουθοῖο νεοσσοί, νήπια τέκνα,</l><l n="312">ὄζῳ ἐπʼ ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες</l></q></div></div></body></text></TEI>