<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><q><l n="126">ἡμεῖς δʼ ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί,</l><l n="127">Τρώων δʼ ἄνδρα ἕκαστοι ἑλοίμεθα οἰνοχοεύειν,</l><l n="128">πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο.</l><l n="129">τόσσον ἐγώ φημι πλέας ἔμμεναι υἷας Ἀχαιῶν</l><l n="130">Τρώων, οἳ ναίουσι κατὰ πτόλιν· ἀλλʼ ἐπίκουροι</l><l n="131">πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες ἔασιν,</l><l n="132">οἵ με μέγα πλάζουσι καὶ οὐκ εἰῶσʼ ἐθέλοντα</l><l n="133">Ἰλίου ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον.</l><l n="134">ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί,</l><l n="135">καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται·</l><l n="136">αἳ δέ που ἡμέτεραί τʼ ἄλοχοι καὶ νήπια τέκνα</l><l n="137">εἵατʼ ἐνὶ μεγάροις ποτιδέγμεναι· ἄμμι δὲ ἔργον</l><l n="138">αὔτως ἀκράαντον οὗ εἵνεκα δεῦρʼ ἱκόμεσθα.</l><l n="139">ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·</l><l n="140">φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·</l><l n="141">οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.</l></q><l n="142"><milestone ed="P" unit="para"/>ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε</l><l n="143">πᾶσι μετὰ πληθὺν ὅσοι οὐ βουλῆς ἐπάκουσαν·</l><l n="144">κινήθη δʼ ἀγορὴ φὴ κύματα μακρὰ θαλάσσης</l><l n="145">πόντου Ἰκαρίοιο, τὰ μέν τʼ Εὖρός τε Νότος τε</l><l n="146">ὤρορʼ ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων.</l><l n="147">ὡς δʼ ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼν</l><l n="148">λάβρος ἐπαιγίζων, ἐπί τʼ ἠμύει ἀσταχύεσσιν,</l><l n="149">ὣς τῶν πᾶσʼ ἀγορὴ κινήθη· τοὶ δʼ ἀλαλητῷ</l><l n="150">νῆας ἔπʼ ἐσσεύοντο, ποδῶν δʼ ὑπένερθε κονίη</l><l n="151">ἵστατʼ ἀειρομένη· τοὶ δʼ ἀλλήλοισι κέλευον</l><l n="152">ἅπτεσθαι νηῶν ἠδʼ ἑλκέμεν εἰς ἅλα δῖαν,</l><l n="153">οὐρούς τʼ ἐξεκάθαιρον· ἀϋτὴ δʼ οὐρανὸν ἷκεν</l><l n="154">οἴκαδε ἱεμένων· ὑπὸ δʼ ᾕρεον ἕρματα νηῶν.</l><milestone ed="p" n="155" unit="card"/><l n="155"><milestone ed="P" unit="para"/>ἔνθά κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη</l><l n="156">εἰ μὴ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·</l><q><l n="157">ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,</l><l n="158">οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν</l><l n="159">Ἀργεῖοι φεύξονται ἐπʼ εὐρέα νῶτα θαλάσσης,</l><l n="160">κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν</l><l n="161">Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν</l><l n="162">ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης·</l><l n="163">ἀλλʼ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων·</l><l n="164">σοῖς ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,</l><l n="165">μηδὲ ἔα νῆας ἅλα δʼ ἑλκέμεν ἀμφιελίσσας.</l></q><l n="166"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη,</l><l n="167">βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα·</l><l n="168">καρπαλίμως δʼ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.</l><l n="169">εὗρεν ἔπειτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον</l><l n="170">ἑσταότʼ· οὐδʼ ὅ γε νηὸς ἐϋσσέλμοιο μελαίνης</l><l n="171">ἅπτετʼ, ἐπεί μιν ἄχος κραδίην καὶ θυμὸν ἵκανεν·</l></div></div></body></text></TEI>