<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="19"><l n="20">αὐτίκα μητέρα ἣν ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="21">μῆτερ ἐμὴ τὰ μὲν ὅπλα θεὸς πόρεν οἷʼ ἐπιεικὲς</l><l n="22">ἔργʼ ἔμεν ἀθανάτων, μὴ δὲ βροτὸν ἄνδρα τελέσσαι.</l><l n="23">νῦν δʼ ἤτοι μὲν ἐγὼ θωρήξομαι· ἀλλὰ μάλʼ αἰνῶς</l><l n="24">δείδω μή μοι τόφρα Μενοιτίου ἄλκιμον υἱὸν</l><l n="25">μυῖαι καδδῦσαι κατὰ χαλκοτύπους ὠτειλὰς</l><l n="26">εὐλὰς ἐγγείνωνται, ἀεικίσσωσι δὲ νεκρόν,</l><l n="27">ἐκ δʼ αἰὼν πέφαται, κατὰ δὲ χρόα πάντα σαπήῃ.</l></q><l n="28"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·</l><q><l n="29">τέκνον μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.</l><l n="30">τῷ μὲν ἐγὼ πειρήσω ἀλαλκεῖν ἄγρια φῦλα</l><l n="31">μυίας, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν·</l><l n="32">ἤν περ γὰρ κεῖταί γε τελεσφόρον εἰς ἐνιαυτόν,</l><l n="33">αἰεὶ τῷ γʼ ἔσται χρὼς ἔμπεδος, ἢ καὶ ἀρείων.</l><l n="34">ἀλλὰ σύ γʼ εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς</l><l n="35">μῆνιν ἀποειπὼν Ἀγαμέμνονι ποιμένι λαῶν</l><l n="36">αἶψα μάλʼ ἐς πόλεμον θωρήσσεο, δύσεο δʼ ἀλκήν.</l><milestone ed="p" n="37" unit="card"/></q><l n="37"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασα μένος πολυθαρσὲς ἐνῆκε,</l><l n="38">Πατρόκλῳ δʼ αὖτʼ ἀμβροσίην καὶ νέκταρ ἐρυθρὸν</l><l n="39">στάξε κατὰ ῥινῶν, ἵνα οἱ χρὼς ἔμπεδος εἴη.</l><l n="40"><milestone ed="P" unit="para"/>αὐτὰρ ὃ βῆ παρὰ θῖνα θαλάσσης δῖος Ἀχιλλεὺς</l><l n="41">σμερδαλέα ἰάχων, ὦρσεν δʼ ἥρωας Ἀχαιούς.</l><l n="42">καί ῥʼ οἵ περ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι μένεσκον</l><l n="43">οἵ τε κυβερνῆται καὶ ἔχον οἰήϊα νηῶν</l><l n="44">καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν σίτοιο δοτῆρες,</l><l n="45">καὶ μὴν οἳ τότε γʼ εἰς ἀγορὴν ἴσαν, οὕνεκʼ Ἀχιλλεὺς</l><l n="46">ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς.</l><l n="47">τὼ δὲ δύω σκάζοντε βάτην Ἄρεος θεράποντε</l><l n="48">Τυδεΐδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεὺς</l><l n="49">ἔγχει ἐρειδομένω· ἔτι γὰρ ἔχον ἕλκεα λυγρά·</l><l n="50">κὰδ δὲ μετὰ πρώτῃ ἀγορῇ ἵζοντο κιόντες.</l><l n="51">αὐτὰρ ὃ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="52">ἕλκος ἔχων· καὶ γὰρ τὸν ἐνὶ κρατερῇ ὑσμίνῃ</l><l n="53">οὖτα Κόων Ἀντηνορίδης χαλκήρεϊ δουρί.</l><l n="54">αὐτὰρ ἐπεὶ δὴ πάντες ἀολλίσθησαν Ἀχαιοί,</l><l n="55">τοῖσι δʼ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="56">Ἀτρεΐδη ἦ ἄρ τι τόδʼ ἀμφοτέροισιν ἄρειον</l><l n="57">ἔπλετο σοὶ καὶ ἐμοί, ὅ τε νῶΐ περ ἀχνυμένω κῆρ</l><l n="58">θυμοβόρῳ ἔριδι μενεήναμεν εἵνεκα κούρης;</l><l n="59">τὴν ὄφελʼ ἐν νήεσσι κατακτάμεν Ἄρτεμις ἰῷ</l><l n="60">ἤματι τῷ ὅτʼ ἐγὼν ἑλόμην Λυρνησσὸν ὀλέσσας·</l><l n="61">τώ κʼ οὐ τόσσοι Ἀχαιοὶ ὀδὰξ ἕλον ἄσπετον οὖδας</l><l n="62">δυσμενέων ὑπὸ χερσὶν ἐμεῦ ἀπομηνίσαντος.