<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="19"><l n="45">καὶ μὴν οἳ τότε γʼ εἰς ἀγορὴν ἴσαν, οὕνεκʼ Ἀχιλλεὺς</l><l n="46">ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς.</l><l n="47">τὼ δὲ δύω σκάζοντε βάτην Ἄρεος θεράποντε</l><l n="48">Τυδεΐδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεὺς</l><l n="49">ἔγχει ἐρειδομένω· ἔτι γὰρ ἔχον ἕλκεα λυγρά·</l><l n="50">κὰδ δὲ μετὰ πρώτῃ ἀγορῇ ἵζοντο κιόντες.</l><l n="51">αὐτὰρ ὃ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="52">ἕλκος ἔχων· καὶ γὰρ τὸν ἐνὶ κρατερῇ ὑσμίνῃ</l><l n="53">οὖτα Κόων Ἀντηνορίδης χαλκήρεϊ δουρί.</l><l n="54">αὐτὰρ ἐπεὶ δὴ πάντες ἀολλίσθησαν Ἀχαιοί,</l><l n="55">τοῖσι δʼ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="56">Ἀτρεΐδη ἦ ἄρ τι τόδʼ ἀμφοτέροισιν ἄρειον</l><l n="57">ἔπλετο σοὶ καὶ ἐμοί, ὅ τε νῶΐ περ ἀχνυμένω κῆρ</l><l n="58">θυμοβόρῳ ἔριδι μενεήναμεν εἵνεκα κούρης;</l><l n="59">τὴν ὄφελʼ ἐν νήεσσι κατακτάμεν Ἄρτεμις ἰῷ</l><l n="60">ἤματι τῷ ὅτʼ ἐγὼν ἑλόμην Λυρνησσὸν ὀλέσσας·</l><l n="61">τώ κʼ οὐ τόσσοι Ἀχαιοὶ ὀδὰξ ἕλον ἄσπετον οὖδας</l><l n="62">δυσμενέων ὑπὸ χερσὶν ἐμεῦ ἀπομηνίσαντος.</l><l n="63">Ἕκτορι μὲν καὶ Τρωσὶ τὸ κέρδιον· αὐτὰρ Ἀχαιοὺς</l><l n="64">δηρὸν ἐμῆς καὶ σῆς ἔριδος μνήσεσθαι ὀΐω.</l><l n="65">ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ</l><l n="66">θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·</l><l n="67">νῦν δʼ ἤτοι μὲν ἐγὼ παύω χόλον, οὐδέ τί με χρὴ</l><l n="68">ἀσκελέως αἰεὶ μενεαινέμεν· ἀλλʼ ἄγε θᾶσσον</l><l n="69">ὄτρυνον πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς,</l><l n="70">ὄφρʼ ἔτι καὶ Τρώων πειρήσομαι ἀντίον ἐλθὼν</l><l n="71">αἴ κʼ ἐθέλωσʼ ἐπὶ νηυσὶν ἰαύειν· ἀλλά τινʼ οἴω</l><l n="72">ἀσπασίως αὐτῶν γόνυ κάμψειν, ὅς κε φύγῃσι</l><l n="73">δηΐου ἐκ πολέμοιο ὑπʼ ἔγχεος ἡμετέροιο.</l><milestone ed="p" n="74" unit="card"/></q><l n="74"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἐχάρησαν ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="75">μῆνιν ἀπειπόντος μεγαθύμου Πηλεΐωνος.</l><l n="76">τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="77">αὐτόθεν ἐξ ἕδρης, οὐδʼ ἐν μέσσοισιν ἀναστάς·</l><q><l n="78">ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος</l><l n="79">ἑσταότος μὲν καλὸν ἀκούειν, οὐδὲ ἔοικεν</l><l n="80">ὑββάλλειν· χαλεπὸν γὰρ ἐπισταμένῳ περ ἐόντι.</l><l n="81">ἀνδρῶν δʼ ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσαι</l><l n="82">ἢ εἴποι; βλάβεται δὲ λιγύς περ ἐὼν ἀγορητής.