καὶ Κρειοντιάδην Λυκομήδεα καὶ Μελάνιππον· βὰν δʼ ἴμεν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο. αὐτίκʼ ἔπειθʼ ἅμα μῦθος ἔην, τετέλεστο δὲ ἔργον· ἑπτὰ μὲν ἐκ κλισίης τρίποδας φέρον, οὕς οἱ ὑπέστη, αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους· ἐκ δʼ ἄγον αἶψα γυναῖκας ἀμύμονα ἔργα ἰδυίας ἕπτʼ, ἀτὰρ ὀγδοάτην Βρισηΐδα καλλιπάρῃον. χρυσοῦ δὲ στήσας Ὀδυσεὺς δέκα πάντα τάλαντα ἦρχʼ, ἅμα δʼ ἄλλοι δῶρα φέρον κούρητες Ἀχαιῶν. καὶ τὰ μὲν ἐν μέσσῃ ἀγορῇ θέσαν, ἂν δʼ Ἀγαμέμνων ἵστατο· Ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδὴν κάπρον ἔχων ἐν χερσὶ παρίστατο ποιμένι λαῶν. Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν, ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο, κάπρου ἀπὸ τρίχας ἀρξάμενος Διὶ χεῖρας ἀνασχὼν εὔχετο· τοὶ δʼ ἄρα πάντες ἐπʼ αὐτόφιν εἵατο σιγῇ Ἀργεῖοι κατὰ μοῖραν ἀκούοντες βασιλῆος. εὐξάμενος δʼ ἄρα εἶπεν ἰδὼν εἰς οὐρανὸν εὐρύν· ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ὕπατος καὶ ἄριστος Γῆ τε καὶ Ἠέλιος καὶ Ἐρινύες, αἵ θʼ ὑπὸ γαῖαν ἀνθρώπους τίνυνται, ὅτις κʼ ἐπίορκον ὀμόσσῃ, μὴ μὲν ἐγὼ κούρῃ Βρισηΐδι χεῖρʼ ἐπένεικα, οὔτʼ εὐνῆς πρόφασιν κεχρημένος οὔτέ τευ ἄλλου. ἀλλʼ ἔμενʼ ἀπροτίμαστος ἐνὶ κλισίῃσιν ἐμῇσιν. εἰ δέ τι τῶνδʼ ἐπίορκον ἐμοὶ θεοὶ ἄλγεα δοῖεν πολλὰ μάλʼ, ὅσσα διδοῦσιν ὅτίς σφʼ ἀλίτηται ὀμόσσας. ἦ, καὶ ἀπὸ στόμαχον κάπρου τάμε νηλέϊ χαλκῷ. τὸν μὲν Ταλθύβιος πολιῆς ἁλὸς ἐς μέγα λαῖτμα ῥῖψʼ ἐπιδινήσας βόσιν ἰχθύσιν· αὐτὰρ Ἀχιλλεὺς ἀνστὰς Ἀργείοισι φιλοπτολέμοισι μετηύδα· Ζεῦ πάτερ ἦ μεγάλας ἄτας ἄνδρεσσι διδοῖσθα· οὐκ ἂν δή ποτε θυμὸν ἐνὶ στήθεσσιν ἐμοῖσιν Ἀτρεΐδης ὤρινε διαμπερές, οὐδέ κε κούρην ἦγεν ἐμεῦ ἀέκοντος ἀμήχανος· ἀλλά ποθι Ζεὺς ἤθελʼ Ἀχαιοῖσιν θάνατον πολέεσσι γενέσθαι. νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα. ὣς ἄρʼ ἐφώνησεν, λῦσεν δʼ ἀγορὴν αἰψηρήν. οἳ μὲν ἄρʼ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος, δῶρα δὲ Μυρμιδόνες μεγαλήτορες ἀμφεπένοντο, βὰν δʼ ἐπὶ νῆα φέροντες Ἀχιλλῆος θείοιο. καὶ τὰ μὲν ἐν κλισίῃσι θέσαν, κάθισαν δὲ γυναῖκας, ἵππους δʼ εἰς ἀγέλην ἔλασαν θεράποντες ἀγαυοί. Βρισηῒς δʼ ἄρʼ ἔπειτʼ ἰκέλη χρυσέῃ Ἀφροδίτῃ ὡς ἴδε Πάτροκλον δεδαϊγμένον ὀξέϊ χαλκῷ, ἀμφʼ αὐτῷ χυμένη λίγʼ ἐκώκυε, χερσὶ δʼ ἄμυσσε στήθεά τʼ ἠδʼ ἁπαλὴν δειρὴν ἰδὲ καλὰ πρόσωπα. εἶπε δʼ ἄρα κλαίουσα γυνὴ ἐϊκυῖα θεῇσι· Πάτροκλέ μοι δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ ζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα, νῦν δέ σε τεθνηῶτα κιχάνομαι ὄρχαμε λαῶν ἂψ ἀνιοῦσʼ· ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί. ἄνδρα μὲν ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ εἶδον πρὸ πτόλιος δεδαϊγμένον ὀξέϊ χαλκῷ, τρεῖς τε κασιγνήτους, τούς μοι μία γείνατο μήτηρ, κηδείους, οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον. οὐδὲ μὲν οὐδέ μʼ ἔασκες, ὅτʼ ἄνδρʼ ἐμὸν ὠκὺς Ἀχιλλεὺς ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος, κλαίειν, ἀλλά μʼ ἔφασκες Ἀχιλλῆος θείοιο κουριδίην ἄλοχον θήσειν, ἄξειν τʼ ἐνὶ νηυσὶν ἐς Φθίην, δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι. τώ σʼ ἄμοτον κλαίω τεθνηότα μείλιχον αἰεί. ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες Πάτροκλον πρόφασιν, σφῶν δʼ αὐτῶν κήδεʼ ἑκάστη. αὐτὸν δʼ ἀμφὶ γέροντες Ἀχαιῶν ἠγερέθοντο λισσόμενοι δειπνῆσαι· ὃ δʼ ἠρνεῖτο στεναχίζων· λίσσομαι, εἴ τις ἔμοιγε φίλων ἐπιπείθεθʼ ἑταίρων, μή με πρὶν σίτοιο κελεύετε μηδὲ ποτῆτος