<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="19"><l n="45">καὶ μὴν οἳ τότε γʼ εἰς ἀγορὴν ἴσαν, οὕνεκʼ Ἀχιλλεὺς</l><l n="46">ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς.</l><l n="47">τὼ δὲ δύω σκάζοντε βάτην Ἄρεος θεράποντε</l><l n="48">Τυδεΐδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεὺς</l><l n="49">ἔγχει ἐρειδομένω· ἔτι γὰρ ἔχον ἕλκεα λυγρά·</l><l n="50">κὰδ δὲ μετὰ πρώτῃ ἀγορῇ ἵζοντο κιόντες.</l><l n="51">αὐτὰρ ὃ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="52">ἕλκος ἔχων· καὶ γὰρ τὸν ἐνὶ κρατερῇ ὑσμίνῃ</l><l n="53">οὖτα Κόων Ἀντηνορίδης χαλκήρεϊ δουρί.</l><l n="54">αὐτὰρ ἐπεὶ δὴ πάντες ἀολλίσθησαν Ἀχαιοί,</l><l n="55">τοῖσι δʼ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="56">Ἀτρεΐδη ἦ ἄρ τι τόδʼ ἀμφοτέροισιν ἄρειον</l><l n="57">ἔπλετο σοὶ καὶ ἐμοί, ὅ τε νῶΐ περ ἀχνυμένω κῆρ</l><l n="58">θυμοβόρῳ ἔριδι μενεήναμεν εἵνεκα κούρης;</l><l n="59">τὴν ὄφελʼ ἐν νήεσσι κατακτάμεν Ἄρτεμις ἰῷ</l><l n="60">ἤματι τῷ ὅτʼ ἐγὼν ἑλόμην Λυρνησσὸν ὀλέσσας·</l><l n="61">τώ κʼ οὐ τόσσοι Ἀχαιοὶ ὀδὰξ ἕλον ἄσπετον οὖδας</l><l n="62">δυσμενέων ὑπὸ χερσὶν ἐμεῦ ἀπομηνίσαντος.</l><l n="63">Ἕκτορι μὲν καὶ Τρωσὶ τὸ κέρδιον· αὐτὰρ Ἀχαιοὺς</l><l n="64">δηρὸν ἐμῆς καὶ σῆς ἔριδος μνήσεσθαι ὀΐω.</l><l n="65">ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ</l><l n="66">θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·</l><l n="67">νῦν δʼ ἤτοι μὲν ἐγὼ παύω χόλον, οὐδέ τί με χρὴ</l><l n="68">ἀσκελέως αἰεὶ μενεαινέμεν· ἀλλʼ ἄγε θᾶσσον</l><l n="69">ὄτρυνον πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς,</l><l n="70">ὄφρʼ ἔτι καὶ Τρώων πειρήσομαι ἀντίον ἐλθὼν</l><l n="71">αἴ κʼ ἐθέλωσʼ ἐπὶ νηυσὶν ἰαύειν· ἀλλά τινʼ οἴω</l><l n="72">ἀσπασίως αὐτῶν γόνυ κάμψειν, ὅς κε φύγῃσι</l><l n="73">δηΐου ἐκ πολέμοιο ὑπʼ ἔγχεος ἡμετέροιο.</l><milestone ed="p" n="74" unit="card"/></q><l n="74"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἐχάρησαν ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="75">μῆνιν ἀπειπόντος μεγαθύμου Πηλεΐωνος.</l><l n="76">τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="77">αὐτόθεν ἐξ ἕδρης, οὐδʼ ἐν μέσσοισιν ἀναστάς·</l><q><l n="78">ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος</l><l n="79">ἑσταότος μὲν καλὸν ἀκούειν, οὐδὲ ἔοικεν</l><l n="80">ὑββάλλειν· χαλεπὸν γὰρ ἐπισταμένῳ περ ἐόντι.</l><l n="81">ἀνδρῶν δʼ ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσαι</l><l n="82">ἢ εἴποι; βλάβεται δὲ λιγύς περ ἐὼν ἀγορητής.</l><l n="83">Πηλεΐδῃ μὲν ἐγὼν ἐνδείξομαι· αὐτὰρ οἱ ἄλλοι</l><l n="84">σύνθεσθʼ Ἀργεῖοι, μῦθόν τʼ εὖ γνῶτε ἕκαστος.</l><l n="85">πολλάκι δή μοι τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον</l><l n="86">καί τέ με νεικείεσκον· ἐγὼ δʼ οὐκ αἴτιός εἰμι,</l><l n="87">ἀλλὰ Ζεὺς καὶ Μοῖρα καὶ ἠεροφοῖτις Ἐρινύς,</l><l n="88">οἵ τέ μοι εἰν ἀγορῇ φρεσὶν ἔμβαλον ἄγριον ἄτην,</l><l n="89">ἤματι τῷ ὅτʼ Ἀχιλλῆος γέρας αὐτὸς ἀπηύρων.