</l><l n="63">Ἕκτορι μὲν καὶ Τρωσὶ τὸ κέρδιον· αὐτὰρ Ἀχαιοὺς</l><l n="64">δηρὸν ἐμῆς καὶ σῆς ἔριδος μνήσεσθαι ὀΐω.</l><l n="65">ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ</l><l n="66">θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·</l><l n="67">νῦν δʼ ἤτοι μὲν ἐγὼ παύω χόλον, οὐδέ τί με χρὴ</l><l n="68">ἀσκελέως αἰεὶ μενεαινέμεν· ἀλλʼ ἄγε θᾶσσον</l><l n="69">ὄτρυνον πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς,</l><l n="70">ὄφρʼ ἔτι καὶ Τρώων πειρήσομαι ἀντίον ἐλθὼν</l><l n="71">αἴ κʼ ἐθέλωσʼ ἐπὶ νηυσὶν ἰαύειν· ἀλλά τινʼ οἴω</l><l n="72">ἀσπασίως αὐτῶν γόνυ κάμψειν, ὅς κε φύγῃσι</l><l n="73">δηΐου ἐκ πολέμοιο ὑπʼ ἔγχεος ἡμετέροιο.</l><milestone ed="p" n="74" unit="card"/></q><l n="74"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἐχάρησαν ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="75">μῆνιν ἀπειπόντος μεγαθύμου Πηλεΐωνος.</l><l n="76">τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="77">αὐτόθεν ἐξ ἕδρης, οὐδʼ ἐν μέσσοισιν ἀναστάς·</l><q><l n="78">ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος</l><l n="79">ἑσταότος μὲν καλὸν ἀκούειν, οὐδὲ ἔοικεν</l><l n="80">ὑββάλλειν· χαλεπὸν γὰρ ἐπισταμένῳ περ ἐόντι.</l><l n="81">ἀνδρῶν δʼ ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσαι</l><l n="82">ἢ εἴποι; βλάβεται δὲ λιγύς περ ἐὼν ἀγορητής.</l><l n="83">Πηλεΐδῃ μὲν ἐγὼν ἐνδείξομαι· αὐτὰρ οἱ ἄλλοι</l><l n="84">σύνθεσθʼ Ἀργεῖοι, μῦθόν τʼ εὖ γνῶτε ἕκαστος.</l><l n="85">πολλάκι δή μοι τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον</l><l n="86">καί τέ με νεικείεσκον· ἐγὼ δʼ οὐκ αἴτιός εἰμι,</l><l n="87">ἀλλὰ Ζεὺς καὶ Μοῖρα καὶ ἠεροφοῖτις Ἐρινύς,</l><l n="88">οἵ τέ μοι εἰν ἀγορῇ φρεσὶν ἔμβαλον ἄγριον ἄτην,</l><l n="89">ἤματι τῷ ὅτʼ Ἀχιλλῆος γέρας αὐτὸς ἀπηύρων.</l><l n="90">ἀλλὰ τί κεν ῥέξαιμι; θεὸς διὰ πάντα τελευτᾷ.</l><l n="91">πρέσβα Διὸς θυγάτηρ Ἄτη, ἣ πάντας ἀᾶται,</l><l n="92">οὐλομένη· τῇ μέν θʼ ἁπαλοὶ πόδες· οὐ γὰρ ἐπʼ οὔδει</l><l n="93">πίλναται, ἀλλʼ ἄρα ἥ γε κατʼ ἀνδρῶν κράατα βαίνει</l><l n="94">βλάπτουσʼ ἀνθρώπους· κατὰ δʼ οὖν ἕτερόν γε πέδησε.</l><l n="95">καὶ γὰρ δή νύ ποτε Ζεὺς ἄσατο, τόν περ ἄριστον</l><l n="96">ἀνδρῶν ἠδὲ θεῶν φασʼ ἔμμεναι· ἀλλʼ ἄρα καὶ τὸν</l><l n="97">Ἥρη θῆλυς ἐοῦσα δολοφροσύνῃς ἀπάτησεν,</l><l n="98">ἤματι τῷ ὅτʼ ἔμελλε βίην Ἡρακληείην</l><l n="99">Ἀλκμήνη τέξεσθαι ἐϋστεφάνῳ ἐνὶ Θήβῃ.</l><l n="100">ἤτοι ὅ γʼ εὐχόμενος μετέφη πάντεσσι θεοῖσι·</l><q><l n="101">κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,</l><l n="102">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσιν ἀνώγει.</l><l n="103">σήμερον ἄνδρα φόως δὲ μογοστόκος Εἰλείθυια</l><l n="104">ἐκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει,</l><l n="105">τῶν ἀνδρῶν γενεῆς οἵ θʼ αἵματος ἐξ ἐμεῦ εἰσί.</l></q><l n="106">τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·</l><q><l n="107">ψευστήσεις, οὐδʼ αὖτε τέλος μύθῳ ἐπιθήσεις.</l><l n="108">εἰ δʼ ἄγε νῦν μοι ὄμοσσον Ὀλύμπιε καρτερὸν ὅρκον,</l><l n="109">ἦ μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξειν</l><l n="110">ὅς κεν ἐπʼ ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικὸς</l><l n="111">τῶν ἀνδρῶν οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης.</l></q><l n="112">ὣς ἔφατο· Ζεὺς δʼ οὔ τι δολοφροσύνην ἐνόησεν,</l><l n="113">ἀλλʼ ὄμοσεν μέγαν ὅρκον, ἔπειτα δὲ πολλὸν ἀάσθη.</l><milestone ed="p" n="114" unit="card"/><l n="114">Ἥρη δʼ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο,</l><l n="115">καρπαλίμως δʼ ἵκετʼ Ἄργος Ἀχαιικόν, ἔνθʼ ἄρα ᾔδη</l><l n="116">ἰφθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο.</l><l n="117">ἣ δʼ ἐκύει φίλον υἱόν, ὃ δʼ ἕβδομος ἑστήκει μείς·</l><l n="118">ἐκ δʼ ἄγαγε πρὸ φόως δὲ καὶ ἠλιτόμηνον ἐόντα,</l><l n="119">Ἀλκμήνης δʼ ἀπέπαυσε τόκον, σχέθε δʼ Εἰλειθυίας.</l><l n="120">αὐτὴ δʼ ἀγγελέουσα Δία Κρονίωνα προσηύδα·</l><q><l n="121">Ζεῦ πάτερ ἀργικέραυνε ἔπος τί τοι ἐν φρεσὶ θήσω·</l><l n="122">ἤδη ἀνὴρ γέγονʼ ἐσθλὸς ὃς Ἀργείοισιν ἀνάξει</l><l n="123">Εὐρυσθεὺς Σθενέλοιο πάϊς Περσηϊάδαο</l><l n="124">σὸν γένος· οὔ οἱ ἀεικὲς ἀνασσέμεν Ἀργείοισιν.</l></q><l n="125">ὣς φάτο, τὸν δʼ ἄχος ὀξὺ κατὰ φρένα τύψε βαθεῖαν·</l><l n="126">αὐτίκα δʼ εἷλʼ Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο</l><l n="127">χωόμενος φρεσὶν ᾗσι, καὶ ὤμοσε καρτερὸν ὅρκον</l><l n="128">μή ποτʼ ἐς Οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντα</l><l n="129">αὖτις ἐλεύσεσθαι Ἄτην, ἣ πάντας ἀᾶται.</l><l n="130">ὣς εἰπὼν ἔρριψεν ἀπʼ οὐρανοῦ ἀστερόεντος</l><l n="131">χειρὶ περιστρέψας· τάχα δʼ ἵκετο ἔργʼ ἀνθρώπων.</l><l n="132">τὴν αἰεὶ στενάχεσχʼ ὅθʼ ἑὸν φίλον υἱὸν ὁρῷτο</l><l n="133">ἔργον ἀεικὲς ἔχοντα ὑπʼ Εὐρυσθῆος ἀέθλων.</l><l n="134">ὣς καὶ ἐγών, ὅτε δʼ αὖτε μέγας κορυθαίολος Ἕκτωρ</l><l n="135">Ἀργείους ὀλέκεσκεν ἐπὶ πρυμνῇσι νέεσσιν,</l><l n="136">οὐ δυνάμην λελαθέσθʼ Ἄτης ᾗ πρῶτον ἀάσθην.</l><l n="137">ἀλλʼ ἐπεὶ ἀασάμην καί μευ φρένας ἐξέλετο Ζεύς,</l><l n="138">ἂψ ἐθέλω ἀρέσαι, δόμεναί τʼ ἀπερείσιʼ ἄποινα·</l><l n="139">ἀλλʼ ὄρσευ πόλεμον δὲ καὶ ἄλλους ὄρνυθι λαούς.</l><l n="140">δῶρα δʼ ἐγὼν ὅδε πάντα παρασχέμεν ὅσσά τοι ἐλθὼν</l><l n="141">χθιζὸς ἐνὶ κλισίῃσιν ὑπέσχετο δῖος Ὀδυσσεύς.</l><l n="142">εἰ δʼ ἐθέλεις, ἐπίμεινον ἐπειγόμενός περ Ἄρηος,</l><l n="143">δῶρα δέ τοι θεράποντες ἐμῆς παρὰ νηὸς ἑλόντες</l><l n="144">οἴσουσʼ, ὄφρα ἴδηαι ὅ τοι μενοεικέα δώσω.