<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="19"><l n="354">στάξʼ, ἵνα μή μιν λιμὸς ἀτερπὴς γούναθʼ ἵκοιτο·</l><l n="355">αὐτὴ δὲ πρὸς πατρὸς ἐρισθενέος πυκινὸν δῶ</l><l n="356">ᾤχετο, τοὶ δʼ ἀπάνευθε νεῶν ἐχέοντο θοάων.</l><l n="357">ὡς δʼ ὅτε ταρφειαὶ νιφάδες Διὸς ἐκποτέονται</l><l n="358">ψυχραὶ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,</l><l n="359">ὣς τότε ταρφειαὶ κόρυθες λαμπρὸν γανόωσαι</l><l n="360">νηῶν ἐκφορέοντο καὶ ἀσπίδες ὀμφαλόεσσαι</l><l n="361">θώρηκές τε κραταιγύαλοι καὶ μείλινα δοῦρα.</l><l n="362">αἴγλη δʼ οὐρανὸν ἷκε, γέλασσε δὲ πᾶσα περὶ χθὼν</l><l n="363">χαλκοῦ ὑπὸ στεροπῆς· ὑπὸ δὲ κτύπος ὄρνυτο ποσσὶν</l><l n="364">ἀνδρῶν· ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεύς.</l><l n="365">τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε, τὼ δέ οἱ ὄσσε</l><l n="366">λαμπέσθην ὡς εἴ τε πυρὸς σέλας, ἐν δέ οἱ ἦτορ</l><l n="367">δῦνʼ ἄχος ἄτλητον· ὃ δʼ ἄρα Τρωσὶν μενεαίνων</l><l n="368">δύσετο δῶρα θεοῦ, τά οἱ Ἥφαιστος κάμε τεύχων.</l><l n="369">κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε</l><l n="370">καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·</l><l n="371">δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν.</l><l n="372">ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον</l><l n="373">χάλκεον· αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε</l><l n="374">εἵλετο, τοῦ δʼ ἀπάνευθε σέλας γένετʼ ἠΰτε μήνης.</l><l n="375">ὡς δʼ ὅτʼ ἂν ἐκ πόντοιο σέλας ναύτῃσι φανήῃ</l><l n="376">καιομένοιο πυρός, τό τε καίεται ὑψόθʼ ὄρεσφι</l><l n="377">σταθμῷ ἐν οἰοπόλῳ· τοὺς δʼ οὐκ ἐθέλοντας ἄελλαι</l><l n="378">πόντον ἐπʼ ἰχθυόεντα φίλων ἀπάνευθε φέρουσιν·</l><l n="379">ὣς ἀπʼ Ἀχιλλῆος σάκεος σέλας αἰθέρʼ ἵκανε</l><l n="380">καλοῦ δαιδαλέου· περὶ δὲ τρυφάλειαν ἀείρας</l><l n="381">κρατὶ θέτο βριαρήν· ἣ δʼ ἀστὴρ ὣς ἀπέλαμπεν</l><l n="382">ἵππουρις τρυφάλεια, περισσείοντο δʼ ἔθειραι</l><l n="383">χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.</l><l n="384">πειρήθη δʼ ἕο αὐτοῦ ἐν ἔντεσι δῖος Ἀχιλλεύς,</l><l n="385">εἰ οἷ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλαὰ γυῖα·</l><l n="386">τῷ δʼ εὖτε πτερὰ γίγνετʼ, ἄειρε δὲ ποιμένα λαῶν.</l><milestone ed="p" n="387" unit="card"/><l n="387">ἐκ δʼ ἄρα σύριγγος πατρώϊον ἐσπάσατʼ ἔγχος</l><l n="388">βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατʼ ἄλλος Ἀχαιῶν</l><l n="389">πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς,</l><l n="390">Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων</l><l n="391">Πηλίου ἐκ κορυφῆς φόνον ἔμμεναι ἡρώεσσιν·</l><l n="392">ἵππους δʼ Αὐτομέδων τε καὶ Ἄλκιμος ἀμφιέποντες</l><l n="393">ζεύγνυον· ἀμφὶ δὲ καλὰ λέπαδνʼ ἕσαν, ἐν δὲ χαλινοὺς</l><l n="394">γαμφηλῇς ἔβαλον, κατὰ δʼ ἡνία τεῖναν ὀπίσσω</l><l n="395">κολλητὸν ποτὶ δίφρον. ὃ δὲ μάστιγα φαεινὴν</l><l n="396">χειρὶ λαβὼν ἀραρυῖαν ἐφʼ ἵπποιιν ἀνόρουσεν</l><l n="397">Αὐτομέδων· ὄπιθεν δὲ κορυσσάμενος βῆ Ἀχιλλεὺς</l><l n="398">τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ Ὑπερίων,</l><l n="399">σμερδαλέον δʼ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο·</l><q><l n="400">Ξάνθέ τε καὶ Βαλίε τηλεκλυτὰ τέκνα Ποδάργης</l><l n="401">ἄλλως δὴ φράζεσθε σαωσέμεν ἡνιοχῆα</l><l n="402">ἂψ Δαναῶν ἐς ὅμιλον ἐπεί χʼ ἕωμεν πολέμοιο,</l><l n="403">μηδʼ ὡς Πάτροκλον λίπετʼ αὐτόθι τεθνηῶτα.