</l><l n="83">Πηλεΐδῃ μὲν ἐγὼν ἐνδείξομαι· αὐτὰρ οἱ ἄλλοι</l><l n="84">σύνθεσθʼ Ἀργεῖοι, μῦθόν τʼ εὖ γνῶτε ἕκαστος.</l><l n="85">πολλάκι δή μοι τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον</l><l n="86">καί τέ με νεικείεσκον· ἐγὼ δʼ οὐκ αἴτιός εἰμι,</l><l n="87">ἀλλὰ Ζεὺς καὶ Μοῖρα καὶ ἠεροφοῖτις Ἐρινύς,</l><l n="88">οἵ τέ μοι εἰν ἀγορῇ φρεσὶν ἔμβαλον ἄγριον ἄτην,</l><l n="89">ἤματι τῷ ὅτʼ Ἀχιλλῆος γέρας αὐτὸς ἀπηύρων.</l><l n="90">ἀλλὰ τί κεν ῥέξαιμι; θεὸς διὰ πάντα τελευτᾷ.</l><l n="91">πρέσβα Διὸς θυγάτηρ Ἄτη, ἣ πάντας ἀᾶται,</l><l n="92">οὐλομένη· τῇ μέν θʼ ἁπαλοὶ πόδες· οὐ γὰρ ἐπʼ οὔδει</l><l n="93">πίλναται, ἀλλʼ ἄρα ἥ γε κατʼ ἀνδρῶν κράατα βαίνει</l><l n="94">βλάπτουσʼ ἀνθρώπους· κατὰ δʼ οὖν ἕτερόν γε πέδησε.</l><l n="95">καὶ γὰρ δή νύ ποτε Ζεὺς ἄσατο, τόν περ ἄριστον</l><l n="96">ἀνδρῶν ἠδὲ θεῶν φασʼ ἔμμεναι· ἀλλʼ ἄρα καὶ τὸν</l><l n="97">Ἥρη θῆλυς ἐοῦσα δολοφροσύνῃς ἀπάτησεν,</l><l n="98">ἤματι τῷ ὅτʼ ἔμελλε βίην Ἡρακληείην</l><l n="99">Ἀλκμήνη τέξεσθαι ἐϋστεφάνῳ ἐνὶ Θήβῃ.</l><l n="100">ἤτοι ὅ γʼ εὐχόμενος μετέφη πάντεσσι θεοῖσι·</l><q><l n="101">κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,</l><l n="102">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσιν ἀνώγει.</l><l n="103">σήμερον ἄνδρα φόως δὲ μογοστόκος Εἰλείθυια</l><l n="104">ἐκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει,</l><l n="105">τῶν ἀνδρῶν γενεῆς οἵ θʼ αἵματος ἐξ ἐμεῦ εἰσί.</l></q><l n="106">τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·</l><q><l n="107">ψευστήσεις, οὐδʼ αὖτε τέλος μύθῳ ἐπιθήσεις.</l><l n="108">εἰ δʼ ἄγε νῦν μοι ὄμοσσον Ὀλύμπιε καρτερὸν ὅρκον,</l><l n="109">ἦ μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξειν</l><l n="110">ὅς κεν ἐπʼ ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικὸς</l><l n="111">τῶν ἀνδρῶν οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης.</l></q><l n="112">ὣς ἔφατο· Ζεὺς δʼ οὔ τι δολοφροσύνην ἐνόησεν,</l><l n="113">ἀλλʼ ὄμοσεν μέγαν ὅρκον, ἔπειτα δὲ πολλὸν ἀάσθη.</l><milestone ed="p" n="114" unit="card"/><l n="114">Ἥρη δʼ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο,</l><l n="115">καρπαλίμως δʼ ἵκετʼ Ἄργος Ἀχαιικόν, ἔνθʼ ἄρα ᾔδη</l><l n="116">ἰφθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο.</l><l n="117">ἣ δʼ ἐκύει φίλον υἱόν, ὃ δʼ ἕβδομος ἑστήκει μείς·</l><l n="118">ἐκ δʼ ἄγαγε πρὸ φόως δὲ καὶ ἠλιτόμηνον ἐόντα,</l><l n="119">Ἀλκμήνης δʼ ἀπέπαυσε τόκον, σχέθε δʼ Εἰλειθυίας.