</l></q><l n="145"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="146">Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον</l><l n="147">δῶρα μὲν αἴ κʼ ἐθέλῃσθα παρασχέμεν, ὡς ἐπιεικές,</l><l n="148">ἤ τʼ ἐχέμεν παρὰ σοί· νῦν δὲ μνησώμεθα χάρμης</l><l n="149">αἶψα μάλʼ· οὐ γὰρ χρὴ κλοτοπεύειν ἐνθάδʼ ἐόντας</l><l n="150">οὐδὲ διατρίβειν· ἔτι γὰρ μέγα ἔργον ἄρεκτον·</l><l n="151">ὥς κέ τις αὖτʼ Ἀχιλῆα μετὰ πρώτοισιν ἴδηται</l><l n="152">ἔγχεϊ χαλκείῳ Τρώων ὀλέκοντα φάλαγγας.</l><l n="153">ὧδέ τις ὑμείων μεμνημένος ἀνδρὶ μαχέσθω.</l></q><milestone ed="p" n="154" unit="card"/><l n="154"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·</l><q><l n="155">μὴ δʼ οὕτως, ἀγαθός περ ἐών, θεοείκελʼ Ἀχιλλεῦ</l><l n="156">νήστιας ὄτρυνε προτὶ Ἴλιον υἷας Ἀχαιῶν</l><l n="157">Τρωσὶ μαχησομένους, ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσται</l><l n="158">φύλοπις, εὖτʼ ἂν πρῶτον ὁμιλήσωσι φάλαγγες</l><l n="159">ἀνδρῶν, ἐν δὲ θεὸς πνεύσῃ μένος ἀμφοτέροισιν.</l><l n="160">ἀλλὰ πάσασθαι ἄνωχθι θοῇς ἐπὶ νηυσὶν Ἀχαιοὺς</l><l n="161">σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή.</l><l n="162">οὐ γὰρ ἀνὴρ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="163">ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι·</l><l n="164">εἴ περ γὰρ θυμῷ γε μενοινάᾳ πολεμίζειν,</l><l n="165">ἀλλά τε λάθρῃ γυῖα βαρύνεται, ἠδὲ κιχάνει</l><l n="166">δίψά τε καὶ λιμός, βλάβεται δέ τε γούνατʼ ἰόντι.</l><l n="167">ὃς δέ κʼ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς</l><l n="168">ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζῃ,</l><l n="169">θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν, οὐδέ τι γυῖα</l><l n="170">πρὶν κάμνει πρὶν πάντας ἐρωῆσαι πολέμοιο.</l><l n="171">ἀλλʼ ἄγε λαὸν μὲν σκέδασον καὶ δεῖπνον ἄνωχθι</l><l n="172">ὅπλεσθαι· τὰ δὲ δῶρα ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="173">οἰσέτω ἐς μέσσην ἀγορήν, ἵνα πάντες Ἀχαιοὶ</l><l n="174">ὀφθαλμοῖσιν ἴδωσι, σὺ δὲ φρεσὶ σῇσιν ἰανθῇς.</l><l n="175">ὀμνυέτω δέ τοι ὅρκον ἐν Ἀργείοισιν ἀναστὰς</l><l n="176">μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι·</l><l n="177">ἣ θέμις ἐστὶν ἄναξ ἤ τʼ ἀνδρῶν ἤ τε γυναικῶν·</l><l n="178">καὶ δὲ σοὶ αὐτῷ θυμὸς ἐνὶ φρεσὶν ἵλαος ἔστω.</l><l n="179">αὐτὰρ ἔπειτά σε δαιτὶ ἐνὶ κλισίῃς ἀρεσάσθω</l><l n="180">πιείρῃ, ἵνα μή τι δίκης ἐπιδευὲς ἔχῃσθα.</l><l n="181">Ἀτρεΐδη σὺ δʼ ἔπειτα δικαιότερος καὶ ἐπʼ ἄλλῳ</l><l n="182">ἔσσεαι. οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆα</l><l n="183">ἄνδρʼ ἀπαρέσσασθαι ὅτε τις πρότερος χαλεπήνῃ.</l></q><milestone ed="p" n="184" unit="card"/><l n="184"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="185">χαίρω σεῦ Λαερτιάδη τὸν μῦθον ἀκούσας·</l><l n="186">ἐν μοίρῃ γὰρ πάντα διίκεο καὶ κατέλεξας.