<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><q><l n="131">πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες ἔασιν,</l><l n="132">οἵ με μέγα πλάζουσι καὶ οὐκ εἰῶσʼ ἐθέλοντα</l><l n="133">Ἰλίου ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον.</l><l n="134">ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί,</l><l n="135">καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται·</l><l n="136">αἳ δέ που ἡμέτεραί τʼ ἄλοχοι καὶ νήπια τέκνα</l><l n="137">εἵατʼ ἐνὶ μεγάροις ποτιδέγμεναι· ἄμμι δὲ ἔργον</l><l n="138">αὔτως ἀκράαντον οὗ εἵνεκα δεῦρʼ ἱκόμεσθα.</l><l n="139">ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·</l><l n="140">φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·</l><l n="141">οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.</l></q></div></div></body></text></TEI>