</l><l n="120">αὐτὴ δʼ ἀγγελέουσα Δία Κρονίωνα προσηύδα·</l><q><l n="121">Ζεῦ πάτερ ἀργικέραυνε ἔπος τί τοι ἐν φρεσὶ θήσω·</l><l n="122">ἤδη ἀνὴρ γέγονʼ ἐσθλὸς ὃς Ἀργείοισιν ἀνάξει</l><l n="123">Εὐρυσθεὺς Σθενέλοιο πάϊς Περσηϊάδαο</l><l n="124">σὸν γένος· οὔ οἱ ἀεικὲς ἀνασσέμεν Ἀργείοισιν.</l></q><l n="125">ὣς φάτο, τὸν δʼ ἄχος ὀξὺ κατὰ φρένα τύψε βαθεῖαν·</l><l n="126">αὐτίκα δʼ εἷλʼ Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο</l><l n="127">χωόμενος φρεσὶν ᾗσι, καὶ ὤμοσε καρτερὸν ὅρκον</l><l n="128">μή ποτʼ ἐς Οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντα</l><l n="129">αὖτις ἐλεύσεσθαι Ἄτην, ἣ πάντας ἀᾶται.</l><l n="130">ὣς εἰπὼν ἔρριψεν ἀπʼ οὐρανοῦ ἀστερόεντος</l><l n="131">χειρὶ περιστρέψας· τάχα δʼ ἵκετο ἔργʼ ἀνθρώπων.</l><l n="132">τὴν αἰεὶ στενάχεσχʼ ὅθʼ ἑὸν φίλον υἱὸν ὁρῷτο</l><l n="133">ἔργον ἀεικὲς ἔχοντα ὑπʼ Εὐρυσθῆος ἀέθλων.</l><l n="134">ὣς καὶ ἐγών, ὅτε δʼ αὖτε μέγας κορυθαίολος Ἕκτωρ</l><l n="135">Ἀργείους ὀλέκεσκεν ἐπὶ πρυμνῇσι νέεσσιν,</l><l n="136">οὐ δυνάμην λελαθέσθʼ Ἄτης ᾗ πρῶτον ἀάσθην.</l><l n="137">ἀλλʼ ἐπεὶ ἀασάμην καί μευ φρένας ἐξέλετο Ζεύς,</l><l n="138">ἂψ ἐθέλω ἀρέσαι, δόμεναί τʼ ἀπερείσιʼ ἄποινα·</l><l n="139">ἀλλʼ ὄρσευ πόλεμον δὲ καὶ ἄλλους ὄρνυθι λαούς.</l><l n="140">δῶρα δʼ ἐγὼν ὅδε πάντα παρασχέμεν ὅσσά τοι ἐλθὼν</l><l n="141">χθιζὸς ἐνὶ κλισίῃσιν ὑπέσχετο δῖος Ὀδυσσεύς.</l><l n="142">εἰ δʼ ἐθέλεις, ἐπίμεινον ἐπειγόμενός περ Ἄρηος,</l><l n="143">δῶρα δέ τοι θεράποντες ἐμῆς παρὰ νηὸς ἑλόντες</l><l n="144">οἴσουσʼ, ὄφρα ἴδηαι ὅ τοι μενοεικέα δώσω.</l></q><l n="145"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="146">Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον</l><l n="147">δῶρα μὲν αἴ κʼ ἐθέλῃσθα παρασχέμεν, ὡς ἐπιεικές,</l><l n="148">ἤ τʼ ἐχέμεν παρὰ σοί· νῦν δὲ μνησώμεθα χάρμης</l><l n="149">αἶψα μάλʼ· οὐ γὰρ χρὴ κλοτοπεύειν ἐνθάδʼ ἐόντας</l><l n="150">οὐδὲ διατρίβειν· ἔτι γὰρ μέγα ἔργον ἄρεκτον·</l><l n="151">ὥς κέ τις αὖτʼ Ἀχιλῆα μετὰ πρώτοισιν ἴδηται</l><l n="152">ἔγχεϊ χαλκείῳ Τρώων ὀλέκοντα φάλαγγας.</l><l n="153">ὧδέ τις ὑμείων μεμνημένος ἀνδρὶ μαχέσθω.</l></q><milestone ed="p" n="154" unit="card"/><l n="154"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·</l><q><l n="155">μὴ δʼ οὕτως, ἀγαθός περ ἐών, θεοείκελʼ Ἀχιλλεῦ</l><l n="156">νήστιας ὄτρυνε προτὶ Ἴλιον υἷας Ἀχαιῶν</l><l n="157">Τρωσὶ μαχησομένους, ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσται</l><l n="158">φύλοπις, εὖτʼ ἂν πρῶτον ὁμιλήσωσι φάλαγγες</l><l n="159">ἀνδρῶν, ἐν δὲ θεὸς πνεύσῃ μένος ἀμφοτέροισιν.</l><l n="160">ἀλλὰ πάσασθαι ἄνωχθι θοῇς ἐπὶ νηυσὶν Ἀχαιοὺς</l><l n="161">σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή.</l><l n="162">οὐ γὰρ ἀνὴρ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="163">ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι·</l><l n="164">εἴ περ γὰρ θυμῷ γε μενοινάᾳ πολεμίζειν,</l><l n="165">ἀλλά τε λάθρῃ γυῖα βαρύνεται, ἠδὲ κιχάνει</l><l n="166">δίψά τε καὶ λιμός, βλάβεται δέ τε γούνατʼ ἰόντι.</l><l n="167">ὃς δέ κʼ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς</l><l n="168">ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζῃ,</l><l n="169">θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν, οὐδέ τι γυῖα</l><l n="170">πρὶν κάμνει πρὶν πάντας ἐρωῆσαι πολέμοιο.</l><l n="171">ἀλλʼ ἄγε λαὸν μὲν σκέδασον καὶ δεῖπνον ἄνωχθι</l><l n="172">ὅπλεσθαι· τὰ δὲ δῶρα ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="173">οἰσέτω ἐς μέσσην ἀγορήν, ἵνα πάντες Ἀχαιοὶ</l><l n="174">ὀφθαλμοῖσιν ἴδωσι, σὺ δὲ φρεσὶ σῇσιν ἰανθῇς.</l><l n="175">ὀμνυέτω δέ τοι ὅρκον ἐν Ἀργείοισιν ἀναστὰς</l><l n="176">μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι·</l><l n="177">ἣ θέμις ἐστὶν ἄναξ ἤ τʼ ἀνδρῶν ἤ τε γυναικῶν·</l><l n="178">καὶ δὲ σοὶ αὐτῷ θυμὸς ἐνὶ φρεσὶν ἵλαος ἔστω.</l><l n="179">αὐτὰρ ἔπειτά σε δαιτὶ ἐνὶ κλισίῃς ἀρεσάσθω</l><l n="180">πιείρῃ, ἵνα μή τι δίκης ἐπιδευὲς ἔχῃσθα.</l><l n="181">Ἀτρεΐδη σὺ δʼ ἔπειτα δικαιότερος καὶ ἐπʼ ἄλλῳ</l><l n="182">ἔσσεαι. οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆα</l><l n="183">ἄνδρʼ ἀπαρέσσασθαι ὅτε τις πρότερος χαλεπήνῃ.</l></q><milestone ed="p" n="184" unit="card"/><l n="184"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="185">χαίρω σεῦ Λαερτιάδη τὸν μῦθον ἀκούσας·</l><l n="186">ἐν μοίρῃ γὰρ πάντα διίκεο καὶ κατέλεξας.</l><l n="187">ταῦτα δʼ ἐγὼν ἐθέλω ὀμόσαι, κέλεται δέ με θυμός,</l><l n="188">οὐδʼ ἐπιορκήσω πρὸς δαίμονος. αὐτὰρ Ἀχιλλεὺς</l><l n="189">μιμνέτω αὐτόθι τεῖος ἐπειγόμενός περ Ἄρηος·</l><l n="190">μίμνετε δʼ ἄλλοι πάντες ἀολλέες, ὄφρά κε δῶρα</l><l n="191">ἐκ κλισίης ἔλθῃσι καὶ ὅρκια πιστὰ τάμωμεν.</l><l n="192">σοὶ δʼ αὐτῷ τόδʼ ἐγὼν ἐπιτέλλομαι ἠδὲ κελεύω·</l><l n="193">κρινάμενος κούρητας ἀριστῆας Παναχαιῶν</l><l n="194">δῶρα ἐμῆς παρὰ νηὸς ἐνεικέμεν, ὅσσʼ Ἀχιλῆϊ</l><l n="195">χθιζὸν ὑπέστημεν δώσειν, ἀγέμεν τε γυναῖκας.</l><l n="196">Ταλθύβιος δέ μοι ὦκα κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν</l><l n="197">κάπρον ἑτοιμασάτω ταμέειν Διί τʼ Ἠελίῳ τε.