</l><l n="187">ταῦτα δʼ ἐγὼν ἐθέλω ὀμόσαι, κέλεται δέ με θυμός,</l><l n="188">οὐδʼ ἐπιορκήσω πρὸς δαίμονος. αὐτὰρ Ἀχιλλεὺς</l><l n="189">μιμνέτω αὐτόθι τεῖος ἐπειγόμενός περ Ἄρηος·</l><l n="190">μίμνετε δʼ ἄλλοι πάντες ἀολλέες, ὄφρά κε δῶρα</l><l n="191">ἐκ κλισίης ἔλθῃσι καὶ ὅρκια πιστὰ τάμωμεν.</l><l n="192">σοὶ δʼ αὐτῷ τόδʼ ἐγὼν ἐπιτέλλομαι ἠδὲ κελεύω·</l><l n="193">κρινάμενος κούρητας ἀριστῆας Παναχαιῶν</l><l n="194">δῶρα ἐμῆς παρὰ νηὸς ἐνεικέμεν, ὅσσʼ Ἀχιλῆϊ</l><l n="195">χθιζὸν ὑπέστημεν δώσειν, ἀγέμεν τε γυναῖκας.</l><l n="196">Ταλθύβιος δέ μοι ὦκα κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν</l><l n="197">κάπρον ἑτοιμασάτω ταμέειν Διί τʼ Ἠελίῳ τε.</l></q><l n="198"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="199">Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον</l><l n="200">ἄλλοτέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαι,</l><l n="201">ὁππότε τις μεταπαυσωλὴ πολέμοιο γένηται</l><l n="202">καὶ μένος οὐ τόσον ᾖσιν ἐνὶ στήθεσσιν ἐμοῖσι.</l><l n="203">νῦν δʼ οἳ μὲν κέαται δεδαϊγμένοι, οὓς ἐδάμασσεν</l><l n="204">Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν,</l><l n="205">ὑμεῖς δʼ ἐς βρωτὺν ὀτρύνετον· ἦ τʼ ἂν ἔγωγε</l><l n="206">νῦν μὲν ἀνώγοιμι πτολεμίζειν υἷας Ἀχαιῶν</l><l n="207">νήστιας ἀκμήνους, ἅμα δʼ ἠελίῳ καταδύντι</l><l n="208">τεύξεσθαι μέγα δόρπον, ἐπὴν τεισαίμεθα λώβην.</l><l n="209">πρὶν δʼ οὔ πως ἂν ἔμοιγε φίλον κατὰ λαιμὸν ἰείη</l><l n="210">οὐ πόσις οὐδὲ βρῶσις ἑταίρου τεθνηῶτος</l><l n="211">ὅς μοι ἐνὶ κλισίῃ δεδαϊγμένος ὀξέϊ χαλκῷ</l><l n="212">κεῖται ἀνὰ πρόθυρον τετραμμένος, ἀμφὶ δʼ ἑταῖροι</l><l n="213">μύρονται· τό μοι οὔ τι μετὰ φρεσὶ ταῦτα μέμηλεν,</l><l n="214">ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν.</l></q><milestone ed="p" n="215" unit="card"/><l n="215"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·</l><q><l n="216">ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατʼ Ἀχαιῶν,</l><l n="217">κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ</l><l n="218">ἔγχει, ἐγὼ δέ κε σεῖο νοήματί γε προβαλοίμην</l><l n="219">πολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.</l><l n="220">τώ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσιν.</l><l n="221">αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν,</l><l n="222">ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν,</l><l n="223">ἄμητος δʼ ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα</l><l n="224">Ζεύς, ὅς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.