<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="19"><l n="240">καὶ Κρειοντιάδην Λυκομήδεα καὶ Μελάνιππον·</l><l n="241">βὰν δʼ ἴμεν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο.</l><l n="242">αὐτίκʼ ἔπειθʼ ἅμα μῦθος ἔην, τετέλεστο δὲ ἔργον·</l><l n="243">ἑπτὰ μὲν ἐκ κλισίης τρίποδας φέρον, οὕς οἱ ὑπέστη,</l><l n="244">αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους·</l><l n="245">ἐκ δʼ ἄγον αἶψα γυναῖκας ἀμύμονα ἔργα ἰδυίας</l><l n="246">ἕπτʼ, ἀτὰρ ὀγδοάτην Βρισηΐδα καλλιπάρῃον.</l><l n="247">χρυσοῦ δὲ στήσας Ὀδυσεὺς δέκα πάντα τάλαντα</l><l n="248">ἦρχʼ, ἅμα δʼ ἄλλοι δῶρα φέρον κούρητες Ἀχαιῶν.</l><l n="249">καὶ τὰ μὲν ἐν μέσσῃ ἀγορῇ θέσαν, ἂν δʼ Ἀγαμέμνων</l><l n="250">ἵστατο· Ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδὴν</l><l n="251">κάπρον ἔχων ἐν χερσὶ παρίστατο ποιμένι λαῶν.</l><l n="252">Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,</l><l n="253">ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο,</l><l n="254">κάπρου ἀπὸ τρίχας ἀρξάμενος Διὶ χεῖρας ἀνασχὼν</l><l n="255">εὔχετο· τοὶ δʼ ἄρα πάντες ἐπʼ αὐτόφιν εἵατο σιγῇ</l><l n="256">Ἀργεῖοι κατὰ μοῖραν ἀκούοντες βασιλῆος.</l><l n="257">εὐξάμενος δʼ ἄρα εἶπεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·</l><q><l n="258">ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ὕπατος καὶ ἄριστος</l><l n="259">Γῆ τε καὶ Ἠέλιος καὶ Ἐρινύες, αἵ θʼ ὑπὸ γαῖαν</l><l n="260">ἀνθρώπους τίνυνται, ὅτις κʼ ἐπίορκον ὀμόσσῃ,</l><l n="261">μὴ μὲν ἐγὼ κούρῃ Βρισηΐδι χεῖρʼ ἐπένεικα,</l><l n="262">οὔτʼ εὐνῆς πρόφασιν κεχρημένος οὔτέ τευ ἄλλου.</l><l n="263">ἀλλʼ ἔμενʼ ἀπροτίμαστος ἐνὶ κλισίῃσιν ἐμῇσιν.</l><l n="264">εἰ δέ τι τῶνδʼ ἐπίορκον ἐμοὶ θεοὶ ἄλγεα δοῖεν</l><l n="265">πολλὰ μάλʼ, ὅσσα διδοῦσιν ὅτίς σφʼ ἀλίτηται ὀμόσσας.</l></q><l n="266"><milestone ed="P" unit="para"/>ἦ, καὶ ἀπὸ στόμαχον κάπρου τάμε νηλέϊ χαλκῷ.</l><l n="267">τὸν μὲν Ταλθύβιος πολιῆς ἁλὸς ἐς μέγα λαῖτμα</l><l n="268">ῥῖψʼ ἐπιδινήσας βόσιν ἰχθύσιν· αὐτὰρ Ἀχιλλεὺς</l><l n="269">ἀνστὰς Ἀργείοισι φιλοπτολέμοισι μετηύδα·</l><q><l n="270">Ζεῦ πάτερ ἦ μεγάλας ἄτας ἄνδρεσσι διδοῖσθα·</l><l n="271">οὐκ ἂν δή ποτε θυμὸν ἐνὶ στήθεσσιν ἐμοῖσιν</l><l n="272">Ἀτρεΐδης ὤρινε διαμπερές, οὐδέ κε κούρην</l><l n="273">ἦγεν ἐμεῦ ἀέκοντος ἀμήχανος· ἀλλά ποθι Ζεὺς</l><l n="274">ἤθελʼ Ἀχαιοῖσιν θάνατον πολέεσσι γενέσθαι.</l><l n="275">νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα.</l><milestone ed="p" n="276" unit="card"/></q><l n="276"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἐφώνησεν, λῦσεν δʼ ἀγορὴν αἰψηρήν.</l><l n="277">οἳ μὲν ἄρʼ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,</l><l n="278">δῶρα δὲ Μυρμιδόνες μεγαλήτορες ἀμφεπένοντο,</l><l n="279">βὰν δʼ ἐπὶ νῆα φέροντες Ἀχιλλῆος θείοιο.</l><l n="280">καὶ τὰ μὲν ἐν κλισίῃσι θέσαν, κάθισαν δὲ γυναῖκας,</l><l n="281">ἵππους δʼ εἰς ἀγέλην ἔλασαν θεράποντες ἀγαυοί.</l><l n="282"><milestone ed="P" unit="para"/>Βρισηῒς δʼ ἄρʼ ἔπειτʼ ἰκέλη χρυσέῃ Ἀφροδίτῃ</l><l n="283">ὡς ἴδε Πάτροκλον δεδαϊγμένον ὀξέϊ χαλκῷ,</l><l n="284">ἀμφʼ αὐτῷ χυμένη λίγʼ ἐκώκυε, χερσὶ δʼ ἄμυσσε</l><l n="285">στήθεά τʼ ἠδʼ ἁπαλὴν δειρὴν ἰδὲ καλὰ πρόσωπα.</l><l n="286">εἶπε δʼ ἄρα κλαίουσα γυνὴ ἐϊκυῖα θεῇσι·</l><q><l n="287">Πάτροκλέ μοι δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ</l><l n="288">ζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα,</l><l n="289">νῦν δέ σε τεθνηῶτα κιχάνομαι ὄρχαμε λαῶν</l><l n="290">ἂψ ἀνιοῦσʼ· ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί.</l><l n="291">ἄνδρα μὲν ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ</l><l n="292">εἶδον πρὸ πτόλιος δεδαϊγμένον ὀξέϊ χαλκῷ,</l><l n="293">τρεῖς τε κασιγνήτους, τούς μοι μία γείνατο μήτηρ,</l><l n="294">κηδείους, οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον.</l><l n="295">οὐδὲ μὲν οὐδέ μʼ ἔασκες, ὅτʼ ἄνδρʼ ἐμὸν ὠκὺς Ἀχιλλεὺς</l><l n="296">ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος,</l><l n="297">κλαίειν, ἀλλά μʼ ἔφασκες Ἀχιλλῆος θείοιο</l><l n="298">κουριδίην ἄλοχον θήσειν, ἄξειν τʼ ἐνὶ νηυσὶν</l><l n="299">ἐς Φθίην, δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι.</l><l n="300">τώ σʼ ἄμοτον κλαίω τεθνηότα μείλιχον αἰεί.</l></q><l n="301"><milestone ed="P" unit="para"/>ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες</l><l n="302">Πάτροκλον πρόφασιν, σφῶν δʼ αὐτῶν κήδεʼ ἑκάστη.</l><l n="303">αὐτὸν δʼ ἀμφὶ γέροντες Ἀχαιῶν ἠγερέθοντο</l><l n="304">λισσόμενοι δειπνῆσαι· ὃ δʼ ἠρνεῖτο στεναχίζων·</l><q><l n="305">λίσσομαι, εἴ τις ἔμοιγε φίλων ἐπιπείθεθʼ ἑταίρων,</l><l n="306">μή με πρὶν σίτοιο κελεύετε μηδὲ ποτῆτος</l></q></div></div></body></text></TEI>