</l><l n="90">ἀλλὰ τί κεν ῥέξαιμι; θεὸς διὰ πάντα τελευτᾷ.</l><l n="91">πρέσβα Διὸς θυγάτηρ Ἄτη, ἣ πάντας ἀᾶται,</l><l n="92">οὐλομένη· τῇ μέν θʼ ἁπαλοὶ πόδες· οὐ γὰρ ἐπʼ οὔδει</l><l n="93">πίλναται, ἀλλʼ ἄρα ἥ γε κατʼ ἀνδρῶν κράατα βαίνει</l><l n="94">βλάπτουσʼ ἀνθρώπους· κατὰ δʼ οὖν ἕτερόν γε πέδησε.</l><l n="95">καὶ γὰρ δή νύ ποτε Ζεὺς ἄσατο, τόν περ ἄριστον</l><l n="96">ἀνδρῶν ἠδὲ θεῶν φασʼ ἔμμεναι· ἀλλʼ ἄρα καὶ τὸν</l><l n="97">Ἥρη θῆλυς ἐοῦσα δολοφροσύνῃς ἀπάτησεν,</l><l n="98">ἤματι τῷ ὅτʼ ἔμελλε βίην Ἡρακληείην</l><l n="99">Ἀλκμήνη τέξεσθαι ἐϋστεφάνῳ ἐνὶ Θήβῃ.</l><l n="100">ἤτοι ὅ γʼ εὐχόμενος μετέφη πάντεσσι θεοῖσι·</l><q><l n="101">κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,</l><l n="102">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσιν ἀνώγει.</l><l n="103">σήμερον ἄνδρα φόως δὲ μογοστόκος Εἰλείθυια</l><l n="104">ἐκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει,</l><l n="105">τῶν ἀνδρῶν γενεῆς οἵ θʼ αἵματος ἐξ ἐμεῦ εἰσί.</l></q><l n="106">τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·</l><q><l n="107">ψευστήσεις, οὐδʼ αὖτε τέλος μύθῳ ἐπιθήσεις.</l><l n="108">εἰ δʼ ἄγε νῦν μοι ὄμοσσον Ὀλύμπιε καρτερὸν ὅρκον,</l><l n="109">ἦ μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξειν</l><l n="110">ὅς κεν ἐπʼ ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικὸς</l><l n="111">τῶν ἀνδρῶν οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης.</l></q><l n="112">ὣς ἔφατο· Ζεὺς δʼ οὔ τι δολοφροσύνην ἐνόησεν,</l><l n="113">ἀλλʼ ὄμοσεν μέγαν ὅρκον, ἔπειτα δὲ πολλὸν ἀάσθη.</l><milestone ed="p" n="114" unit="card"/><l n="114">Ἥρη δʼ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο,</l><l n="115">καρπαλίμως δʼ ἵκετʼ Ἄργος Ἀχαιικόν, ἔνθʼ ἄρα ᾔδη</l><l n="116">ἰφθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο.</l><l n="117">ἣ δʼ ἐκύει φίλον υἱόν, ὃ δʼ ἕβδομος ἑστήκει μείς·</l><l n="118">ἐκ δʼ ἄγαγε πρὸ φόως δὲ καὶ ἠλιτόμηνον ἐόντα,</l><l n="119">Ἀλκμήνης δʼ ἀπέπαυσε τόκον, σχέθε δʼ Εἰλειθυίας.</l><l n="120">αὐτὴ δʼ ἀγγελέουσα Δία Κρονίωνα προσηύδα·</l><q><l n="121">Ζεῦ πάτερ ἀργικέραυνε ἔπος τί τοι ἐν φρεσὶ θήσω·</l><l n="122">ἤδη ἀνὴρ γέγονʼ ἐσθλὸς ὃς Ἀργείοισιν ἀνάξει</l><l n="123">Εὐρυσθεὺς Σθενέλοιο πάϊς Περσηϊάδαο</l><l n="124">σὸν γένος· οὔ οἱ ἀεικὲς ἀνασσέμεν Ἀργείοισιν.</l></q><l n="125">ὣς φάτο, τὸν δʼ ἄχος ὀξὺ κατὰ φρένα τύψε βαθεῖαν·</l><l n="126">αὐτίκα δʼ εἷλʼ Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο</l><l n="127">χωόμενος φρεσὶν ᾗσι, καὶ ὤμοσε καρτερὸν ὅρκον</l><l n="128">μή ποτʼ ἐς Οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντα</l><l n="129">αὖτις ἐλεύσεσθαι Ἄτην, ἣ πάντας ἀᾶται.</l></q></div></div></body></text></TEI>