ἀνδρῶν· ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεύς. τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε, τὼ δέ οἱ ὄσσε λαμπέσθην ὡς εἴ τε πυρὸς σέλας, ἐν δέ οἱ ἦτορ δῦνʼ ἄχος ἄτλητον· ὃ δʼ ἄρα Τρωσὶν μενεαίνων δύσετο δῶρα θεοῦ, τά οἱ Ἥφαιστος κάμε τεύχων. κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας· δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν. ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον χάλκεον· αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε εἵλετο, τοῦ δʼ ἀπάνευθε σέλας γένετʼ ἠΰτε μήνης. ὡς δʼ ὅτʼ ἂν ἐκ πόντοιο σέλας ναύτῃσι φανήῃ καιομένοιο πυρός, τό τε καίεται ὑψόθʼ ὄρεσφι σταθμῷ ἐν οἰοπόλῳ· τοὺς δʼ οὐκ ἐθέλοντας ἄελλαι πόντον ἐπʼ ἰχθυόεντα φίλων ἀπάνευθε φέρουσιν· ὣς ἀπʼ Ἀχιλλῆος σάκεος σέλας αἰθέρʼ ἵκανε καλοῦ δαιδαλέου· περὶ δὲ τρυφάλειαν ἀείρας κρατὶ θέτο βριαρήν· ἣ δʼ ἀστὴρ ὣς ἀπέλαμπεν ἵππουρις τρυφάλεια, περισσείοντο δʼ ἔθειραι χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς. πειρήθη δʼ ἕο αὐτοῦ ἐν ἔντεσι δῖος Ἀχιλλεύς, εἰ οἷ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλαὰ γυῖα· τῷ δʼ εὖτε πτερὰ γίγνετʼ, ἄειρε δὲ ποιμένα λαῶν. ἐκ δʼ ἄρα σύριγγος πατρώϊον ἐσπάσατʼ ἔγχος βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατʼ ἄλλος Ἀχαιῶν πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς, Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων Πηλίου ἐκ κορυφῆς φόνον ἔμμεναι ἡρώεσσιν· ἵππους δʼ Αὐτομέδων τε καὶ Ἄλκιμος ἀμφιέποντες ζεύγνυον· ἀμφὶ δὲ καλὰ λέπαδνʼ ἕσαν, ἐν δὲ χαλινοὺς γαμφηλῇς ἔβαλον, κατὰ δʼ ἡνία τεῖναν ὀπίσσω κολλητὸν ποτὶ δίφρον. ὃ δὲ μάστιγα φαεινὴν χειρὶ λαβὼν ἀραρυῖαν ἐφʼ ἵπποιιν ἀνόρουσεν Αὐτομέδων· ὄπιθεν δὲ κορυσσάμενος βῆ Ἀχιλλεὺς τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ Ὑπερίων, σμερδαλέον δʼ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο· Ξάνθέ τε καὶ Βαλίε τηλεκλυτὰ τέκνα Ποδάργης ἄλλως δὴ φράζεσθε σαωσέμεν ἡνιοχῆα ἂψ Δαναῶν ἐς ὅμιλον ἐπεί χʼ ἕωμεν πολέμοιο, μηδʼ ὡς Πάτροκλον λίπετʼ αὐτόθι τεθνηῶτα. τὸν δʼ ἄρʼ ὑπὸ ζυγόφι προσέφη πόδας αἰόλος ἵππος Ξάνθος, ἄφαρ δʼ ἤμυσε καρήατι· πᾶσα δὲ χαίτη ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν οὖδας ἵκανεν· αὐδήεντα δʼ ἔθηκε θεὰ λευκώλενος Ἥρη· καὶ λίην σʼ ἔτι νῦν γε σαώσομεν ὄβριμʼ Ἀχιλλεῦ· ἀλλά τοι ἐγγύθεν ἦμαρ ὀλέθριον· οὐδέ τοι ἡμεῖς αἴτιοι, ἀλλὰ θεός τε μέγας καὶ Μοῖρα κραταιή. οὐδὲ γὰρ ἡμετέρῃ βραδυτῆτί τε νωχελίῃ τε Τρῶες ἀπʼ ὤμοιιν Πατρόκλου τεύχεʼ ἕλοντο· ἀλλὰ θεῶν ὤριστος, ὃν ἠΰκομος τέκε Λητώ, ἔκτανʼ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε. νῶϊ δὲ καί κεν ἅμα πνοιῇ Ζεφύροιο θέοιμεν, ἥν περ ἐλαφροτάτην φάσʼ ἔμμεναι· ἀλλὰ σοὶ αὐτῷ μόρσιμόν ἐστι θεῷ τε καὶ ἀνέρι ἶφι δαμῆναι. ὣς ἄρα φωνήσαντος Ἐρινύες ἔσχεθον αὐδήν. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· Ξάνθε τί μοι θάνατον μαντεύεαι; οὐδέ τί σε χρή. εὖ νυ τὸ οἶδα καὶ αὐτὸς ὅ μοι μόρος ἐνθάδʼ ὀλέσθαι νόσφι φίλου πατρὸς καὶ μητέρος· ἀλλὰ καὶ ἔμπης οὐ λήξω πρὶν Τρῶας ἅδην ἐλάσαι πολέμοιο. ἦ ῥα, καὶ ἐν πρώτοις ἰάχων ἔχε μώνυχας ἵππους. ὣς οἳ μὲν παρὰ νηυσὶ κορωνίσι θωρήσσοντο ἀμφὶ σὲ Πηλέος υἱὲ μάχης ἀκόρητον Ἀχαιοί, Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο· Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς ἀγορὴν δὲ καλέσσαι κρατὸς ἀπʼ Οὐλύμποιο πολυπτύχου· ἣ δʼ ἄρα πάντῃ φοιτήσασα κέλευσε Διὸς πρὸς δῶμα νέεσθαι. οὔτέ τις οὖν ποταμῶν ἀπέην νόσφʼ Ὠκεανοῖο, οὔτʼ ἄρα νυμφάων αἵ τʼ ἄλσεα καλὰ νέμονται καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα. ἐλθόντες δʼ ἐς δῶμα Διὸς νεφεληγερέταο ξεστῇς αἰθούσῃσιν ἐνίζανον, ἃς Διὶ πατρὶ Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσιν. ὣς οἳ μὲν Διὸς ἔνδον ἀγηγέρατʼ· οὐδʼ ἐνοσίχθων νηκούστησε θεᾶς, ἀλλʼ ἐξ ἁλὸς ἦλθε μετʼ αὐτούς, ἷζε δʼ ἄρʼ ἐν μέσσοισι, Διὸς δʼ ἐξείρετο βουλήν· τίπτʼ αὖτʼ ἀργικέραυνε θεοὺς ἀγορὴν δὲ κάλεσσας; ἦ τι περὶ Τρώων καὶ Ἀχαιῶν μερμηρίζεις; τῶν γὰρ νῦν ἄγχιστα μάχη πόλεμός τε δέδηε. τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· ἔγνως ἐννοσίγαιε ἐμὴν ἐν στήθεσι βουλὴν ὧν ἕνεκα ξυνάγειρα· μέλουσί μοι ὀλλύμενοί περ. ἀλλʼ ἤτοι μὲν ἐγὼ μενέω πτυχὶ Οὐλύμποιο ἥμενος, ἔνθʼ ὁρόων φρένα τέρψομαι· οἳ δὲ δὴ ἄλλοι ἔρχεσθʼ ὄφρʼ ἂν ἵκησθε μετὰ Τρῶας καὶ Ἀχαιούς, ἀμφοτέροισι δʼ ἀρήγεθʼ ὅπῃ νόος ἐστὶν ἑκάστου. εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται οὐδὲ μίνυνθʼ ἕξουσι ποδώκεα Πηλεΐωνα. καὶ δέ τί μιν καὶ πρόσθεν ὑποτρομέεσκον ὁρῶντες· νῦν δʼ ὅτε δὴ καὶ θυμὸν ἑταίρου χώεται αἰνῶς δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξῃ. ὣς ἔφατο Κρονίδης, πόλεμον δʼ ἀλίαστον ἔγειρε. βὰν δʼ ἴμεναι πόλεμον δὲ θεοὶ δίχα θυμὸν ἔχοντες· Ἥρη μὲν μετʼ ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνη ἠδὲ Ποσειδάων γαιήοχος ἠδʼ ἐριούνης Ἑρμείας, ὃς ἐπὶ φρεσὶ πευκαλίμῃσι κέκασται· Ἥφαιστος δʼ ἅμα τοῖσι κίε σθένεϊ βλεμεαίνων χωλεύων, ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί. ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος, αὐτὰρ ἅμʼ αὐτῷ Φοῖβος ἀκερσεκόμης ἠδʼ Ἄρτεμις ἰοχέαιρα Λητώ τε Ξάνθός τε φιλομειδής τʼ Ἀφροδίτη. εἷος μέν ῥʼ ἀπάνευθε θεοὶ θνητῶν ἔσαν ἀνδρῶν, τεῖος Ἀχαιοὶ μὲν μέγα κύδανον, οὕνεκʼ Ἀχιλλεὺς ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς· Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον δειδιότας, ὅθʼ ὁρῶντο ποδώκεα Πηλεΐωνα τεύχεσι λαμπόμενον βροτολοιγῷ ἶσον Ἄρηϊ. αὐτὰρ ἐπεὶ μεθʼ ὅμιλον Ὀλύμπιοι ἤλυθον ἀνδρῶν, ὦρτο δʼ Ἔρις κρατερὴ λαοσσόος, αὖε δʼ Ἀθήνη στᾶσʼ ὁτὲ μὲν παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός, ἄλλοτʼ ἐπʼ ἀκτάων ἐριδούπων μακρὸν ἀΰτει. αὖε δʼ Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος ὀξὺ κατʼ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων, ἄλλοτε πὰρ Σιμόεντι θέων ἐπὶ Καλλικολώνῃ. ὣς τοὺς ἀμφοτέρους μάκαρες θεοὶ ὀτρύνοντες σύμβαλον, ἐν δʼ αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν· δεινὸν δὲ βρόντησε πατὴρ ἀνδρῶν τε θεῶν τε ὑψόθεν· αὐτὰρ νέρθε Ποσειδάων ἐτίναξε γαῖαν ἀπειρεσίην ὀρέων τʼ αἰπεινὰ κάρηνα. πάντες δʼ ἐσσείοντο πόδες πολυπίδακος Ἴδης καὶ κορυφαί, Τρώων τε πόλις καὶ νῆες Ἀχαιῶν. ἔδεισεν δʼ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς, δείσας δʼ ἐκ θρόνου ἆλτο καὶ ἴαχε, μή οἱ ὕπερθε γαῖαν ἀναρρήξειε Ποσειδάων ἐνοσίχθων, οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη σμερδαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ· τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων.