<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="19"><q><l n="416">ἥν περ ἐλαφροτάτην φάσʼ ἔμμεναι· ἀλλὰ σοὶ αὐτῷ</l><l n="417">μόρσιμόν ἐστι θεῷ τε καὶ ἀνέρι ἶφι δαμῆναι.</l></q><l n="418"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσαντος Ἐρινύες ἔσχεθον αὐδήν.</l><l n="419">τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="420">Ξάνθε τί μοι θάνατον μαντεύεαι; οὐδέ τί σε χρή.</l><l n="421">εὖ νυ τὸ οἶδα καὶ αὐτὸς ὅ μοι μόρος ἐνθάδʼ ὀλέσθαι</l><l n="422">νόσφι φίλου πατρὸς καὶ μητέρος· ἀλλὰ καὶ ἔμπης</l><l n="423">οὐ λήξω πρὶν Τρῶας ἅδην ἐλάσαι πολέμοιο.</l></q><l n="424"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἐν πρώτοις ἰάχων ἔχε μώνυχας ἵππους.</l></div><div type="textpart" subtype="Book" n="20"><milestone ed="p" n="1" unit="card"/><l n="1">ὣς οἳ μὲν παρὰ νηυσὶ κορωνίσι θωρήσσοντο</l><l n="2">ἀμφὶ σὲ Πηλέος υἱὲ μάχης ἀκόρητον Ἀχαιοί,</l><l n="3">Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο·</l><l n="4">Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς ἀγορὴν δὲ καλέσσαι</l><l n="5">κρατὸς ἀπʼ Οὐλύμποιο πολυπτύχου· ἣ δʼ ἄρα πάντῃ</l><l n="6">φοιτήσασα κέλευσε Διὸς πρὸς δῶμα νέεσθαι.</l><l n="7">οὔτέ τις οὖν ποταμῶν ἀπέην νόσφʼ Ὠκεανοῖο,</l><l n="8">οὔτʼ ἄρα νυμφάων αἵ τʼ ἄλσεα καλὰ νέμονται</l><l n="9">καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.</l><l n="10">ἐλθόντες δʼ ἐς δῶμα Διὸς νεφεληγερέταο</l><l n="11">ξεστῇς αἰθούσῃσιν ἐνίζανον, ἃς Διὶ πατρὶ</l><l n="12">Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσιν.</l><l n="13"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν Διὸς ἔνδον ἀγηγέρατʼ· οὐδʼ ἐνοσίχθων</l><l n="14">νηκούστησε θεᾶς, ἀλλʼ ἐξ ἁλὸς ἦλθε μετʼ αὐτούς,</l><l n="15">ἷζε δʼ ἄρʼ ἐν μέσσοισι, Διὸς δʼ ἐξείρετο βουλήν·</l><q><l n="16">τίπτʼ αὖτʼ ἀργικέραυνε θεοὺς ἀγορὴν δὲ κάλεσσας;</l><l n="17">ἦ τι περὶ Τρώων καὶ Ἀχαιῶν μερμηρίζεις;</l><l n="18">τῶν γὰρ νῦν ἄγχιστα μάχη πόλεμός τε δέδηε.</l></q><l n="19"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="20">ἔγνως ἐννοσίγαιε ἐμὴν ἐν στήθεσι βουλὴν</l><l n="21">ὧν ἕνεκα ξυνάγειρα· μέλουσί μοι ὀλλύμενοί περ.</l><l n="22">ἀλλʼ ἤτοι μὲν ἐγὼ μενέω πτυχὶ Οὐλύμποιο</l><l n="23">ἥμενος, ἔνθʼ ὁρόων φρένα τέρψομαι· οἳ δὲ δὴ ἄλλοι</l><l n="24">ἔρχεσθʼ ὄφρʼ ἂν ἵκησθε μετὰ Τρῶας καὶ Ἀχαιούς,</l><l n="25">ἀμφοτέροισι δʼ ἀρήγεθʼ ὅπῃ νόος ἐστὶν ἑκάστου.</l><l n="26">εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται</l><l n="27">οὐδὲ μίνυνθʼ ἕξουσι ποδώκεα Πηλεΐωνα.</l><l n="28">καὶ δέ τί μιν καὶ πρόσθεν ὑποτρομέεσκον ὁρῶντες·</l><l n="29">νῦν δʼ ὅτε δὴ καὶ θυμὸν ἑταίρου χώεται αἰνῶς</l><l n="30">δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξῃ.</l><milestone ed="p" n="30" unit="card"/></q><l n="31"><milestone ed="P" unit="para"/>ὣς ἔφατο Κρονίδης, πόλεμον δʼ ἀλίαστον ἔγειρε.</l><l n="32">βὰν δʼ ἴμεναι πόλεμον δὲ θεοὶ δίχα θυμὸν ἔχοντες·</l><l n="33">Ἥρη μὲν μετʼ ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνη</l><l n="34">ἠδὲ Ποσειδάων γαιήοχος ἠδʼ ἐριούνης</l><l n="35">Ἑρμείας, ὃς ἐπὶ φρεσὶ πευκαλίμῃσι κέκασται·</l><l n="36">Ἥφαιστος δʼ ἅμα τοῖσι κίε σθένεϊ βλεμεαίνων</l><l n="37">χωλεύων, ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.</l><l n="38">ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος, αὐτὰρ ἅμʼ αὐτῷ</l><l n="39">Φοῖβος ἀκερσεκόμης ἠδʼ Ἄρτεμις ἰοχέαιρα</l><l n="40">Λητώ τε Ξάνθός τε φιλομειδής τʼ Ἀφροδίτη.