</l><l n="225">γαστέρι δʼ οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς·</l><l n="226">λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα</l><l n="227">πίπτουσιν· πότε κέν τις ἀναπνεύσειε πόνοιο;</l><l n="228">ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν ὅς κε θάνῃσι</l><l n="229">νηλέα θυμὸν ἔχοντας ἐπʼ ἤματι δακρύσαντας·</l><l n="230">ὅσσοι δʼ ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνται</l><l n="231">μεμνῆσθαι πόσιος καὶ ἐδητύος, ὄφρʼ ἔτι μᾶλλον</l><l n="232">ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεὶ</l><l n="233">ἑσσάμενοι χροῒ χαλκὸν ἀτειρέα. μηδέ τις ἄλλην</l><l n="234">λαῶν ὀτρυντὺν ποτιδέγμενος ἰσχαναάσθω·</l><l n="235">ἥδε γὰρ ὀτρυντὺς κακὸν ἔσσεται ὅς κε λίπηται</l><l n="236">νηυσὶν ἐπʼ Ἀργείων· ἀλλʼ ἀθρόοι ὁρμηθέντες</l><l n="237">Τρωσὶν ἐφʼ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα.</l></q><milestone ed="p" n="238" unit="card"/><l n="238"><milestone ed="P" unit="para"/>ἦ, καὶ Νέστορος υἷας ὀπάσσατο κυδαλίμοιο</l><l n="239">Φυλεΐδην τε Μέγητα Θόαντά τε Μηριόνην τε</l><l n="240">καὶ Κρειοντιάδην Λυκομήδεα καὶ Μελάνιππον·</l><l n="241">βὰν δʼ ἴμεν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο.</l><l n="242">αὐτίκʼ ἔπειθʼ ἅμα μῦθος ἔην, τετέλεστο δὲ ἔργον·</l><l n="243">ἑπτὰ μὲν ἐκ κλισίης τρίποδας φέρον, οὕς οἱ ὑπέστη,</l><l n="244">αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους·</l><l n="245">ἐκ δʼ ἄγον αἶψα γυναῖκας ἀμύμονα ἔργα ἰδυίας</l><l n="246">ἕπτʼ, ἀτὰρ ὀγδοάτην Βρισηΐδα καλλιπάρῃον.</l><l n="247">χρυσοῦ δὲ στήσας Ὀδυσεὺς δέκα πάντα τάλαντα</l><l n="248">ἦρχʼ, ἅμα δʼ ἄλλοι δῶρα φέρον κούρητες Ἀχαιῶν.</l><l n="249">καὶ τὰ μὲν ἐν μέσσῃ ἀγορῇ θέσαν, ἂν δʼ Ἀγαμέμνων</l><l n="250">ἵστατο· Ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδὴν</l><l n="251">κάπρον ἔχων ἐν χερσὶ παρίστατο ποιμένι λαῶν.</l><l n="252">Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,</l><l n="253">ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο,</l><l n="254">κάπρου ἀπὸ τρίχας ἀρξάμενος Διὶ χεῖρας ἀνασχὼν</l><l n="255">εὔχετο· τοὶ δʼ ἄρα πάντες ἐπʼ αὐτόφιν εἵατο σιγῇ</l><l n="256">Ἀργεῖοι κατὰ μοῖραν ἀκούοντες βασιλῆος.</l><l n="257">εὐξάμενος δʼ ἄρα εἶπεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·</l><q><l n="258">ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ὕπατος καὶ ἄριστος</l><l n="259">Γῆ τε καὶ Ἠέλιος καὶ Ἐρινύες, αἵ θʼ ὑπὸ γαῖαν</l><l n="260">ἀνθρώπους τίνυνται, ὅτις κʼ ἐπίορκον ὀμόσσῃ,</l><l n="261">μὴ μὲν ἐγὼ κούρῃ Βρισηΐδι χεῖρʼ ἐπένεικα,</l><l n="262">οὔτʼ εὐνῆς πρόφασιν κεχρημένος οὔτέ τευ ἄλλου.</l><l n="263">ἀλλʼ ἔμενʼ ἀπροτίμαστος ἐνὶ κλισίῃσιν ἐμῇσιν.</l><l n="264">εἰ δέ τι τῶνδʼ ἐπίορκον ἐμοὶ θεοὶ ἄλγεα δοῖεν</l><l n="265">πολλὰ μάλʼ, ὅσσα διδοῦσιν ὅτίς σφʼ ἀλίτηται ὀμόσσας.</l></q><l n="266"><milestone ed="P" unit="para"/>ἦ, καὶ ἀπὸ στόμαχον κάπρου τάμε νηλέϊ χαλκῷ.</l><l n="267">τὸν μὲν Ταλθύβιος πολιῆς ἁλὸς ἐς μέγα λαῖτμα</l><l n="268">ῥῖψʼ ἐπιδινήσας βόσιν ἰχθύσιν· αὐτὰρ Ἀχιλλεὺς</l><l n="269">ἀνστὰς Ἀργείοισι φιλοπτολέμοισι μετηύδα·</l><q><l n="270">Ζεῦ πάτερ ἦ μεγάλας ἄτας ἄνδρεσσι διδοῖσθα·</l><l n="271">οὐκ ἂν δή ποτε θυμὸν ἐνὶ στήθεσσιν ἐμοῖσιν</l><l n="272">Ἀτρεΐδης ὤρινε διαμπερές, οὐδέ κε κούρην</l><l n="273">ἦγεν ἐμεῦ ἀέκοντος ἀμήχανος· ἀλλά ποθι Ζεὺς</l><l n="274">ἤθελʼ Ἀχαιοῖσιν θάνατον πολέεσσι γενέσθαι.</l><l n="275">νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα.</l><milestone ed="p" n="276" unit="card"/></q><l n="276"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἐφώνησεν, λῦσεν δʼ ἀγορὴν αἰψηρήν.</l><l n="277">οἳ μὲν ἄρʼ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,</l><l n="278">δῶρα δὲ Μυρμιδόνες μεγαλήτορες ἀμφεπένοντο,</l><l n="279">βὰν δʼ ἐπὶ νῆα φέροντες Ἀχιλλῆος θείοιο.</l><l n="280">καὶ τὰ μὲν ἐν κλισίῃσι θέσαν, κάθισαν δὲ γυναῖκας,</l><l n="281">ἵππους δʼ εἰς ἀγέλην ἔλασαν θεράποντες ἀγαυοί.</l><l n="282"><milestone ed="P" unit="para"/>Βρισηῒς δʼ ἄρʼ ἔπειτʼ ἰκέλη χρυσέῃ Ἀφροδίτῃ</l><l n="283">ὡς ἴδε Πάτροκλον δεδαϊγμένον ὀξέϊ χαλκῷ,</l><l n="284">ἀμφʼ αὐτῷ χυμένη λίγʼ ἐκώκυε, χερσὶ δʼ ἄμυσσε</l><l n="285">στήθεά τʼ ἠδʼ ἁπαλὴν δειρὴν ἰδὲ καλὰ πρόσωπα.</l><l n="286">εἶπε δʼ ἄρα κλαίουσα γυνὴ ἐϊκυῖα θεῇσι·</l><q><l n="287">Πάτροκλέ μοι δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ</l><l n="288">ζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα,</l><l n="289">νῦν δέ σε τεθνηῶτα κιχάνομαι ὄρχαμε λαῶν</l><l n="290">ἂψ ἀνιοῦσʼ· ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί.</l><l n="291">ἄνδρα μὲν ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ</l><l n="292">εἶδον πρὸ πτόλιος δεδαϊγμένον ὀξέϊ χαλκῷ,</l><l n="293">τρεῖς τε κασιγνήτους, τούς μοι μία γείνατο μήτηρ,</l><l n="294">κηδείους, οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον.</l><l n="295">οὐδὲ μὲν οὐδέ μʼ ἔασκες, ὅτʼ ἄνδρʼ ἐμὸν ὠκὺς Ἀχιλλεὺς</l><l n="296">ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος,</l><l n="297">κλαίειν, ἀλλά μʼ ἔφασκες Ἀχιλλῆος θείοιο</l><l n="298">κουριδίην ἄλοχον θήσειν, ἄξειν τʼ ἐνὶ νηυσὶν</l><l n="299">ἐς Φθίην, δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι.</l><l n="300">τώ σʼ ἄμοτον κλαίω τεθνηότα μείλιχον αἰεί.</l></q><l n="301"><milestone ed="P" unit="para"/>ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες</l><l n="302">Πάτροκλον πρόφασιν, σφῶν δʼ αὐτῶν κήδεʼ ἑκάστη.</l><l n="303">αὐτὸν δʼ ἀμφὶ γέροντες Ἀχαιῶν ἠγερέθοντο</l><l n="304">λισσόμενοι δειπνῆσαι· ὃ δʼ ἠρνεῖτο στεναχίζων·</l><q><l n="305">λίσσομαι, εἴ τις ἔμοιγε φίλων ἐπιπείθεθʼ ἑταίρων,</l><l n="306">μή με πρὶν σίτοιο κελεύετε μηδὲ ποτῆτος</l><l n="307">ἄσασθαι φίλον ἦτορ, ἐπεί μʼ ἄχος αἰνὸν ἱκάνει·</l><l n="308">δύντα δʼ ἐς ἠέλιον μενέω καὶ τλήσομαι ἔμπης.