<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="106">Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ,</l><l n="107">αὐτὰρ ὃ αὖτε Θυέστʼ Ἀγαμέμνονι λεῖπε φορῆναι,</l><l n="108">πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν.</l><milestone ed="p" n="109" unit="card"/><l n="109">τῷ ὅ γʼ ἐρεισάμενος ἔπεʼ Ἀργείοισι μετηύδα·</l><q><l n="110">ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος</l><l n="111">Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ,</l><l n="112">σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν</l><l n="113">Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,</l><l n="114">νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει</l><l n="115">δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.</l></q></div></div></body></text></TEI>