</l></q><l n="198"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="199">Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον</l><l n="200">ἄλλοτέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαι,</l><l n="201">ὁππότε τις μεταπαυσωλὴ πολέμοιο γένηται</l><l n="202">καὶ μένος οὐ τόσον ᾖσιν ἐνὶ στήθεσσιν ἐμοῖσι.</l><l n="203">νῦν δʼ οἳ μὲν κέαται δεδαϊγμένοι, οὓς ἐδάμασσεν</l><l n="204">Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν,</l><l n="205">ὑμεῖς δʼ ἐς βρωτὺν ὀτρύνετον· ἦ τʼ ἂν ἔγωγε</l><l n="206">νῦν μὲν ἀνώγοιμι πτολεμίζειν υἷας Ἀχαιῶν</l><l n="207">νήστιας ἀκμήνους, ἅμα δʼ ἠελίῳ καταδύντι</l><l n="208">τεύξεσθαι μέγα δόρπον, ἐπὴν τεισαίμεθα λώβην.</l><l n="209">πρὶν δʼ οὔ πως ἂν ἔμοιγε φίλον κατὰ λαιμὸν ἰείη</l><l n="210">οὐ πόσις οὐδὲ βρῶσις ἑταίρου τεθνηῶτος</l><l n="211">ὅς μοι ἐνὶ κλισίῃ δεδαϊγμένος ὀξέϊ χαλκῷ</l><l n="212">κεῖται ἀνὰ πρόθυρον τετραμμένος, ἀμφὶ δʼ ἑταῖροι</l><l n="213">μύρονται· τό μοι οὔ τι μετὰ φρεσὶ ταῦτα μέμηλεν,</l><l n="214">ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν.</l></q><milestone ed="p" n="215" unit="card"/><l n="215"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·</l><q><l n="216">ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατʼ Ἀχαιῶν,</l><l n="217">κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ</l><l n="218">ἔγχει, ἐγὼ δέ κε σεῖο νοήματί γε προβαλοίμην</l><l n="219">πολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.</l><l n="220">τώ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσιν.</l><l n="221">αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν,</l><l n="222">ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν,</l><l n="223">ἄμητος δʼ ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα</l><l n="224">Ζεύς, ὅς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.</l><l n="225">γαστέρι δʼ οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς·</l><l n="226">λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα</l><l n="227">πίπτουσιν· πότε κέν τις ἀναπνεύσειε πόνοιο;</l><l n="228">ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν ὅς κε θάνῃσι</l><l n="229">νηλέα θυμὸν ἔχοντας ἐπʼ ἤματι δακρύσαντας·</l><l n="230">ὅσσοι δʼ ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνται</l><l n="231">μεμνῆσθαι πόσιος καὶ ἐδητύος, ὄφρʼ ἔτι μᾶλλον</l><l n="232">ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεὶ</l><l n="233">ἑσσάμενοι χροῒ χαλκὸν ἀτειρέα. μηδέ τις ἄλλην</l><l n="234">λαῶν ὀτρυντὺν ποτιδέγμενος ἰσχαναάσθω·</l><l n="235">ἥδε γὰρ ὀτρυντὺς κακὸν ἔσσεται ὅς κε λίπηται</l></q></div></div></body></text></TEI>