</l></q><l n="404"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπὸ ζυγόφι προσέφη πόδας αἰόλος ἵππος</l><l n="405">Ξάνθος, ἄφαρ δʼ ἤμυσε καρήατι· πᾶσα δὲ χαίτη</l><l n="406">ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν οὖδας ἵκανεν·</l><l n="407">αὐδήεντα δʼ ἔθηκε θεὰ λευκώλενος Ἥρη·</l><q><l n="408">καὶ λίην σʼ ἔτι νῦν γε σαώσομεν ὄβριμʼ Ἀχιλλεῦ·</l><l n="409">ἀλλά τοι ἐγγύθεν ἦμαρ ὀλέθριον· οὐδέ τοι ἡμεῖς</l><l n="410">αἴτιοι, ἀλλὰ θεός τε μέγας καὶ Μοῖρα κραταιή.</l><l n="411">οὐδὲ γὰρ ἡμετέρῃ βραδυτῆτί τε νωχελίῃ τε</l><l n="412">Τρῶες ἀπʼ ὤμοιιν Πατρόκλου τεύχεʼ ἕλοντο·</l><l n="413">ἀλλὰ θεῶν ὤριστος, ὃν ἠΰκομος τέκε Λητώ,</l><l n="414">ἔκτανʼ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε.</l><l n="415">νῶϊ δὲ καί κεν ἅμα πνοιῇ Ζεφύροιο θέοιμεν,</l><l n="416">ἥν περ ἐλαφροτάτην φάσʼ ἔμμεναι· ἀλλὰ σοὶ αὐτῷ</l><l n="417">μόρσιμόν ἐστι θεῷ τε καὶ ἀνέρι ἶφι δαμῆναι.</l></q><l n="418"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσαντος Ἐρινύες ἔσχεθον αὐδήν.</l><l n="419">τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="420">Ξάνθε τί μοι θάνατον μαντεύεαι; οὐδέ τί σε χρή.</l><l n="421">εὖ νυ τὸ οἶδα καὶ αὐτὸς ὅ μοι μόρος ἐνθάδʼ ὀλέσθαι</l><l n="422">νόσφι φίλου πατρὸς καὶ μητέρος· ἀλλὰ καὶ ἔμπης</l><l n="423">οὐ λήξω πρὶν Τρῶας ἅδην ἐλάσαι πολέμοιο.</l></q><l n="424"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἐν πρώτοις ἰάχων ἔχε μώνυχας ἵππους.</l></div><div type="textpart" subtype="Book" n="20"><milestone ed="p" n="1" unit="card"/><l n="1">ὣς οἳ μὲν παρὰ νηυσὶ κορωνίσι θωρήσσοντο</l><l n="2">ἀμφὶ σὲ Πηλέος υἱὲ μάχης ἀκόρητον Ἀχαιοί,</l><l n="3">Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο·</l><l n="4">Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς ἀγορὴν δὲ καλέσσαι</l><l n="5">κρατὸς ἀπʼ Οὐλύμποιο πολυπτύχου· ἣ δʼ ἄρα πάντῃ</l><l n="6">φοιτήσασα κέλευσε Διὸς πρὸς δῶμα νέεσθαι.</l><l n="7">οὔτέ τις οὖν ποταμῶν ἀπέην νόσφʼ Ὠκεανοῖο,</l><l n="8">οὔτʼ ἄρα νυμφάων αἵ τʼ ἄλσεα καλὰ νέμονται</l><l n="9">καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.</l><l n="10">ἐλθόντες δʼ ἐς δῶμα Διὸς νεφεληγερέταο</l><l n="11">ξεστῇς αἰθούσῃσιν ἐνίζανον, ἃς Διὶ πατρὶ</l><l n="12">Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσιν.</l><l n="13"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν Διὸς ἔνδον ἀγηγέρατʼ· οὐδʼ ἐνοσίχθων</l><l n="14">νηκούστησε θεᾶς, ἀλλʼ ἐξ ἁλὸς ἦλθε μετʼ αὐτούς,</l><l n="15">ἷζε δʼ ἄρʼ ἐν μέσσοισι, Διὸς δʼ ἐξείρετο βουλήν·</l><q><l n="16">τίπτʼ αὖτʼ ἀργικέραυνε θεοὺς ἀγορὴν δὲ κάλεσσας;</l><l n="17">ἦ τι περὶ Τρώων καὶ Ἀχαιῶν μερμηρίζεις;</l><l n="18">τῶν γὰρ νῦν ἄγχιστα μάχη πόλεμός τε δέδηε.</l></q><l n="19"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l></div></div></body></text></TEI>