</l><l n="41"><milestone ed="P" unit="para"/>εἷος μέν ῥʼ ἀπάνευθε θεοὶ θνητῶν ἔσαν ἀνδρῶν,</l><l n="42">τεῖος Ἀχαιοὶ μὲν μέγα κύδανον, οὕνεκʼ Ἀχιλλεὺς</l><l n="43">ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς·</l><l n="44">Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον</l><l n="45">δειδιότας, ὅθʼ ὁρῶντο ποδώκεα Πηλεΐωνα</l><l n="46">τεύχεσι λαμπόμενον βροτολοιγῷ ἶσον Ἄρηϊ.</l><l n="47">αὐτὰρ ἐπεὶ μεθʼ ὅμιλον Ὀλύμπιοι ἤλυθον ἀνδρῶν,</l><l n="48">ὦρτο δʼ Ἔρις κρατερὴ λαοσσόος, αὖε δʼ Ἀθήνη</l><l n="49">στᾶσʼ ὁτὲ μὲν παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός,</l><l n="50">ἄλλοτʼ ἐπʼ ἀκτάων ἐριδούπων μακρὸν ἀΰτει.</l><l n="51">αὖε δʼ Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος</l><l n="52">ὀξὺ κατʼ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων,</l><l n="53">ἄλλοτε πὰρ Σιμόεντι θέων ἐπὶ Καλλικολώνῃ.</l><milestone ed="p" n="54" unit="card"/><l n="54"><milestone ed="P" unit="para"/>ὣς τοὺς ἀμφοτέρους μάκαρες θεοὶ ὀτρύνοντες</l><l n="55">σύμβαλον, ἐν δʼ αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν·</l><l n="56">δεινὸν δὲ βρόντησε πατὴρ ἀνδρῶν τε θεῶν τε</l><l n="57">ὑψόθεν· αὐτὰρ νέρθε Ποσειδάων ἐτίναξε</l><l n="58">γαῖαν ἀπειρεσίην ὀρέων τʼ αἰπεινὰ κάρηνα.</l><l n="59">πάντες δʼ ἐσσείοντο πόδες πολυπίδακος Ἴδης</l><l n="60">καὶ κορυφαί, Τρώων τε πόλις καὶ νῆες Ἀχαιῶν.</l><l n="61">ἔδεισεν δʼ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς,</l><l n="62">δείσας δʼ ἐκ θρόνου ἆλτο καὶ ἴαχε, μή οἱ ὕπερθε</l><l n="63">γαῖαν ἀναρρήξειε Ποσειδάων ἐνοσίχθων,</l><l n="64">οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη</l><l n="65">σμερδαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ·</l><l n="66">τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων.</l><l n="67">ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος</l><l n="68">ἵστατʼ Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα,</l><l n="69">ἄντα δʼ Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη·</l><l n="70">Ἥρῃ δʼ ἀντέστη χρυσηλάκατος κελαδεινὴ</l><l n="71">Ἄρτεμις ἰοχέαιρα κασιγνήτη ἑκάτοιο·</l><l n="72">Λητοῖ δʼ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς,</l><l n="73">ἄντα δʼ ἄρʼ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης,</l><l n="74">ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον.</l><l n="75"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν θεοὶ ἄντα θεῶν ἴσαν· αὐτὰρ Ἀχιλλεὺς</l><l n="76">Ἕκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλον</l><l n="77">Πριαμίδεω· τοῦ γάρ ῥα μάλιστά ἑ θυμὸς ἀνώγει</l><l n="78">αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.</l><l n="79">Αἰνείαν δʼ ἰθὺς λαοσσόος ὦρσεν Ἀπόλλων</l><l n="80">ἀντία Πηλεΐωνος, ἐνῆκε δέ οἱ μένος ἠΰ·</l><l n="81">υἱέϊ δὲ Πριάμοιο Λυκάονι εἴσατο φωνήν·</l><l n="82">τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·</l><q><l n="83">Αἰνεία Τρώων βουληφόρε ποῦ τοι ἀπειλαὶ</l><l n="84">ἃς Τρώων βασιλεῦσιν ὑπίσχεο οἰνοποτάζων</l><l n="85">Πηλεΐδεω Ἀχιλῆος ἐναντίβιον πολεμίξειν;</l></q><milestone ed="p" n="86" unit="card"/><l n="86"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Αἰνείας ἀπαμειβόμενος προσέειπε·</l><q><l n="87">Πριαμίδη τί με ταῦτα καὶ οὐκ ἐθέλοντα κελεύεις</l><l n="88">ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι;</l><l n="89">οὐ μὲν γὰρ νῦν πρῶτα ποδώκεος ἄντʼ Ἀχιλῆος</l><l n="90">στήσομαι, ἀλλʼ ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησεν</l><l n="91">ἐξ Ἴδης, ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσι,</l><l n="92">πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον· αὐτὰρ ἐμὲ Ζεὺς</l><l n="93">εἰρύσαθʼ, ὅς μοι ἐπῶρσε μένος λαιψηρά τε γοῦνα.</l><l n="94">ἦ κʼ ἐδάμην ὑπὸ χερσὶν Ἀχιλλῆος καὶ Ἀθήνης,</l><l n="95">ἥ οἱ πρόσθεν ἰοῦσα τίθει φάος ἠδʼ ἐκέλευεν</l><l n="96">ἔγχεϊ χαλκείῳ Λέλεγας καὶ Τρῶας ἐναίρειν.</l><l n="97">τὼ οὐκ ἔστʼ Ἀχιλῆος ἐναντίον ἄνδρα μάχεσθαι·</l><l n="98">αἰεὶ γὰρ πάρα εἷς γε θεῶν ὃς λοιγὸν ἀμύνει.</l><l n="99">καὶ δʼ ἄλλως τοῦ γʼ ἰθὺ βέλος πέτετʼ, οὐδʼ ἀπολήγει</l><l n="100">πρὶν χροὸς ἀνδρομέοιο διελθέμεν. εἰ δὲ θεός περ</l><l n="101">ἶσον τείνειεν πολέμου τέλος, οὔ κε μάλα ῥέα</l><l n="102">νικήσειʼ, οὐδʼ εἰ παγχάλκεος εὔχεται εἶναι.</l></q><l n="103"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·</l><q><l n="104">ἥρως ἀλλʼ ἄγε καὶ σὺ θεοῖς αἰειγενέτῃσιν</l><l n="105">εὔχεο· καὶ δὲ σέ φασι Διὸς κούρης Ἀφροδίτης</l><l n="106">ἐκγεγάμεν, κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστίν·</l><l n="107">ἣ μὲν γὰρ Διός ἐσθʼ, ἣ δʼ ἐξ ἁλίοιο γέροντος.</l><l n="108">ἀλλʼ ἰθὺς φέρε χαλκὸν ἀτειρέα, μηδέ σε πάμπαν</l><l n="109">λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ.</l><milestone ed="p" n="110" unit="card"/></q><l n="110"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν,</l><l n="111">βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.</l><l n="112">οὐδʼ ἔλαθʼ Ἀγχίσαο πάϊς λευκώλενον Ἥρην</l><l n="113">ἀντία Πηλεΐωνος ἰὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·</l><l n="114">ἣ δʼ ἄμυδις στήσασα θεοὺς μετὰ μῦθον ἔειπε·</l><q><l n="115">φράζεσθον δὴ σφῶϊ Ποσείδαον καὶ Ἀθήνη</l><l n="116">ἐν φρεσὶν ὑμετέρῃσιν, ὅπως ἔσται τάδε ἔργα.</l><l n="117">Αἰνείας ὅδʼ ἔβη κεκορυθμένος αἴθοπι χαλκῷ</l><l n="118">ἀντία Πηλεΐωνος, ἀνῆκε δὲ Φοῖβος Ἀπόλλων.</l><l n="119">ἀλλʼ ἄγεθʼ, ἡμεῖς πέρ μιν ἀποτρωπῶμεν ὀπίσσω</l><l n="120">αὐτόθεν· ἤ τις ἔπειτα καὶ ἡμείων Ἀχιλῆϊ</l><l n="121">παρσταίη, δοίη δὲ κράτος μέγα, μηδέ τι θυμῷ</l><l n="122">δευέσθω, ἵνα εἰδῇ ὅ μιν φιλέουσιν ἄριστοι</l><l n="123">ἀθανάτων, οἳ δʼ αὖτʼ ἀνεμώλιοι οἳ τὸ πάρος περ</l><l n="124">Τρωσὶν ἀμύνουσιν πόλεμον καὶ δηϊοτῆτα.</l><l n="125">πάντες δʼ Οὐλύμποιο κατήλθομεν ἀντιόωντες</l><l n="126">τῆσδε μάχης, ἵνα μή τι μετὰ Τρώεσσι πάθῃσι</l><l n="127">σήμερον· ὕστερον αὖτε τὰ πείσεται ἅσσά οἱ αἶσα</l><l n="128">γιγνομένῳ ἐπένησε λίνῳ ὅτε μιν τέκε μήτηρ.</l><l n="129">εἰ δʼ Ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκ πεύσεται ὀμφῆς</l><l n="130">δείσετʼ ἔπειθʼ, ὅτε κέν τις ἐναντίβιον θεὸς ἔλθῃ</l><l n="131">ἐν πολέμῳ· χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.</l></q><l n="132"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·</l><q><l n="133">Ἥρη μὴ χαλέπαινε παρʼ ἐκ νόον· οὐδέ τί σε χρή.</l><l n="134">οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσσαι</l><l n="135">ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν·</l><l n="136">ἀλλʼ ἡμεῖς μὲν ἔπειτα καθεζώμεσθα κιόντες</l><l n="137">ἐκ πάτου ἐς σκοπιήν, πόλεμος δʼ ἄνδρεσσι μελήσει.</l><l n="138">εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων,</l><l n="139">ἢ Ἀχιλῆʼ ἴσχωσι καὶ οὐκ εἰῶσι μάχεσθαι,</l><l n="140">αὐτίκʼ ἔπειτα καὶ ἄμμι παρʼ αὐτόθι νεῖκος ὀρεῖται</l><l n="141">φυλόπιδος· μάλα δʼ ὦκα διακρινθέντας ὀΐω</l><l n="142">ἂψ ἴμεν Οὔλυμπον δὲ θεῶν μεθʼ ὁμήγυριν ἄλλων</l><l n="143">ἡμετέρῃς ὑπὸ χερσὶν ἀναγκαίηφι δαμέντας.</l><milestone ed="p" n="144" unit="card"/></q><l n="144"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἡγήσατο κυανοχαίτης</l><l n="145">τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο</l><l n="146">ὑψηλόν, τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη</l><l n="147">ποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο,</l><l n="148">ὁππότε μιν σεύαιτο ἀπʼ ἠϊόνος πεδίον δέ.</l><l n="149">ἔνθα Ποσειδάων κατʼ ἄρʼ ἕζετο καὶ θεοὶ ἄλλοι,</l><l n="150">ἀμφὶ δʼ ἄρʼ ἄρρηκτον νεφέλην ὤμοισιν ἕσαντο·</l><l n="151">οἳ δʼ ἑτέρωσε καθῖζον ἐπʼ ὀφρύσι Καλλικολώνης</l><l n="152">ἀμφὶ σὲ ἤϊε Φοῖβε καὶ Ἄρηα πτολίπορθον.</l><l n="153"><milestone ed="P" unit="para"/>ὣς οἳ μέν ῥʼ ἑκάτερθε καθήατο μητιόωντες</l><l n="154">βουλάς· ἀρχέμεναι δὲ δυσηλεγέος πολέμοιο</l><l n="155">ὄκνεον ἀμφότεροι, Ζεὺς δʼ ἥμενος ὕψι κέλευε.</l><l n="156"><milestone ed="P" unit="para"/>τῶν δʼ ἅπαν ἐπλήσθη πεδίον καὶ λάμπετο χαλκῷ</l><l n="157">ἀνδρῶν ἠδʼ ἵππων· κάρκαιρε δὲ γαῖα πόδεσσιν</l><l n="158">ὀρνυμένων ἄμυδις. δύο δʼ ἀνέρες ἔξοχʼ ἄριστοι</l><l n="159">ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι</l><l n="160">Αἰνείας τʼ Ἀγχισιάδης καὶ δῖος Ἀχιλλεύς.</l><l n="161">Αἰνείας δὲ πρῶτος ἀπειλήσας ἐβεβήκει</l><l n="162">νευστάζων κόρυθι βριαρῇ· ἀτὰρ ἀσπίδα θοῦριν</l><l n="163">πρόσθεν ἔχε στέρνοιο, τίνασσε δὲ χάλκεον ἔγχος.</l><l n="164">Πηλεΐδης δʼ ἑτέρωθεν ἐναντίον ὦρτο λέων ὣς</l><l n="165">σίντης, ὅν τε καὶ ἄνδρες ἀποκτάμεναι μεμάασιν</l><l n="166">ἀγρόμενοι πᾶς δῆμος· ὃ δὲ πρῶτον μὲν ἀτίζων</l><l n="167">ἔρχεται, ἀλλʼ ὅτε κέν τις ἀρηϊθόων αἰζηῶν</l><l n="168">δουρὶ βάλῃ ἐάλη τε χανών, περί τʼ ἀφρὸς ὀδόντας</l><l n="169">γίγνεται, ἐν δέ τέ οἱ κραδίῃ στένει ἄλκιμον ἦτορ,</l><l n="170">οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν</l><l n="171">μαστίεται, ἑὲ δʼ αὐτὸν ἐποτρύνει μαχέσασθαι,</l><l n="172">γλαυκιόων δʼ ἰθὺς φέρεται μένει, ἤν τινα πέφνῃ</l><l n="173">ἀνδρῶν, ἢ αὐτὸς φθίεται πρώτῳ ἐν ὁμίλῳ·</l><l n="174">ὣς Ἀχιλῆʼ ὄτρυνε μένος καὶ θυμὸς ἀγήνωρ</l><l n="175">ἀντίον ἐλθέμεναι μεγαλήτορος Αἰνείαο.</l><milestone ed="p" n="176" unit="card"/><l n="176">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,</l><l n="177">τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·</l><q><l n="178">Αἰνεία τί σὺ τόσσον ὁμίλου πολλὸν ἐπελθὼν</l><l n="179">ἔστης; ἦ σέ γε θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει</l><l n="180">ἐλπόμενον Τρώεσσιν ἀνάξειν ἱπποδάμοισι</l><l n="181">τιμῆς τῆς Πριάμου; ἀτὰρ εἴ κεν ἔμʼ ἐξεναρίξῃς,</l><l n="182">οὔ τοι τοὔνεκά γε Πρίαμος γέρας ἐν χερὶ θήσει·</l><l n="183">εἰσὶν γάρ οἱ παῖδες, ὃ δʼ ἔμπεδος οὐδʼ ἀεσίφρων.</l><l n="184">ἦ νύ τί τοι Τρῶες τέμενος τάμον ἔξοχον ἄλλων</l><l n="185">καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμηαι</l><l n="186">αἴ κεν ἐμὲ κτείνῃς; χαλεπῶς δέ σʼ ἔολπα τὸ ῥέξειν.</l><l n="187">ἤδη μὲν σέ γέ φημι καὶ ἄλλοτε δουρὶ φοβῆσαι.</l><l n="188">ἦ οὐ μέμνῃ ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντα</l><l n="189">σεῦα κατʼ Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσι</l><l n="190">καρπαλίμως; τότε δʼ οὔ τι μετατροπαλίζεο φεύγων.</l><l n="191">ἔνθεν δʼ ἐς Λυρνησσὸν ὑπέκφυγες· αὐτὰρ ἐγὼ τὴν</l><l n="192">πέρσα μεθορμηθεὶς σὺν Ἀθήνῃ καὶ Διὶ πατρί,</l><l n="193">ληϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας</l><l n="194">ἦγον· ἀτὰρ σὲ Ζεὺς ἐρρύσατο καὶ θεοὶ ἄλλοι.</l><l n="195">ἀλλʼ οὐ νῦν ἐρύεσθαι ὀΐομαι, ὡς ἐνὶ θυμῷ</l><l n="196">βάλλεαι· ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κελεύω</l><l n="197">ἐς πληθὺν ἰέναι, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο,</l><l n="198">πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.</l></q><milestone ed="p" n="199" unit="card"/><l n="199"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Αἰνείας ἀπαμείβετο φώνησέν τε·</l><q><l n="200">Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς</l><l n="201">ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς</l><l n="202">ἠμὲν κερτομίας ἠδʼ αἴσυλα μυθήσασθαι.</l><l n="203">ἴδμεν δʼ ἀλλήλων γενεήν, ἴδμεν δὲ τοκῆας</l><l n="204">πρόκλυτʼ ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων·</l><l n="205">ὄψει δʼ οὔτʼ ἄρ πω σὺ ἐμοὺς ἴδες οὔτʼ ἄρʼ ἐγὼ σούς.</l><l n="206">φασὶ σὲ μὲν Πηλῆος ἀμύμονος ἔκγονον εἶναι,</l><l n="207">μητρὸς δʼ ἐκ Θέτιδος καλλιπλοκάμου ἁλοσύδνης·</l><l n="208">αὐτὰρ ἐγὼν υἱὸς μεγαλήτορος Ἀγχίσαο</l><l n="209">εὔχομαι ἐκγεγάμεν, μήτηρ δέ μοί ἐστʼ Ἀφροδίτη·</l><l n="210">τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονται</l><l n="211">σήμερον· οὐ γάρ φημʼ ἐπέεσσί γε νηπυτίοισιν</l><l n="212">ὧδε διακρινθέντε μάχης ἐξαπονέεσθαι.</l><l n="213">εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇς</l><l n="214">ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασι·</l><l n="215">Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς,</l><l n="216">κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔ πω Ἴλιος ἱρὴ</l><l n="217">ἐν πεδίῳ πεπόλιστο πόλις μερόπων ἀνθρώπων,</l><l n="218">ἀλλʼ ἔθʼ ὑπωρείας ᾤκεον πολυπίδακος Ἴδης.</l><l n="219">Δάρδανος αὖ τέκεθʼ υἱὸν Ἐριχθόνιον βασιλῆα,</l><l n="220">ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων·</l><l n="221">τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο</l><l n="222">θήλειαι, πώλοισιν ἀγαλλόμεναι ἀταλῇσι.</l><l n="223">τάων καὶ Βορέης ἠράσσατο βοσκομενάων,</l><l n="224">ἵππῳ δʼ εἰσάμενος παρελέξατο κυανοχαίτῃ·</l><l n="225">αἳ δʼ ὑποκυσάμεναι ἔτεκον δυοκαίδεκα πώλους.</l><l n="226">αἳ δʼ ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν,</l><l n="227">ἄκρον ἐπʼ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων·</l><l n="228">ἀλλʼ ὅτε δὴ σκιρτῷεν ἐπʼ εὐρέα νῶτα θαλάσσης,</l><l n="229">ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον.</l><l n="230">Τρῶα δʼ Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα·</l><l n="231">Τρωὸς δʼ αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο</l><l n="232">Ἶλός τʼ Ἀσσάρακός τε καὶ ἀντίθεος Γανυμήδης,</l><l n="233">ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων·</l><l n="234">τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν</l><l n="235">κάλλεος εἵνεκα οἷο ἵνʼ ἀθανάτοισι μετείη.</l><l n="236">Ἶλος δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Λαομέδοντα·</l><l n="237">Λαομέδων δʼ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε</l><l n="238">Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος·</l><l n="239">Ἀσσάρακος δὲ Κάπυν, ὃ δʼ ἄρʼ Ἀγχίσην τέκε παῖδα·</l><l n="240">αὐτὰρ ἔμʼ Ἀγχίσης, Πρίαμος δʼ ἔτεχʼ Ἕκτορα δῖον.</l><l n="241">ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.</l><milestone ed="p" n="242" unit="card"/><l n="242">Ζεὺς δʼ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε</l><l n="243">ὅππως κεν ἐθέλῃσιν· ὃ γὰρ κάρτιστος ἁπάντων.</l><l n="244">ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς</l><l n="245">ἑσταότʼ ἐν μέσσῃ ὑσμίνῃ δηϊοτῆτος.</l><l n="246">ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι</l><l n="247">πολλὰ μάλʼ, οὐδʼ ἂν νηῦς ἑκατόζυγος ἄχθος ἄροιτο.</l><l n="248">στρεπτὴ δὲ γλῶσσʼ ἐστὶ βροτῶν, πολέες δʼ ἔνι μῦθοι</l><l n="249">παντοῖοι, ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα.</l><l n="250">ὁπποῖόν κʼ εἴπῃσθα ἔπος, τοῖόν κʼ ἐπακούσαις.</l><l n="251">ἀλλὰ τί ἢ ἔριδας καὶ νείκεα νῶϊν ἀνάγκη</l><l n="252">νεικεῖν ἀλλήλοισιν ἐναντίον ὥς τε γυναῖκας,</l><l n="253">αἵ τε χολωσάμεναι ἔριδος πέρι θυμοβόροιο</l><l n="254">νεικεῦσʼ ἀλλήλῃσι μέσην ἐς ἄγυιαν ἰοῦσαι</l><l n="255">πόλλʼ ἐτεά τε καὶ οὐκί· χόλος δέ τε καὶ τὰ κελεύει.</l><l n="256">ἀλκῆς δʼ οὔ μʼ ἐπέεσσιν ἀποτρέψεις μεμαῶτα</l><l n="257">πρὶν χαλκῷ μαχέσασθαι ἐναντίον· ἀλλʼ ἄγε θᾶσσον</l><l n="258">γευσόμεθʼ ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν.</l></q><l n="259"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἐν δεινῷ σάκει ἤλασεν ὄβριμον ἔγχος</l><l n="260">σμερδαλέῳ· μέγα δʼ ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκῇ.</l><l n="261">Πηλεΐδης δὲ σάκος μὲν ἀπὸ ἕο χειρὶ παχείῃ</l><l n="262">ἔσχετο ταρβήσας· φάτο γὰρ δολιχόσκιον ἔγχος</l><l n="263">ῥέα διελεύσεσθαι μεγαλήτορος Αἰνείαο</l><l n="264">νήπιος, οὐδʼ ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸν</l><l n="265">ὡς οὐ ῥηΐδιʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα</l><l n="266">ἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐδʼ ὑποείκειν.</l><l n="267">οὐδὲ τότʼ Αἰνείαο δαΐφρονος ὄβριμον ἔγχος</l><l n="268">ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε, δῶρα θεοῖο·</l><l n="269">ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύχας, αἳ δʼ ἄρʼ ἔτι τρεῖς</l><l n="270">ἦσαν, ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων,</l><l n="271">τὰς δύο χαλκείας, δύο δʼ ἔνδοθι κασσιτέροιο,</l><l n="272">τὴν δὲ μίαν χρυσῆν, τῇ ῥʼ ἔσχετο μείλινον ἔγχος.</l><milestone ed="p" n="273" unit="card"/><l n="273"><milestone ed="P" unit="para"/>δεύτερος αὖτʼ Ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος,</l><l n="274">καὶ βάλεν Αἰνείαο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην</l><l n="275">ἄντυγʼ ὕπο πρώτην, ᾗ λεπτότατος θέε χαλκός,</l><l n="276">λεπτοτάτη δʼ ἐπέην ῥινὸς βοός· ἣ δὲ διὰ πρὸ</l><l n="277">Πηλιὰς ἤϊξεν μελίη, λάκε δʼ ἀσπὶς ὑπʼ αὐτῆς.</l><l n="278">Αἰνείας δʼ ἐάλη καὶ ἀπὸ ἕθεν ἀσπίδʼ ἀνέσχε</l><l n="279">δείσας· ἐγχείη δʼ ἄρʼ ὑπὲρ νώτου ἐνὶ γαίῃ</l><l n="280">ἔστη ἱεμένη, διὰ δʼ ἀμφοτέρους ἕλε κύκλους</l><l n="281">ἀσπίδος ἀμφιβρότης· ὃ δʼ ἀλευάμενος δόρυ μακρὸν</l><l n="282">ἔστη, κὰδ δʼ ἄχος οἱ χύτο μυρίον ὀφθαλμοῖσι,</l><l n="283">ταρβήσας ὅ οἱ ἄγχι πάγη βέλος. αὐτὰρ Ἀχιλλεὺς</l><l n="284">ἐμμεμαὼς ἐπόρουσεν ἐρυσσάμενος ξίφος ὀξὺ</l><l n="285">σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶ</l><l n="286">Αἰνείας, μέγα ἔργον, ὃ οὐ δύο γʼ ἄνδρε φέροιεν,</l><l n="287">οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.</l><l n="288">ἔνθά κεν Αἰνείας μὲν ἐπεσσύμενον βάλε πέτρῳ</l><l n="289">ἢ κόρυθʼ ἠὲ σάκος, τό οἱ ἤρκεσε λυγρὸν ὄλεθρον,</l><l n="290">τὸν δέ κε Πηλεΐδης σχεδὸν ἄορι θυμὸν ἀπηύρα,</l><l n="291">εἰ μὴ ἄρʼ ὀξὺ νόησε Ποσειδάων ἐνοσίχθων·</l><l n="292">αὐτίκα δʼ ἀθανάτοισι θεοῖς μετὰ μῦθον ἔειπεν·</l><q><l n="293">ὢ πόποι ἦ μοι ἄχος μεγαλήτορος Αἰνείαο,</l><l n="294">ὃς τάχα Πηλεΐωνι δαμεὶς Ἄϊδος δὲ κάτεισι</l><l n="295">πειθόμενος μύθοισιν Ἀπόλλωνος ἑκάτοιο</l><l n="296">νήπιος, οὐδέ τί οἱ χραισμήσει λυγρὸν ὄλεθρον.</l><l n="297">ἀλλὰ τί ἢ νῦν οὗτος ἀναίτιος ἄλγεα πάσχει</l><l n="298">μὰψ ἕνεκʼ ἀλλοτρίων ἀχέων, κεχαρισμένα δʼ αἰεὶ</l><l n="299">δῶρα θεοῖσι δίδωσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;</l><l n="300">ἀλλʼ ἄγεθʼ ἡμεῖς πέρ μιν ὑπὲκ θανάτου ἀγάγωμεν,</l><l n="301">μή πως καὶ Κρονίδης κεχολώσεται, αἴ κεν Ἀχιλλεὺς</l><l n="302">τόνδε κατακτείνῃ· μόριμον δέ οἵ ἐστʼ ἀλέασθαι,</l><l n="303">ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληται</l><l n="304">Δαρδάνου, ὃν Κρονίδης περὶ πάντων φίλατο παίδων</l><l n="305">οἳ ἕθεν ἐξεγένοντο γυναικῶν τε θνητάων.</l><l n="306">ἤδη γὰρ Πριάμου γενεὴν ἔχθηρε Κρονίων·</l><l n="307">νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει</l><l n="308">καὶ παίδων παῖδες, τοί κεν μετόπισθε γένωνται.</l><milestone ed="p" n="309" unit="card"/></q><l n="309"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·</l><q><l n="310">ἐννοσίγαιʼ, αὐτὸς σὺ μετὰ φρεσὶ σῇσι νόησον</l><l n="311">Αἰνείαν ἤ κέν μιν ἐρύσσεαι ἦ κεν ἐάσῃς</l><l n="312">Πηλεΐδῃ Ἀχιλῆϊ δαμήμεναι, ἐσθλὸν ἐόντα.</l><l n="313">ἤτοι μὲν γὰρ νῶϊ πολέας ὠμόσσαμεν ὅρκους</l><l n="314">πᾶσι μετʼ ἀθανάτοισιν ἐγὼ καὶ Παλλὰς Ἀθήνη</l><l n="315">μή ποτʼ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,</l><l n="316">μηδʼ ὁπότʼ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται</l><l n="317">καιομένη, καίωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν.</l></q><l n="318"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε Ποσειδάων ἐνοσίχθων,</l><l n="319">βῆ ῥʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων,</l><l n="320">ἷξε δʼ ὅθʼ Αἰνείας ἠδʼ ὃ κλυτὸς ἦεν Ἀχιλλεύς.</l><l n="321">αὐτίκα τῷ μὲν ἔπειτα κατʼ ὀφθαλμῶν χέεν ἀχλὺν</l><l n="322">Πηλεΐδῃ Ἀχιλῆϊ· ὃ δὲ μελίην εὔχαλκον</l><l n="323">ἀσπίδος ἐξέρυσεν μεγαλήτορος Αἰνείαο·</l><l n="324">καὶ τὴν μὲν προπάροιθε ποδῶν Ἀχιλῆος ἔθηκεν,</l><l n="325">Αἰνείαν δʼ ἔσσευεν ἀπὸ χθονὸς ὑψόσʼ ἀείρας.</l><l n="326">πολλὰς δὲ στίχας ἡρώων, πολλὰς δὲ καὶ ἵππων</l><l n="327">Αἰνείας ὑπερᾶλτο θεοῦ ἀπὸ χειρὸς ὀρούσας,</l><l n="328">ἷξε δʼ ἐπʼ ἐσχατιὴν πολυάϊκος πολέμοιο,</l><l n="329">ἔνθά τε Καύκωνες πόλεμον μέτα θωρήσσοντο.</l><l n="330">τῷ δὲ μάλʼ ἐγγύθεν ἦλθε Ποσειδάων ἐνοσίχθων,</l><l n="331">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="332">Αἰνεία, τίς σʼ ὧδε θεῶν ἀτέοντα κελεύει</l><l n="333">ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι,</l><l n="334">ὃς σεῦ ἅμα κρείσσων καὶ φίλτερος ἀθανάτοισιν;</l><l n="335">ἀλλʼ ἀναχωρῆσαι ὅτε κεν συμβλήσεαι αὐτῷ,</l><l n="336">μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος εἰσαφίκηαι.</l><l n="337">αὐτὰρ ἐπεί κʼ Ἀχιλεὺς θάνατον καὶ πότμον ἐπίσπῃ,</l><l n="338">θαρσήσας δὴ ἔπειτα μετὰ πρώτοισι μάχεσθαι·</l><l n="339">οὐ μὲν γάρ τίς σʼ ἄλλος Ἀχαιῶν ἐξεναρίξει.</l><milestone ed="p" n="340" unit="card"/></q><l n="340"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν λίπεν αὐτόθʼ, ἐπεὶ διεπέφραδε πάντα.</l><l n="341">αἶψα δʼ ἔπειτʼ Ἀχιλῆος ἀπʼ ὀφθαλμῶν σκέδασʼ ἀχλὺν</l><l n="342">θεσπεσίην· ὃ δʼ ἔπειτα μέγʼ ἔξιδεν ὀφθαλμοῖσιν,</l><l n="343">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q><l n="344">ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·</l><l n="345">ἔγχος μὲν τόδε κεῖται ἐπὶ χθονός, οὐδέ τι φῶτα</l><l n="346">λεύσσω, τῷ ἐφέηκα κατακτάμεναι μενεαίνων.</l><l n="347">ἦ ῥα καὶ Αἰνείας φίλος ἀθανάτοισι θεοῖσιν</l><l n="348">ἦεν· ἀτάρ μιν ἔφην μὰψ αὔτως εὐχετάασθαι.</l><l n="349">ἐρρέτω· οὔ οἱ θυμὸς ἐμεῦ ἔτι πειρηθῆναι</l><l n="350">ἔσσεται, ὃς καὶ νῦν φύγεν ἄσμενος ἐκ θανάτοιο.</l><l n="351">ἀλλʼ ἄγε δὴ Δαναοῖσι φιλοπτολέμοισι κελεύσας</l><l n="352">τῶν ἄλλων Τρώων πειρήσομαι ἀντίος ἐλθών.</l></q><l n="353"><milestone ed="P" unit="para"/>ἦ, καὶ ἐπὶ στίχας ἆλτο, κέλευε δὲ φωτὶ ἑκάστῳ·</l><q><l n="354">μηκέτι νῦν Τρώων ἑκὰς ἕστατε δῖοι Ἀχαιοί,</l><l n="355">ἀλλʼ ἄγʼ ἀνὴρ ἄντʼ ἀνδρὸς ἴτω, μεμάτω δὲ μάχεσθαι.</l><l n="356">ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι</l><l n="357">τοσσούσδʼ ἀνθρώπους ἐφέπειν καὶ πᾶσι μάχεσθαι·</l><l n="358">οὐδέ κʼ Ἄρης, ὅς περ θεὸς ἄμβροτος, οὐδέ κʼ Ἀθήνη</l><l n="359">τοσσῆσδʼ ὑσμίνης ἐφέποι στόμα καὶ πονέοιτο·</l><l n="360">ἀλλʼ ὅσσον μὲν ἐγὼ δύναμαι χερσίν τε ποσίν τε</l><l n="361">καὶ σθένει, οὔ μʼ ἔτι φημὶ μεθησέμεν οὐδʼ ἠβαιόν,</l><l n="362">ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερές, οὐδέ τινʼ οἴω</l><l n="363">Τρώων χαιρήσειν, ὅς τις σχεδὸν ἔγχεος ἔλθῃ.</l></q><l n="364"><milestone ed="P" unit="para"/>ὣς φάτʼ ἐποτρύνων· Τρώεσσι δὲ φαίδιμος Ἕκτωρ</l><l n="365">κέκλεθʼ ὁμοκλήσας, φάτο δʼ ἴμεναι ἄντʼ Ἀχιλῆος·</l><q><l n="366">Τρῶες ὑπέρθυμοι μὴ δείδιτε Πηλεΐωνα.</l><l n="367">καί κεν ἐγὼ ἐπέεσσι καὶ ἀθανάτοισι μαχοίμην,</l><l n="368">ἔγχεϊ δʼ ἀργαλέον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσιν.</l><l n="369">οὐδʼ Ἀχιλεὺς πάντεσσι τέλος μύθοις ἐπιθήσει,</l><l n="370">ἀλλὰ τὸ μὲν τελέει, τὸ δὲ καὶ μεσσηγὺ κολούει.</l><l n="371">τοῦ δʼ ἐγὼ ἀντίος εἶμι καὶ εἰ πυρὶ χεῖρας ἔοικεν,</l><l n="372">εἰ πυρὶ χεῖρας ἔοικε, μένος δʼ αἴθωνι σιδήρῳ.</l><milestone ed="p" n="373" unit="card"/></q><l n="373"><milestone ed="P" unit="para"/>ὣς φάτʼ ἐποτρύνων, οἳ δʼ ἀντίοι ἔγχεʼ ἄειραν</l><l n="374">Τρῶες· τῶν δʼ ἄμυδις μίχθη μένος, ὦρτο δʼ ἀϋτή.</l><l n="375">καὶ τότʼ ἄρʼ Ἕκτορα εἶπε παραστὰς Φοῖβος Ἀπόλλων·</l><q><l n="376">Ἕκτορ μηκέτι πάμπαν Ἀχιλλῆϊ προμάχιζε,</l><l n="377">ἀλλὰ κατὰ πληθύν τε καὶ ἐκ φλοίσβοιο δέδεξο,</l><l n="378">μή πώς σʼ ἠὲ βάλῃ ἠὲ σχεδὸν ἄορι τύψῃ.</l></q><l n="379"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτις ἐδύσετο οὐλαμὸν ἀνδρῶν</l><l n="380">ταρβήσας, ὅτʼ ἄκουσε θεοῦ ὄπα φωνήσαντος.</l><l n="381">ἐν δʼ Ἀχιλεὺς Τρώεσσι θόρε φρεσὶν εἱμένος ἀλκὴν</l><l n="382">σμερδαλέα ἰάχων, πρῶτον δʼ ἕλεν Ἰφιτίωνα</l><l n="383">ἐσθλὸν Ὀτρυντεΐδην πολέων ἡγήτορα λαῶν,</l><l n="384">ὃν νύμφη τέκε νηῒς Ὀτρυντῆϊ πτολιπόρθῳ</l><l n="385">Τμώλῳ ὕπο νιφόεντι Ὕδης ἐν πίονι δήμῳ·</l><l n="386">τὸν δʼ ἰθὺς μεμαῶτα βάλʼ ἔγχεϊ δῖος Ἀχιλλεὺς</l><l n="387">μέσσην κὰκ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη,</l></div></div></body></text></TEI>