αὐτοῦ ἐνὶ Τροίῃ, σὲ δέ τε Φθίην δὲ νέεσθαι, ὡς ἄν μοι τὸν παῖδα θοῇ ἐνὶ νηῒ μελαίνῃ Σκυρόθεν ἐξαγάγοις καί οἱ δείξειας ἕκαστα κτῆσιν ἐμὴν δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα. ἤδη γὰρ Πηλῆά γʼ ὀΐομαι ἢ κατὰ πάμπαν τεθνάμεν, ἤ που τυτθὸν ἔτι ζώοντʼ ἀκάχησθαι γήραΐ τε στυγερῷ καὶ ἐμὴν ποτιδέγμενον αἰεὶ λυγρὴν ἀγγελίην, ὅτʼ ἀποφθιμένοιο πύθηται. ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο γέροντες, μνησάμενοι τὰ ἕκαστος ἐνὶ μεγάροισιν ἔλειπον· μυρομένους δʼ ἄρα τούς γε ἰδὼν ἐλέησε Κρονίων, αἶψα δʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα· τέκνον ἐμόν, δὴ πάμπαν ἀποίχεαι ἀνδρὸς ἑῆος. ἦ νύ τοι οὐκέτι πάγχυ μετὰ φρεσὶ μέμβλετʼ Ἀχιλλεύς; κεῖνος ὅ γε προπάροιθε νεῶν ὀρθοκραιράων ἧσται ὀδυρόμενος ἕταρον φίλον· οἳ δὲ δὴ ἄλλοι οἴχονται μετὰ δεῖπνον, ὃ δʼ ἄκμηνος καὶ ἄπαστος. ἀλλʼ ἴθι οἱ νέκτάρ τε καὶ ἀμβροσίην ἐρατεινὴν στάξον ἐνὶ στήθεσσʼ, ἵνα μή μιν λιμὸς ἵκηται. ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην· ἣ δʼ ἅρπῃ ἐϊκυῖα τανυπτέρυγι λιγυφώνῳ οὐρανοῦ ἐκκατεπᾶλτο διʼ αἰθέρος. αὐτὰρ Ἀχαιοὶ αὐτίκα θωρήσσοντο κατὰ στρατόν· ἣ δʼ Ἀχιλῆϊ νέκταρ ἐνὶ στήθεσσι καὶ ἀμβροσίην ἐρατεινὴν στάξʼ, ἵνα μή μιν λιμὸς ἀτερπὴς γούναθʼ ἵκοιτο· αὐτὴ δὲ πρὸς πατρὸς ἐρισθενέος πυκινὸν δῶ ᾤχετο, τοὶ δʼ ἀπάνευθε νεῶν ἐχέοντο θοάων. ὡς δʼ ὅτε ταρφειαὶ νιφάδες Διὸς ἐκποτέονται ψυχραὶ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο, ὣς τότε ταρφειαὶ κόρυθες λαμπρὸν γανόωσαι νηῶν ἐκφορέοντο καὶ ἀσπίδες ὀμφαλόεσσαι θώρηκές τε κραταιγύαλοι καὶ μείλινα δοῦρα. αἴγλη δʼ οὐρανὸν ἷκε, γέλασσε δὲ πᾶσα περὶ χθὼν χαλκοῦ ὑπὸ στεροπῆς· ὑπὸ δὲ κτύπος ὄρνυτο ποσσὶν ἀνδρῶν· ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεύς. τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε, τὼ δέ οἱ ὄσσε λαμπέσθην ὡς εἴ τε πυρὸς σέλας, ἐν δέ οἱ ἦτορ δῦνʼ ἄχος ἄτλητον· ὃ δʼ ἄρα Τρωσὶν μενεαίνων δύσετο δῶρα θεοῦ, τά οἱ Ἥφαιστος κάμε τεύχων. κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας· δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν. ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον χάλκεον· αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε εἵλετο, τοῦ δʼ ἀπάνευθε σέλας γένετʼ ἠΰτε μήνης. ὡς δʼ ὅτʼ ἂν ἐκ πόντοιο σέλας ναύτῃσι φανήῃ καιομένοιο πυρός, τό τε καίεται ὑψόθʼ ὄρεσφι σταθμῷ ἐν οἰοπόλῳ· τοὺς δʼ οὐκ ἐθέλοντας ἄελλαι πόντον ἐπʼ ἰχθυόεντα φίλων ἀπάνευθε φέρουσιν· ὣς ἀπʼ Ἀχιλλῆος σάκεος σέλας αἰθέρʼ ἵκανε καλοῦ δαιδαλέου· περὶ δὲ τρυφάλειαν ἀείρας κρατὶ θέτο βριαρήν· ἣ δʼ ἀστὴρ ὣς ἀπέλαμπεν ἵππουρις τρυφάλεια, περισσείοντο δʼ ἔθειραι χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς. πειρήθη δʼ ἕο αὐτοῦ ἐν ἔντεσι δῖος Ἀχιλλεύς, εἰ οἷ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλαὰ γυῖα· τῷ δʼ εὖτε πτερὰ γίγνετʼ, ἄειρε δὲ ποιμένα λαῶν. ἐκ δʼ ἄρα σύριγγος πατρώϊον ἐσπάσατʼ ἔγχος βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατʼ ἄλλος Ἀχαιῶν πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς, Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων Πηλίου ἐκ κορυφῆς φόνον ἔμμεναι ἡρώεσσιν· ἵππους δʼ Αὐτομέδων τε καὶ Ἄλκιμος ἀμφιέποντες ζεύγνυον· ἀμφὶ δὲ καλὰ λέπαδνʼ ἕσαν, ἐν δὲ χαλινοὺς γαμφηλῇς ἔβαλον, κατὰ δʼ ἡνία τεῖναν ὀπίσσω κολλητὸν ποτὶ δίφρον. ὃ δὲ μάστιγα φαεινὴν χειρὶ λαβὼν ἀραρυῖαν ἐφʼ ἵπποιιν ἀνόρουσεν Αὐτομέδων· ὄπιθεν δὲ κορυσσάμενος βῆ Ἀχιλλεὺς τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ Ὑπερίων, σμερδαλέον δʼ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο· Ξάνθέ τε καὶ Βαλίε τηλεκλυτὰ τέκνα Ποδάργης ἄλλως δὴ φράζεσθε σαωσέμεν ἡνιοχῆα ἂψ Δαναῶν ἐς ὅμιλον ἐπεί χʼ ἕωμεν πολέμοιο, μηδʼ ὡς Πάτροκλον λίπετʼ αὐτόθι τεθνηῶτα. τὸν δʼ ἄρʼ ὑπὸ ζυγόφι προσέφη πόδας αἰόλος ἵππος Ξάνθος, ἄφαρ δʼ ἤμυσε καρήατι· πᾶσα δὲ χαίτη ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν οὖδας ἵκανεν· αὐδήεντα δʼ ἔθηκε θεὰ λευκώλενος Ἥρη· καὶ λίην σʼ ἔτι νῦν γε σαώσομεν ὄβριμʼ Ἀχιλλεῦ· ἀλλά τοι ἐγγύθεν ἦμαρ ὀλέθριον· οὐδέ τοι ἡμεῖς αἴτιοι, ἀλλὰ θεός τε μέγας καὶ Μοῖρα κραταιή. οὐδὲ γὰρ ἡμετέρῃ βραδυτῆτί τε νωχελίῃ τε Τρῶες ἀπʼ ὤμοιιν Πατρόκλου τεύχεʼ ἕλοντο· ἀλλὰ θεῶν ὤριστος, ὃν ἠΰκομος τέκε Λητώ, ἔκτανʼ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε. νῶϊ δὲ καί κεν ἅμα πνοιῇ Ζεφύροιο θέοιμεν, ἥν περ ἐλαφροτάτην φάσʼ ἔμμεναι· ἀλλὰ σοὶ αὐτῷ μόρσιμόν ἐστι θεῷ τε καὶ ἀνέρι ἶφι δαμῆναι. ὣς ἄρα φωνήσαντος Ἐρινύες ἔσχεθον αὐδήν. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· Ξάνθε τί μοι θάνατον μαντεύεαι; οὐδέ τί σε χρή. εὖ νυ τὸ οἶδα καὶ αὐτὸς ὅ μοι μόρος ἐνθάδʼ ὀλέσθαι νόσφι φίλου πατρὸς καὶ μητέρος· ἀλλὰ καὶ ἔμπης οὐ λήξω πρὶν Τρῶας ἅδην ἐλάσαι πολέμοιο. ἦ ῥα, καὶ ἐν πρώτοις ἰάχων ἔχε μώνυχας ἵππους. ὣς οἳ μὲν παρὰ νηυσὶ κορωνίσι θωρήσσοντο ἀμφὶ σὲ Πηλέος υἱὲ μάχης ἀκόρητον Ἀχαιοί, Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο· Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς ἀγορὴν δὲ καλέσσαι κρατὸς ἀπʼ Οὐλύμποιο πολυπτύχου· ἣ δʼ ἄρα πάντῃ φοιτήσασα κέλευσε Διὸς πρὸς δῶμα νέεσθαι. οὔτέ τις οὖν ποταμῶν ἀπέην νόσφʼ Ὠκεανοῖο, οὔτʼ ἄρα νυμφάων αἵ τʼ ἄλσεα καλὰ νέμονται καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα. ἐλθόντες δʼ ἐς δῶμα Διὸς νεφεληγερέταο ξεστῇς αἰθούσῃσιν ἐνίζανον, ἃς Διὶ πατρὶ Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσιν. ὣς οἳ μὲν Διὸς ἔνδον ἀγηγέρατʼ· οὐδʼ ἐνοσίχθων νηκούστησε θεᾶς, ἀλλʼ ἐξ ἁλὸς ἦλθε μετʼ αὐτούς, ἷζε δʼ ἄρʼ ἐν μέσσοισι, Διὸς δʼ ἐξείρετο βουλήν· τίπτʼ αὖτʼ ἀργικέραυνε θεοὺς ἀγορὴν δὲ κάλεσσας; ἦ τι περὶ Τρώων καὶ Ἀχαιῶν μερμηρίζεις; τῶν γὰρ νῦν ἄγχιστα μάχη πόλεμός τε δέδηε. τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· ἔγνως ἐννοσίγαιε ἐμὴν ἐν στήθεσι βουλὴν ὧν ἕνεκα ξυνάγειρα· μέλουσί μοι ὀλλύμενοί περ. ἀλλʼ ἤτοι μὲν ἐγὼ μενέω πτυχὶ Οὐλύμποιο ἥμενος, ἔνθʼ ὁρόων φρένα τέρψομαι· οἳ δὲ δὴ ἄλλοι ἔρχεσθʼ ὄφρʼ ἂν ἵκησθε μετὰ Τρῶας καὶ Ἀχαιούς, ἀμφοτέροισι δʼ ἀρήγεθʼ ὅπῃ νόος ἐστὶν ἑκάστου. εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται οὐδὲ μίνυνθʼ ἕξουσι ποδώκεα Πηλεΐωνα. καὶ δέ τί μιν καὶ πρόσθεν ὑποτρομέεσκον ὁρῶντες· νῦν δʼ ὅτε δὴ καὶ θυμὸν ἑταίρου χώεται αἰνῶς δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξῃ. ὣς ἔφατο Κρονίδης, πόλεμον δʼ ἀλίαστον ἔγειρε. βὰν δʼ ἴμεναι πόλεμον δὲ θεοὶ δίχα θυμὸν ἔχοντες· Ἥρη μὲν μετʼ ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνη ἠδὲ Ποσειδάων γαιήοχος ἠδʼ ἐριούνης Ἑρμείας, ὃς ἐπὶ φρεσὶ πευκαλίμῃσι κέκασται· Ἥφαιστος δʼ ἅμα τοῖσι κίε σθένεϊ βλεμεαίνων χωλεύων, ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί. ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος, αὐτὰρ ἅμʼ αὐτῷ Φοῖβος ἀκερσεκόμης ἠδʼ Ἄρτεμις ἰοχέαιρα Λητώ τε Ξάνθός τε φιλομειδής τʼ Ἀφροδίτη. εἷος μέν ῥʼ ἀπάνευθε θεοὶ θνητῶν ἔσαν ἀνδρῶν, τεῖος Ἀχαιοὶ μὲν μέγα κύδανον, οὕνεκʼ Ἀχιλλεὺς ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς· Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον δειδιότας, ὅθʼ ὁρῶντο ποδώκεα Πηλεΐωνα τεύχεσι λαμπόμενον βροτολοιγῷ ἶσον Ἄρηϊ. αὐτὰρ ἐπεὶ μεθʼ ὅμιλον Ὀλύμπιοι ἤλυθον ἀνδρῶν, ὦρτο δʼ Ἔρις κρατερὴ λαοσσόος, αὖε δʼ Ἀθήνη στᾶσʼ ὁτὲ μὲν παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός, ἄλλοτʼ ἐπʼ ἀκτάων ἐριδούπων μακρὸν ἀΰτει. αὖε δʼ Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος ὀξὺ κατʼ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων, ἄλλοτε πὰρ Σιμόεντι θέων ἐπὶ Καλλικολώνῃ. ὣς τοὺς ἀμφοτέρους μάκαρες θεοὶ ὀτρύνοντες σύμβαλον, ἐν δʼ αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν· δεινὸν δὲ βρόντησε πατὴρ ἀνδρῶν τε θεῶν τε ὑψόθεν· αὐτὰρ νέρθε Ποσειδάων ἐτίναξε γαῖαν ἀπειρεσίην ὀρέων τʼ αἰπεινὰ κάρηνα. πάντες δʼ ἐσσείοντο πόδες πολυπίδακος Ἴδης καὶ κορυφαί, Τρώων τε πόλις καὶ νῆες Ἀχαιῶν. ἔδεισεν δʼ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς, δείσας δʼ ἐκ θρόνου ἆλτο καὶ ἴαχε, μή οἱ ὕπερθε γαῖαν ἀναρρήξειε Ποσειδάων ἐνοσίχθων, οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη σμερδαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ· τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων. ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος ἵστατʼ Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα, ἄντα δʼ Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη· Ἥρῃ δʼ ἀντέστη χρυσηλάκατος κελαδεινὴ Ἄρτεμις ἰοχέαιρα κασιγνήτη ἑκάτοιο· Λητοῖ δʼ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς, ἄντα δʼ ἄρʼ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης, ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον. ὣς οἳ μὲν θεοὶ ἄντα θεῶν ἴσαν· αὐτὰρ Ἀχιλλεὺς Ἕκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλον Πριαμίδεω· τοῦ γάρ ῥα μάλιστά ἑ θυμὸς ἀνώγει αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν. Αἰνείαν δʼ ἰθὺς λαοσσόος ὦρσεν Ἀπόλλων ἀντία Πηλεΐωνος, ἐνῆκε δέ οἱ μένος ἠΰ· υἱέϊ δὲ Πριάμοιο Λυκάονι εἴσατο φωνήν· τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων· Αἰνεία Τρώων βουληφόρε ποῦ τοι ἀπειλαὶ ἃς Τρώων βασιλεῦσιν ὑπίσχεο οἰνοποτάζων Πηλεΐδεω Ἀχιλῆος ἐναντίβιον πολεμίξειν; τὸν δʼ αὖτʼ Αἰνείας ἀπαμειβόμενος προσέειπε· Πριαμίδη τί με ταῦτα καὶ οὐκ ἐθέλοντα κελεύεις ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι; οὐ μὲν γὰρ νῦν πρῶτα ποδώκεος ἄντʼ Ἀχιλῆος στήσομαι, ἀλλʼ ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησεν ἐξ Ἴδης, ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσι, πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον· αὐτὰρ ἐμὲ Ζεὺς εἰρύσαθʼ, ὅς μοι ἐπῶρσε μένος λαιψηρά τε γοῦνα. ἦ κʼ ἐδάμην ὑπὸ χερσὶν Ἀχιλλῆος καὶ Ἀθήνης, ἥ οἱ πρόσθεν ἰοῦσα τίθει φάος ἠδʼ ἐκέλευεν ἔγχεϊ χαλκείῳ Λέλεγας καὶ Τρῶας ἐναίρειν. τὼ οὐκ ἔστʼ Ἀχιλῆος ἐναντίον ἄνδρα μάχεσθαι· αἰεὶ γὰρ πάρα εἷς γε θεῶν ὃς λοιγὸν ἀμύνει. καὶ δʼ ἄλλως τοῦ γʼ ἰθὺ βέλος πέτετʼ, οὐδʼ ἀπολήγει πρὶν χροὸς ἀνδρομέοιο διελθέμεν. εἰ δὲ θεός περ ἶσον τείνειεν πολέμου τέλος, οὔ κε μάλα ῥέα νικήσειʼ, οὐδʼ εἰ παγχάλκεος εὔχεται εἶναι. τὸν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων· ἥρως ἀλλʼ ἄγε καὶ σὺ θεοῖς αἰειγενέτῃσιν εὔχεο· καὶ δὲ σέ φασι Διὸς κούρης Ἀφροδίτης ἐκγεγάμεν, κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστίν· ἣ μὲν γὰρ Διός ἐσθʼ, ἣ δʼ ἐξ ἁλίοιο γέροντος. ἀλλʼ ἰθὺς φέρε χαλκὸν ἀτειρέα, μηδέ σε πάμπαν λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ. ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν, βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ. οὐδʼ ἔλαθʼ Ἀγχίσαο πάϊς λευκώλενον Ἥρην ἀντία Πηλεΐωνος ἰὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν· ἣ δʼ ἄμυδις στήσασα θεοὺς μετὰ μῦθον ἔειπε· φράζεσθον δὴ σφῶϊ Ποσείδαον καὶ Ἀθήνη ἐν φρεσὶν ὑμετέρῃσιν, ὅπως ἔσται τάδε ἔργα. Αἰνείας ὅδʼ ἔβη κεκορυθμένος αἴθοπι χαλκῷ ἀντία Πηλεΐωνος, ἀνῆκε δὲ Φοῖβος Ἀπόλλων. ἀλλʼ ἄγεθʼ, ἡμεῖς πέρ μιν ἀποτρωπῶμεν ὀπίσσω αὐτόθεν· ἤ τις ἔπειτα καὶ ἡμείων Ἀχιλῆϊ παρσταίη, δοίη δὲ κράτος μέγα, μηδέ τι θυμῷ δευέσθω, ἵνα εἰδῇ ὅ μιν φιλέουσιν ἄριστοι ἀθανάτων, οἳ δʼ αὖτʼ ἀνεμώλιοι οἳ τὸ πάρος περ Τρωσὶν ἀμύνουσιν πόλεμον καὶ δηϊοτῆτα. πάντες δʼ Οὐλύμποιο κατήλθομεν ἀντιόωντες τῆσδε μάχης, ἵνα μή τι μετὰ Τρώεσσι πάθῃσι σήμερον· ὕστερον αὖτε τὰ πείσεται ἅσσά οἱ αἶσα γιγνομένῳ ἐπένησε λίνῳ ὅτε μιν τέκε μήτηρ. εἰ δʼ Ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκ πεύσεται ὀμφῆς δείσετʼ ἔπειθʼ, ὅτε κέν τις ἐναντίβιον θεὸς ἔλθῃ ἐν πολέμῳ· χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς. τὴν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων· Ἥρη μὴ χαλέπαινε παρʼ ἐκ νόον· οὐδέ τί σε χρή. οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσσαι ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν· ἀλλʼ ἡμεῖς μὲν ἔπειτα καθεζώμεσθα κιόντες ἐκ πάτου ἐς σκοπιήν, πόλεμος δʼ ἄνδρεσσι μελήσει. εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων, ἢ Ἀχιλῆʼ ἴσχωσι καὶ οὐκ εἰῶσι μάχεσθαι, αὐτίκʼ ἔπειτα καὶ ἄμμι παρʼ αὐτόθι νεῖκος ὀρεῖται φυλόπιδος· μάλα δʼ ὦκα διακρινθέντας ὀΐω ἂψ ἴμεν Οὔλυμπον δὲ θεῶν μεθʼ ὁμήγυριν ἄλλων ἡμετέρῃς ὑπὸ χερσὶν ἀναγκαίηφι δαμέντας. ὣς ἄρα φωνήσας ἡγήσατο κυανοχαίτης τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο ὑψηλόν, τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη ποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο, ὁππότε μιν σεύαιτο ἀπʼ ἠϊόνος πεδίον δέ. ἔνθα Ποσειδάων κατʼ ἄρʼ ἕζετο καὶ θεοὶ ἄλλοι, ἀμφὶ δʼ ἄρʼ ἄρρηκτον νεφέλην ὤμοισιν ἕσαντο· οἳ δʼ ἑτέρωσε καθῖζον ἐπʼ ὀφρύσι Καλλικολώνης ἀμφὶ σὲ ἤϊε Φοῖβε καὶ Ἄρηα πτολίπορθον. ὣς οἳ μέν ῥʼ ἑκάτερθε καθήατο μητιόωντες βουλάς· ἀρχέμεναι δὲ δυσηλεγέος πολέμοιο ὄκνεον ἀμφότεροι, Ζεὺς δʼ ἥμενος ὕψι κέλευε. τῶν δʼ ἅπαν ἐπλήσθη πεδίον καὶ λάμπετο χαλκῷ ἀνδρῶν ἠδʼ ἵππων· κάρκαιρε δὲ γαῖα πόδεσσιν ὀρνυμένων ἄμυδις. δύο δʼ ἀνέρες ἔξοχʼ ἄριστοι ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι Αἰνείας τʼ Ἀγχισιάδης καὶ δῖος Ἀχιλλεύς. Αἰνείας δὲ πρῶτος ἀπειλήσας ἐβεβήκει νευστάζων κόρυθι βριαρῇ· ἀτὰρ ἀσπίδα θοῦριν πρόσθεν ἔχε στέρνοιο, τίνασσε δὲ χάλκεον ἔγχος. Πηλεΐδης δʼ ἑτέρωθεν ἐναντίον ὦρτο λέων ὣς σίντης, ὅν τε καὶ ἄνδρες ἀποκτάμεναι μεμάασιν ἀγρόμενοι πᾶς δῆμος· ὃ δὲ πρῶτον μὲν ἀτίζων ἔρχεται, ἀλλʼ ὅτε κέν τις ἀρηϊθόων αἰζηῶν δουρὶ βάλῃ ἐάλη τε χανών, περί τʼ ἀφρὸς ὀδόντας γίγνεται, ἐν δέ τέ οἱ κραδίῃ στένει ἄλκιμον ἦτορ, οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν μαστίεται, ἑὲ δʼ αὐτὸν ἐποτρύνει μαχέσασθαι, γλαυκιόων δʼ ἰθὺς φέρεται μένει, ἤν τινα πέφνῃ ἀνδρῶν, ἢ αὐτὸς φθίεται πρώτῳ ἐν ὁμίλῳ· ὣς Ἀχιλῆʼ ὄτρυνε μένος καὶ θυμὸς ἀγήνωρ ἀντίον ἐλθέμεναι μεγαλήτορος Αἰνείαο. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες, τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς· Αἰνεία τί σὺ τόσσον ὁμίλου πολλὸν ἐπελθὼν ἔστης; ἦ σέ γε θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει ἐλπόμενον Τρώεσσιν ἀνάξειν ἱπποδάμοισι τιμῆς τῆς Πριάμου; ἀτὰρ εἴ κεν ἔμʼ ἐξεναρίξῃς, οὔ τοι τοὔνεκά γε Πρίαμος γέρας ἐν χερὶ θήσει· εἰσὶν γάρ οἱ παῖδες, ὃ δʼ ἔμπεδος οὐδʼ ἀεσίφρων. ἦ νύ τί τοι Τρῶες τέμενος τάμον ἔξοχον ἄλλων καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμηαι αἴ κεν ἐμὲ κτείνῃς; χαλεπῶς δέ σʼ ἔολπα τὸ ῥέξειν. ἤδη μὲν σέ γέ φημι καὶ ἄλλοτε δουρὶ φοβῆσαι. ἦ οὐ μέμνῃ ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντα σεῦα κατʼ Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσι καρπαλίμως; τότε δʼ οὔ τι μετατροπαλίζεο φεύγων. ἔνθεν δʼ ἐς Λυρνησσὸν ὑπέκφυγες· αὐτὰρ ἐγὼ τὴν πέρσα μεθορμηθεὶς σὺν Ἀθήνῃ καὶ Διὶ πατρί, ληϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας ἦγον· ἀτὰρ σὲ Ζεὺς ἐρρύσατο καὶ θεοὶ ἄλλοι. ἀλλʼ οὐ νῦν ἐρύεσθαι ὀΐομαι, ὡς ἐνὶ θυμῷ βάλλεαι· ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κελεύω ἐς πληθὺν ἰέναι, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο, πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω. τὸν δʼ αὖτʼ Αἰνείας ἀπαμείβετο φώνησέν τε· Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς ἠμὲν κερτομίας ἠδʼ αἴσυλα μυθήσασθαι. ἴδμεν δʼ ἀλλήλων γενεήν, ἴδμεν δὲ τοκῆας πρόκλυτʼ ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων· ὄψει δʼ οὔτʼ ἄρ πω σὺ ἐμοὺς ἴδες οὔτʼ ἄρʼ ἐγὼ σούς. φασὶ σὲ μὲν Πηλῆος ἀμύμονος ἔκγονον εἶναι, μητρὸς δʼ ἐκ Θέτιδος καλλιπλοκάμου ἁλοσύδνης· αὐτὰρ ἐγὼν υἱὸς μεγαλήτορος Ἀγχίσαο εὔχομαι ἐκγεγάμεν, μήτηρ δέ μοί ἐστʼ Ἀφροδίτη· τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονται σήμερον· οὐ γάρ φημʼ ἐπέεσσί γε νηπυτίοισιν ὧδε διακρινθέντε μάχης ἐξαπονέεσθαι. εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇς ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασι· Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς, κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔ πω Ἴλιος ἱρὴ ἐν πεδίῳ πεπόλιστο πόλις μερόπων ἀνθρώπων, ἀλλʼ ἔθʼ ὑπωρείας ᾤκεον πολυπίδακος Ἴδης. Δάρδανος αὖ τέκεθʼ υἱὸν Ἐριχθόνιον βασιλῆα, ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων· τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο θήλειαι, πώλοισιν ἀγαλλόμεναι ἀταλῇσι. τάων καὶ Βορέης ἠράσσατο βοσκομενάων, ἵππῳ δʼ εἰσάμενος παρελέξατο κυανοχαίτῃ· αἳ δʼ ὑποκυσάμεναι ἔτεκον δυοκαίδεκα πώλους. αἳ δʼ ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν, ἄκρον ἐπʼ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων· ἀλλʼ ὅτε δὴ σκιρτῷεν ἐπʼ εὐρέα νῶτα θαλάσσης, ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον. Τρῶα δʼ Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα· Τρωὸς δʼ αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο Ἶλός τʼ Ἀσσάρακός τε καὶ ἀντίθεος Γανυμήδης, ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων· τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν κάλλεος εἵνεκα οἷο ἵνʼ ἀθανάτοισι μετείη. Ἶλος δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Λαομέδοντα· Λαομέδων δʼ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος· Ἀσσάρακος δὲ Κάπυν, ὃ δʼ ἄρʼ Ἀγχίσην τέκε παῖδα· αὐτὰρ ἔμʼ Ἀγχίσης, Πρίαμος δʼ ἔτεχʼ Ἕκτορα δῖον. ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι. Ζεὺς δʼ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε ὅππως κεν ἐθέλῃσιν· ὃ γὰρ κάρτιστος ἁπάντων. ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς ἑσταότʼ ἐν μέσσῃ ὑσμίνῃ δηϊοτῆτος. ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι πολλὰ μάλʼ, οὐδʼ ἂν νηῦς ἑκατόζυγος ἄχθος ἄροιτο. στρεπτὴ δὲ γλῶσσʼ ἐστὶ βροτῶν, πολέες δʼ ἔνι μῦθοι παντοῖοι, ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα. ὁπποῖόν κʼ εἴπῃσθα ἔπος, τοῖόν κʼ ἐπακούσαις. ἀλλὰ τί ἢ ἔριδας καὶ νείκεα νῶϊν ἀνάγκη νεικεῖν ἀλλήλοισιν ἐναντίον ὥς τε γυναῖκας, αἵ τε χολωσάμεναι ἔριδος πέρι θυμοβόροιο νεικεῦσʼ ἀλλήλῃσι μέσην ἐς ἄγυιαν ἰοῦσαι πόλλʼ ἐτεά τε καὶ οὐκί· χόλος δέ τε καὶ τὰ κελεύει. ἀλκῆς δʼ οὔ μʼ ἐπέεσσιν ἀποτρέψεις μεμαῶτα πρὶν χαλκῷ μαχέσασθαι ἐναντίον· ἀλλʼ ἄγε θᾶσσον γευσόμεθʼ ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν. ἦ ῥα καὶ ἐν δεινῷ σάκει ἤλασεν ὄβριμον ἔγχος σμερδαλέῳ· μέγα δʼ ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκῇ. Πηλεΐδης δὲ σάκος μὲν ἀπὸ ἕο χειρὶ παχείῃ ἔσχετο ταρβήσας· φάτο γὰρ δολιχόσκιον ἔγχος ῥέα διελεύσεσθαι μεγαλήτορος Αἰνείαο νήπιος, οὐδʼ ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸν ὡς οὐ ῥηΐδιʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα ἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐδʼ ὑποείκειν. οὐδὲ τότʼ Αἰνείαο δαΐφρονος ὄβριμον ἔγχος ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε, δῶρα θεοῖο· ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύχας, αἳ δʼ ἄρʼ ἔτι τρεῖς ἦσαν, ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων, τὰς δύο χαλκείας, δύο δʼ ἔνδοθι κασσιτέροιο, τὴν δὲ μίαν χρυσῆν, τῇ ῥʼ ἔσχετο μείλινον ἔγχος. δεύτερος αὖτʼ Ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος, καὶ βάλεν Αἰνείαο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην ἄντυγʼ ὕπο πρώτην, ᾗ λεπτότατος θέε χαλκός, λεπτοτάτη δʼ ἐπέην ῥινὸς βοός· ἣ δὲ διὰ πρὸ Πηλιὰς ἤϊξεν μελίη, λάκε δʼ ἀσπὶς ὑπʼ αὐτῆς. Αἰνείας δʼ ἐάλη καὶ ἀπὸ ἕθεν ἀσπίδʼ ἀνέσχε δείσας· ἐγχείη δʼ ἄρʼ ὑπὲρ νώτου ἐνὶ γαίῃ ἔστη ἱεμένη, διὰ δʼ ἀμφοτέρους ἕλε κύκλους ἀσπίδος ἀμφιβρότης· ὃ δʼ ἀλευάμενος δόρυ μακρὸν ἔστη, κὰδ δʼ ἄχος οἱ χύτο μυρίον ὀφθαλμοῖσι, ταρβήσας ὅ οἱ ἄγχι πάγη βέλος. αὐτὰρ Ἀχιλλεὺς ἐμμεμαὼς ἐπόρουσεν ἐρυσσάμενος ξίφος ὀξὺ σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶ Αἰνείας, μέγα ἔργον, ὃ οὐ δύο γʼ ἄνδρε φέροιεν, οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος. ἔνθά κεν Αἰνείας μὲν ἐπεσσύμενον βάλε πέτρῳ ἢ κόρυθʼ ἠὲ σάκος, τό οἱ ἤρκεσε λυγρὸν ὄλεθρον, τὸν δέ κε Πηλεΐδης σχεδὸν ἄορι θυμὸν ἀπηύρα, εἰ μὴ ἄρʼ ὀξὺ νόησε Ποσειδάων ἐνοσίχθων· αὐτίκα δʼ ἀθανάτοισι θεοῖς μετὰ μῦθον ἔειπεν· ὢ πόποι ἦ μοι ἄχος μεγαλήτορος Αἰνείαο, ὃς τάχα Πηλεΐωνι δαμεὶς Ἄϊδος δὲ κάτεισι πειθόμενος μύθοισιν Ἀπόλλωνος ἑκάτοιο νήπιος, οὐδέ τί οἱ χραισμήσει λυγρὸν ὄλεθρον. ἀλλὰ τί ἢ νῦν οὗτος ἀναίτιος ἄλγεα πάσχει μὰψ ἕνεκʼ ἀλλοτρίων ἀχέων, κεχαρισμένα δʼ αἰεὶ δῶρα θεοῖσι δίδωσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν; ἀλλʼ ἄγεθʼ ἡμεῖς πέρ μιν ὑπὲκ θανάτου ἀγάγωμεν, μή πως καὶ Κρονίδης κεχολώσεται, αἴ κεν Ἀχιλλεὺς τόνδε κατακτείνῃ· μόριμον δέ οἵ ἐστʼ ἀλέασθαι, ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληται Δαρδάνου, ὃν Κρονίδης περὶ πάντων φίλατο παίδων οἳ ἕθεν ἐξεγένοντο γυναικῶν τε θνητάων. ἤδη γὰρ Πριάμου γενεὴν ἔχθηρε Κρονίων· νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει καὶ παίδων παῖδες, τοί κεν μετόπισθε γένωνται. τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη· ἐννοσίγαιʼ, αὐτὸς σὺ μετὰ φρεσὶ σῇσι νόησον Αἰνείαν ἤ κέν μιν ἐρύσσεαι ἦ κεν ἐάσῃς Πηλεΐδῃ Ἀχιλῆϊ δαμήμεναι, ἐσθλὸν ἐόντα. ἤτοι μὲν γὰρ νῶϊ πολέας ὠμόσσαμεν ὅρκους πᾶσι μετʼ ἀθανάτοισιν ἐγὼ καὶ Παλλὰς Ἀθήνη μή ποτʼ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ, μηδʼ ὁπότʼ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται καιομένη, καίωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε Ποσειδάων ἐνοσίχθων, βῆ ῥʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων, ἷξε δʼ ὅθʼ Αἰνείας ἠδʼ ὃ κλυτὸς ἦεν Ἀχιλλεύς. αὐτίκα τῷ μὲν ἔπειτα κατʼ ὀφθαλμῶν χέεν ἀχλὺν Πηλεΐδῃ Ἀχιλῆϊ· ὃ δὲ μελίην εὔχαλκον ἀσπίδος ἐξέρυσεν μεγαλήτορος Αἰνείαο· καὶ τὴν μὲν προπάροιθε ποδῶν Ἀχιλῆος ἔθηκεν, Αἰνείαν δʼ ἔσσευεν ἀπὸ χθονὸς ὑψόσʼ ἀείρας. πολλὰς δὲ στίχας ἡρώων, πολλὰς δὲ καὶ ἵππων Αἰνείας ὑπερᾶλτο θεοῦ ἀπὸ χειρὸς ὀρούσας, ἷξε δʼ ἐπʼ ἐσχατιὴν πολυάϊκος πολέμοιο, ἔνθά τε Καύκωνες πόλεμον μέτα θωρήσσοντο. τῷ δὲ μάλʼ ἐγγύθεν ἦλθε Ποσειδάων ἐνοσίχθων, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· Αἰνεία, τίς σʼ ὧδε θεῶν ἀτέοντα κελεύει ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι, ὃς σεῦ ἅμα κρείσσων καὶ φίλτερος ἀθανάτοισιν; ἀλλʼ ἀναχωρῆσαι ὅτε κεν συμβλήσεαι αὐτῷ, μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος εἰσαφίκηαι. αὐτὰρ ἐπεί κʼ Ἀχιλεὺς θάνατον καὶ πότμον ἐπίσπῃ, θαρσήσας δὴ ἔπειτα μετὰ πρώτοισι μάχεσθαι· οὐ μὲν γάρ τίς σʼ ἄλλος Ἀχαιῶν ἐξεναρίξει. ὣς εἰπὼν λίπεν αὐτόθʼ, ἐπεὶ διεπέφραδε πάντα. αἶψα δʼ ἔπειτʼ Ἀχιλῆος ἀπʼ ὀφθαλμῶν σκέδασʼ ἀχλὺν θεσπεσίην· ὃ δʼ ἔπειτα μέγʼ ἔξιδεν ὀφθαλμοῖσιν, ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι· ἔγχος μὲν τόδε κεῖται ἐπὶ χθονός, οὐδέ τι φῶτα λεύσσω, τῷ ἐφέηκα κατακτάμεναι μενεαίνων. ἦ ῥα καὶ Αἰνείας φίλος ἀθανάτοισι θεοῖσιν ἦεν· ἀτάρ μιν ἔφην μὰψ αὔτως εὐχετάασθαι. ἐρρέτω· οὔ οἱ θυμὸς ἐμεῦ ἔτι πειρηθῆναι ἔσσεται, ὃς καὶ νῦν φύγεν ἄσμενος ἐκ θανάτοιο. ἀλλʼ ἄγε δὴ Δαναοῖσι φιλοπτολέμοισι κελεύσας τῶν ἄλλων Τρώων πειρήσομαι ἀντίος ἐλθών. ἦ, καὶ ἐπὶ στίχας ἆλτο, κέλευε δὲ φωτὶ ἑκάστῳ· μηκέτι νῦν Τρώων ἑκὰς ἕστατε δῖοι Ἀχαιοί, ἀλλʼ ἄγʼ ἀνὴρ ἄντʼ ἀνδρὸς ἴτω, μεμάτω δὲ μάχεσθαι. ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι τοσσούσδʼ ἀνθρώπους ἐφέπειν καὶ πᾶσι μάχεσθαι· οὐδέ κʼ Ἄρης, ὅς περ θεὸς ἄμβροτος, οὐδέ κʼ Ἀθήνη τοσσῆσδʼ ὑσμίνης ἐφέποι στόμα καὶ πονέοιτο· ἀλλʼ ὅσσον μὲν ἐγὼ δύναμαι χερσίν τε ποσίν τε καὶ σθένει, οὔ μʼ ἔτι φημὶ μεθησέμεν οὐδʼ ἠβαιόν, ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερές, οὐδέ τινʼ οἴω Τρώων χαιρήσειν, ὅς τις σχεδὸν ἔγχεος ἔλθῃ. ὣς φάτʼ ἐποτρύνων· Τρώεσσι δὲ φαίδιμος Ἕκτωρ κέκλεθʼ ὁμοκλήσας, φάτο δʼ ἴμεναι ἄντʼ Ἀχιλῆος· Τρῶες ὑπέρθυμοι μὴ δείδιτε Πηλεΐωνα. καί κεν ἐγὼ ἐπέεσσι καὶ ἀθανάτοισι μαχοίμην, ἔγχεϊ δʼ ἀργαλέον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσιν. οὐδʼ Ἀχιλεὺς πάντεσσι τέλος μύθοις ἐπιθήσει, ἀλλὰ τὸ μὲν τελέει, τὸ δὲ καὶ μεσσηγὺ κολούει. τοῦ δʼ ἐγὼ ἀντίος εἶμι καὶ εἰ πυρὶ χεῖρας ἔοικεν, εἰ πυρὶ χεῖρας ἔοικε, μένος δʼ αἴθωνι σιδήρῳ. ὣς φάτʼ ἐποτρύνων, οἳ δʼ ἀντίοι ἔγχεʼ ἄειραν Τρῶες· τῶν δʼ ἄμυδις μίχθη μένος, ὦρτο δʼ ἀϋτή. καὶ τότʼ ἄρʼ Ἕκτορα εἶπε παραστὰς Φοῖβος Ἀπόλλων· Ἕκτορ μηκέτι πάμπαν Ἀχιλλῆϊ προμάχιζε, ἀλλὰ κατὰ πληθύν τε καὶ ἐκ φλοίσβοιο δέδεξο, μή πώς σʼ ἠὲ βάλῃ ἠὲ σχεδὸν ἄορι τύψῃ. ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτις ἐδύσετο οὐλαμὸν ἀνδρῶν ταρβήσας, ὅτʼ ἄκουσε θεοῦ ὄπα φωνήσαντος. ἐν δʼ Ἀχιλεὺς Τρώεσσι θόρε φρεσὶν εἱμένος ἀλκὴν σμερδαλέα ἰάχων, πρῶτον δʼ ἕλεν Ἰφιτίωνα ἐσθλὸν Ὀτρυντεΐδην πολέων ἡγήτορα λαῶν, ὃν νύμφη τέκε νηῒς Ὀτρυντῆϊ πτολιπόρθῳ Τμώλῳ ὕπο νιφόεντι Ὕδης ἐν πίονι δήμῳ· τὸν δʼ ἰθὺς μεμαῶτα βάλʼ ἔγχεϊ δῖος Ἀχιλλεὺς μέσσην κὰκ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη, δούπησεν δὲ πεσών, ὃ δʼ ἐπεύξατο δῖος Ἀχιλλεύς· κεῖσαι Ὀτρυντεΐδη πάντων ἐκπαγλότατʼ ἀνδρῶν· ἐνθάδε τοι θάνατος, γενεὴ δέ τοί ἐστʼ ἐπὶ λίμνῃ Γυγαίῃ, ὅθι τοι τέμενος πατρώϊόν ἐστιν Ὕλλῳ ἐπʼ ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι. ὣς ἔφατʼ εὐχόμενος, τὸν δὲ σκότος ὄσσε κάλυψε. τὸν μὲν Ἀχαιῶν ἵπποι ἐπισσώτροις δατέοντο πρώτῃ ἐν ὑσμίνῃ· ὃ δʼ ἐπʼ αὐτῷ Δημολέοντα ἐσθλὸν ἀλεξητῆρα μάχης Ἀντήνορος υἱὸν νύξε κατὰ κρόταφον, κυνέης διὰ χαλκοπαρῄου. οὐδʼ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διʼ αὐτῆς αἰχμὴ ἱεμένη ῥῆξʼ ὀστέον, ἐγκέφαλος δὲ ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα. Ἱπποδάμαντα δʼ ἔπειτα καθʼ ἵππων ἀΐξαντα πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρί. αὐτὰρ ὃ θυμὸν ἄϊσθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦρος ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα κούρων ἑλκόντων· γάνυται δέ τε τοῖς ἐνοσίχθων· ὣς ἄρα τόν γʼ ἐρυγόντα λίπʼ ὀστέα θυμὸς ἀγήνωρ· αὐτὰρ ὃ βῆ σὺν δουρὶ μετʼ ἀντίθεον Πολύδωρον Πριαμίδην. τὸν δʼ οὔ τι πατὴρ εἴασκε μάχεσθαι, οὕνεκά οἱ μετὰ παισὶ νεώτατος ἔσκε γόνοιο, καί οἱ φίλτατος ἔσκε, πόδεσσι δὲ πάντας ἐνίκα δὴ τότε νηπιέῃσι ποδῶν ἀρετὴν ἀναφαίνων θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν. τὸν βάλε μέσσον ἄκοντι ποδάρκης δῖος Ἀχιλλεὺς νῶτα παραΐσσοντος, ὅθι ζωστῆρος ὀχῆες χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ· ἀντικρὺ δὲ διέσχε παρʼ ὀμφαλὸν ἔγχεος αἰχμή, γνὺξ δʼ ἔριπʼ οἰμώξας, νεφέλη δέ μιν ἀμφεκάλυψε κυανέη, προτὶ οἷ δʼ ἔλαβʼ ἔντερα χερσὶ λιασθείς. Ἕκτωρ δʼ ὡς ἐνόησε κασίγνητον Πολύδωρον ἔντερα χερσὶν ἔχοντα λιαζόμενον ποτὶ γαίη κάρ ῥά οἱ ὀφθαλμῶν κέχυτʼ ἀχλύς· οὐδʼ ἄρʼ ἔτʼ ἔτλη δηρὸν ἑκὰς στρωφᾶσθʼ, ἀλλʼ ἀντίος ἦλθʼ Ἀχιλῆϊ ὀξὺ δόρυ κραδάων φλογὶ εἴκελος· αὐτὰρ Ἀχιλλεὺς ὡς εἶδʼ, ὣς ἀνεπᾶλτο, καὶ εὐχόμενος ἔπος ηὔδα· ἐγγὺς ἀνὴρ ὃς ἐμόν γε μάλιστʼ ἐσεμάσσατο θυμόν, ὅς μοι ἑταῖρον ἔπεφνε τετιμένον· οὐδʼ ἂν ἔτι δὴν ἀλλήλους πτώσσοιμεν ἀνὰ πτολέμοιο γεφύρας. ἦ, καὶ ὑπόδρα ἰδὼν προσεφώνεεν Ἕκτορα δῖον· ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι. τὸν δʼ οὐ ταρβήσας προσέφη κορυθαίολος Ἕκτωρ· Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς ἠμὲν κερτομίας ἠδʼ αἴσυλα μυθήσασθαι. οἶδα δʼ ὅτι σὺ μὲν ἐσθλός, ἐγὼ δὲ σέθεν πολὺ χείρων. ἀλλʼ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται, αἴ κέ σε χειρότερός περ ἐὼν ἀπὸ θυμὸν ἕλωμαι δουρὶ βαλών, ἐπεὶ ἦ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν. ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δόρυ, καὶ τό γʼ Ἀθήνη πνοιῇ Ἀχιλλῆος πάλιν ἔτραπε κυδαλίμοιο ἦκα μάλα ψύξασα· τὸ δʼ ἂψ ἵκεθʼ Ἕκτορα δῖον, αὐτοῦ δὲ προπάροιθε ποδῶν πέσεν. αὐτὰρ Ἀχιλλεὺς ἐμμεμαὼς ἐπόρουσε κατακτάμεναι μενεαίνων, σμερδαλέα ἰάχων· τὸν δʼ ἐξήρπαξεν Ἀπόλλων ῥεῖα μάλʼ ὥς τε θεός, ἐκάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ. τρὶς μὲν ἔπειτʼ ἐπόρουσε ποδάρκης δῖος Ἀχιλλεὺς ἔγχεϊ χαλκείῳ, τρὶς δʼ ἠέρα τύψε βαθεῖαν. ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος, δεινὰ δʼ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα· ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι ἦλθε κακόν· νῦν αὖτέ σʼ ἐρύσατο Φοῖβος Ἀπόλλων, ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων. ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας, εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι. νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω. ὣς εἰπὼν Δρύοπʼ οὖτα κατʼ αὐχένα μέσσον ἄκοντι· ἤριπε δὲ προπάροιθε ποδῶν· ὃ δὲ τὸν μὲν ἔασε, Δημοῦχον δὲ Φιλητορίδην ἠΰν τε μέγαν τε κὰγ γόνυ δουρὶ βαλὼν ἠρύκακε. τὸν μὲν ἔπειτα οὐτάζων ξίφεϊ μεγάλῳ ἐξαίνυτο θυμόν· αὐτὰρ ὃ Λαόγονον καὶ Δάρδανον υἷε Βίαντος ἄμφω ἐφορμηθεὶς ἐξ ἵππων ὦσε χαμᾶζε, τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν ἄορι τύψας. Τρῶα δʼ Ἀλαστορίδην, ὃ μὲν ἀντίος ἤλυθε γούνων, εἴ πώς εὑ πεφίδοιτο λαβὼν καὶ ζωὸν ἀφείη μηδὲ κατακτείνειεν ὁμηλικίην ἐλεήσας, νήπιος, οὐδὲ τὸ ᾔδη ὃ οὐ πείσεσθαι ἔμελλεν· οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδʼ ἀγανόφρων, ἀλλὰ μάλʼ ἐμμεμαώς· ὃ μὲν ἥπτετο χείρεσι γούνων ἱέμενος λίσσεσθʼ, ὃ δὲ φασγάνῳ οὖτα καθʼ ἧπαρ· ἐκ δέ οἱ ἧπαρ ὄλισθεν, ἀτὰρ μέλαν αἷμα κατʼ αὐτοῦ κόλπον ἐνέπλησεν· τὸν δὲ σκότος ὄσσε κάλυψε θυμοῦ δευόμενον· ὃ δὲ Μούλιον οὖτα παραστὰς δουρὶ κατʼ οὖς· εἶθαρ δὲ διʼ οὔατος ἦλθʼ ἑτέροιο αἰχμὴ χαλκείη· ὃ δʼ Ἀγήνορος υἱὸν Ἔχεκλον μέσσην κὰκ κεφαλὴν ξίφει ἤλασε κωπήεντι, πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατʼ ὄσσε ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή. Δευκαλίωνα δʼ ἔπειθʼ, ἵνα τε ξυνέχουσι τένοντες ἀγκῶνος, τῇ τόν γε φίλης διὰ χειρὸς ἔπειρεν αἰχμῇ χαλκείῃ· ὃ δέ μιν μένε χεῖρα βαρυνθεὶς πρόσθʼ ὁρόων θάνατον· ὃ δὲ φασγάνῳ αὐχένα θείνας τῆλʼ αὐτῇ πήληκι κάρη βάλε· μυελὸς αὖτε σφονδυλίων ἔκπαλθʼ, ὃ δʼ ἐπὶ χθονὶ κεῖτο τανυσθείς. αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετʼ ἀμύμονα Πείρεω υἱὸν Ῥίγμον, ὃς ἐκ Θρῄκης ἐριβώλακος εἰληλούθει· τὸν βάλε μέσσον ἄκοντι, πάγη δʼ ἐν νηδύϊ χαλκός, ἤριπε δʼ ἐξ ὀχέων· ὃ δʼ Ἀρηΐθοον θεράποντα ἂψ ἵππους στρέψαντα μετάφρενον ὀξέϊ δουρὶ νύξʼ, ἀπὸ δʼ ἅρματος ὦσε· κυκήθησαν δέ οἱ ἵπποι. ὡς δʼ ἀναμαιμάει βαθέʼ ἄγκεα θεσπιδαὲς πῦρ οὔρεος ἀζαλέοιο, βαθεῖα δὲ καίεται ὕλη, πάντῃ τε κλονέων ἄνεμος φλόγα εἰλυφάζει, ὣς ὅ γε πάντῃ θῦνε σὺν ἔγχεϊ δαίμονι ἶσος κτεινομένους ἐφέπων· ῥέε δʼ αἵματι γαῖα μέλαινα. ὡς δʼ ὅτε τις ζεύξῃ βόας ἄρσενας εὐρυμετώπους τριβέμεναι κρῖ λευκὸν ἐϋκτιμένῃ ἐν ἀλωῇ, ῥίμφά τε λέπτʼ ἐγένοντο βοῶν ὑπὸ πόσσʼ ἐριμύκων, ὣς ὑπʼ Ἀχιλλῆος μεγαθύμου μώνυχες ἵπποι στεῖβον ὁμοῦ νέκυάς τε καὶ ἀσπίδας· αἵματι δʼ ἄξων νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,