ἀνδράσι παυροτέροισι, τέλος δʼ οὔ πώ τι πέφανται· εἴ περ γάρ κʼ ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε ὅρκια πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω, Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν, ἡμεῖς δʼ ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί, Τρώων δʼ ἄνδρα ἕκαστοι ἑλοίμεθα οἰνοχοεύειν, πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο. τόσσον ἐγώ φημι πλέας ἔμμεναι υἷας Ἀχαιῶν Τρώων, οἳ ναίουσι κατὰ πτόλιν· ἀλλʼ ἐπίκουροι πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες ἔασιν, οἵ με μέγα πλάζουσι καὶ οὐκ εἰῶσʼ ἐθέλοντα Ἰλίου ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον. ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί,