<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="19"><q><l n="307">ἄσασθαι φίλον ἦτορ, ἐπεί μʼ ἄχος αἰνὸν ἱκάνει·</l><l n="308">δύντα δʼ ἐς ἠέλιον μενέω καὶ τλήσομαι ἔμπης.</l><milestone ed="p" n="309" unit="card"/></q><l n="309"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἄλλους μὲν ἀπεσκέδασεν βασιλῆας,</l><l n="310">δοιὼ δʼ Ἀτρεΐδα μενέτην καὶ δῖος Ὀδυσσεὺς</l><l n="311">Νέστωρ Ἰδομενεύς τε γέρων θʼ ἱππηλάτα Φοῖνιξ</l><l n="312">τέρποντες πυκινῶς ἀκαχήμενον· οὐδέ τι θυμῷ</l><l n="313">τέρπετο, πρὶν πολέμου στόμα δύμεναι αἱματόεντος.</l><l n="314">μνησάμενος δʼ ἁδινῶς ἀνενείκατο φώνησέν τε·</l><q><l n="315">ἦ ῥά νύ μοί ποτε καὶ σὺ δυσάμμορε φίλταθʼ ἑταίρων</l><l n="316">αὐτὸς ἐνὶ κλισίῃ λαρὸν παρὰ δεῖπνον ἔθηκας</l><l n="317">αἶψα καὶ ὀτραλέως, ὁπότε σπερχοίατʼ Ἀχαιοὶ</l><l n="318">Τρωσὶν ἐφʼ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.</l><l n="319">νῦν δὲ σὺ μὲν κεῖσαι δεδαϊγμένος, αὐτὰρ ἐμὸν κῆρ</l><l n="320">ἄκμηνον πόσιος καὶ ἐδητύος, ἔνδον ἐόντων,</l><l n="321">σῇ ποθῇ· οὐ μὲν γάρ τι κακώτερον ἄλλο πάθοιμι,</l><l n="322">οὐδʼ εἴ κεν τοῦ πατρὸς ἀποφθιμένοιο πυθοίμην,</l><l n="323">ὅς που νῦν Φθίηφι τέρεν κατὰ δάκρυον εἴβει</l><l n="324">χήτεϊ τοιοῦδʼ υἷος· ὃ δʼ ἀλλοδαπῷ ἐνὶ δήμῳ</l><l n="325">εἵνεκα ῥιγεδανῆς Ἑλένης Τρωσὶν πολεμίζω·</l><l n="326">ἠὲ τὸν ὃς Σκύρῳ μοι ἔνι τρέφεται φίλος υἱός,</l><l n="327">εἴ που ἔτι ζώει γε Νεοπτόλεμος θεοειδής.</l><l n="328">πρὶν μὲν γάρ μοι θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει</l><l n="329">οἶον ἐμὲ φθίσεσθαι ἀπʼ Ἄργεος ἱπποβότοιο</l><l n="330">αὐτοῦ ἐνὶ Τροίῃ, σὲ δέ τε Φθίην δὲ νέεσθαι,</l><l n="331">ὡς ἄν μοι τὸν παῖδα θοῇ ἐνὶ νηῒ μελαίνῃ</l><l n="332">Σκυρόθεν ἐξαγάγοις καί οἱ δείξειας ἕκαστα</l><l n="333">κτῆσιν ἐμὴν δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.</l><l n="334">ἤδη γὰρ Πηλῆά γʼ ὀΐομαι ἢ κατὰ πάμπαν</l><l n="335">τεθνάμεν, ἤ που τυτθὸν ἔτι ζώοντʼ ἀκάχησθαι</l><l n="336">γήραΐ τε στυγερῷ καὶ ἐμὴν ποτιδέγμενον αἰεὶ</l><l n="337">λυγρὴν ἀγγελίην, ὅτʼ ἀποφθιμένοιο πύθηται.</l></q><l n="338"><milestone ed="P" unit="para"/>ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο γέροντες,</l><l n="339">μνησάμενοι τὰ ἕκαστος ἐνὶ μεγάροισιν ἔλειπον·</l><l n="340">μυρομένους δʼ ἄρα τούς γε ἰδὼν ἐλέησε Κρονίων,</l><l n="341">αἶψα δʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="342">τέκνον ἐμόν, δὴ πάμπαν ἀποίχεαι ἀνδρὸς ἑῆος.</l><l n="343">ἦ νύ τοι οὐκέτι πάγχυ μετὰ φρεσὶ μέμβλετʼ Ἀχιλλεύς;</l><l n="344">κεῖνος ὅ γε προπάροιθε νεῶν ὀρθοκραιράων</l><l n="345">ἧσται ὀδυρόμενος ἕταρον φίλον· οἳ δὲ δὴ ἄλλοι</l><l n="346">οἴχονται μετὰ δεῖπνον, ὃ δʼ ἄκμηνος καὶ ἄπαστος.</l><l n="347">ἀλλʼ ἴθι οἱ νέκτάρ τε καὶ ἀμβροσίην ἐρατεινὴν</l><l n="348">στάξον ἐνὶ στήθεσσʼ, ἵνα μή μιν λιμὸς ἵκηται.</l><milestone ed="p" n="349" unit="card"/></q><l n="349"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην·</l><l n="350">ἣ δʼ ἅρπῃ ἐϊκυῖα τανυπτέρυγι λιγυφώνῳ</l><l n="351">οὐρανοῦ ἐκκατεπᾶλτο διʼ αἰθέρος. αὐτὰρ Ἀχαιοὶ</l><l n="352">αὐτίκα θωρήσσοντο κατὰ στρατόν· ἣ δʼ Ἀχιλῆϊ</l><l n="353">νέκταρ ἐνὶ στήθεσσι καὶ ἀμβροσίην ἐρατεινὴν</l><l n="354">στάξʼ, ἵνα μή μιν λιμὸς ἀτερπὴς γούναθʼ ἵκοιτο·</l><l n="355">αὐτὴ δὲ πρὸς πατρὸς ἐρισθενέος πυκινὸν δῶ</l><l n="356">ᾤχετο, τοὶ δʼ ἀπάνευθε νεῶν ἐχέοντο θοάων.</l><l n="357">ὡς δʼ ὅτε ταρφειαὶ νιφάδες Διὸς ἐκποτέονται</l><l n="358">ψυχραὶ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,</l><l n="359">ὣς τότε ταρφειαὶ κόρυθες λαμπρὸν γανόωσαι</l><l n="360">νηῶν ἐκφορέοντο καὶ ἀσπίδες ὀμφαλόεσσαι</l><l n="361">θώρηκές τε κραταιγύαλοι καὶ μείλινα δοῦρα.</l><l n="362">αἴγλη δʼ οὐρανὸν ἷκε, γέλασσε δὲ πᾶσα περὶ χθὼν</l><l n="363">χαλκοῦ ὑπὸ στεροπῆς· ὑπὸ δὲ κτύπος ὄρνυτο ποσσὶν</l><l n="364">ἀνδρῶν· ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεύς.</l><l n="365">τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε, τὼ δέ οἱ ὄσσε</l><l n="366">λαμπέσθην ὡς εἴ τε πυρὸς σέλας, ἐν δέ οἱ ἦτορ</l><l n="367">δῦνʼ ἄχος ἄτλητον· ὃ δʼ ἄρα Τρωσὶν μενεαίνων</l><l n="368">δύσετο δῶρα θεοῦ, τά οἱ Ἥφαιστος κάμε τεύχων.</l><l n="369">κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε</l><l n="370">καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·</l><l n="371">δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν.</l><l n="372">ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον</l><l n="373">χάλκεον· αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε</l></div></div></body></text></TEI>