ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε πᾶσι μετὰ πληθὺν ὅσοι οὐ βουλῆς ἐπάκουσαν· κινήθη δʼ ἀγορὴ φὴ κύματα μακρὰ θαλάσσης πόντου Ἰκαρίοιο, τὰ μέν τʼ Εὖρός τε Νότος τε ὤρορʼ ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων. ὡς δʼ ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼν λάβρος ἐπαιγίζων, ἐπί τʼ ἠμύει ἀσταχύεσσιν, ὣς τῶν πᾶσʼ ἀγορὴ κινήθη· τοὶ δʼ ἀλαλητῷ νῆας ἔπʼ ἐσσεύοντο, ποδῶν δʼ ὑπένερθε κονίη ἵστατʼ ἀειρομένη· τοὶ δʼ ἀλλήλοισι κέλευον ἅπτεσθαι νηῶν ἠδʼ ἑλκέμεν εἰς ἅλα δῖαν,