Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ, αὐτὰρ ὃ αὖτε Θυέστʼ Ἀγαμέμνονι λεῖπε φορῆναι, πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν. τῷ ὅ γʼ ἐρεισάμενος ἔπεʼ Ἀργείοισι μετηύδα· ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ, σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι, νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.