</l><milestone ed="p" n="309" unit="card"/></q><l n="309"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἄλλους μὲν ἀπεσκέδασεν βασιλῆας,</l><l n="310">δοιὼ δʼ Ἀτρεΐδα μενέτην καὶ δῖος Ὀδυσσεὺς</l><l n="311">Νέστωρ Ἰδομενεύς τε γέρων θʼ ἱππηλάτα Φοῖνιξ</l><l n="312">τέρποντες πυκινῶς ἀκαχήμενον· οὐδέ τι θυμῷ</l><l n="313">τέρπετο, πρὶν πολέμου στόμα δύμεναι αἱματόεντος.</l><l n="314">μνησάμενος δʼ ἁδινῶς ἀνενείκατο φώνησέν τε·</l><q><l n="315">ἦ ῥά νύ μοί ποτε καὶ σὺ δυσάμμορε φίλταθʼ ἑταίρων</l><l n="316">αὐτὸς ἐνὶ κλισίῃ λαρὸν παρὰ δεῖπνον ἔθηκας</l><l n="317">αἶψα καὶ ὀτραλέως, ὁπότε σπερχοίατʼ Ἀχαιοὶ</l><l n="318">Τρωσὶν ἐφʼ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.</l><l n="319">νῦν δὲ σὺ μὲν κεῖσαι δεδαϊγμένος, αὐτὰρ ἐμὸν κῆρ</l><l n="320">ἄκμηνον πόσιος καὶ ἐδητύος, ἔνδον ἐόντων,</l><l n="321">σῇ ποθῇ· οὐ μὲν γάρ τι κακώτερον ἄλλο πάθοιμι,</l><l n="322">οὐδʼ εἴ κεν τοῦ πατρὸς ἀποφθιμένοιο πυθοίμην,</l><l n="323">ὅς που νῦν Φθίηφι τέρεν κατὰ δάκρυον εἴβει</l><l n="324">χήτεϊ τοιοῦδʼ υἷος· ὃ δʼ ἀλλοδαπῷ ἐνὶ δήμῳ</l><l n="325">εἵνεκα ῥιγεδανῆς Ἑλένης Τρωσὶν πολεμίζω·</l><l n="326">ἠὲ τὸν ὃς Σκύρῳ μοι ἔνι τρέφεται φίλος υἱός,</l><l n="327">εἴ που ἔτι ζώει γε Νεοπτόλεμος θεοειδής.</l><l n="328">πρὶν μὲν γάρ μοι θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει</l><l n="329">οἶον ἐμὲ φθίσεσθαι ἀπʼ Ἄργεος ἱπποβότοιο</l><l n="330">αὐτοῦ ἐνὶ Τροίῃ, σὲ δέ τε Φθίην δὲ νέεσθαι,</l><l n="331">ὡς ἄν μοι τὸν παῖδα θοῇ ἐνὶ νηῒ μελαίνῃ</l><l n="332">Σκυρόθεν ἐξαγάγοις καί οἱ δείξειας ἕκαστα</l><l n="333">κτῆσιν ἐμὴν δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.</l><l n="334">ἤδη γὰρ Πηλῆά γʼ ὀΐομαι ἢ κατὰ πάμπαν</l><l n="335">τεθνάμεν, ἤ που τυτθὸν ἔτι ζώοντʼ ἀκάχησθαι</l><l n="336">γήραΐ τε στυγερῷ καὶ ἐμὴν ποτιδέγμενον αἰεὶ</l><l n="337">λυγρὴν ἀγγελίην, ὅτʼ ἀποφθιμένοιο πύθηται.</l></q><l n="338"><milestone ed="P" unit="para"/>ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο γέροντες,</l><l n="339">μνησάμενοι τὰ ἕκαστος ἐνὶ μεγάροισιν ἔλειπον·</l><l n="340">μυρομένους δʼ ἄρα τούς γε ἰδὼν ἐλέησε Κρονίων,</l><l n="341">αἶψα δʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="342">τέκνον ἐμόν, δὴ πάμπαν ἀποίχεαι ἀνδρὸς ἑῆος.</l><l n="343">ἦ νύ τοι οὐκέτι πάγχυ μετὰ φρεσὶ μέμβλετʼ Ἀχιλλεύς;</l><l n="344">κεῖνος ὅ γε προπάροιθε νεῶν ὀρθοκραιράων</l><l n="345">ἧσται ὀδυρόμενος ἕταρον φίλον· οἳ δὲ δὴ ἄλλοι</l><l n="346">οἴχονται μετὰ δεῖπνον, ὃ δʼ ἄκμηνος καὶ ἄπαστος.</l><l n="347">ἀλλʼ ἴθι οἱ νέκτάρ τε καὶ ἀμβροσίην ἐρατεινὴν</l><l n="348">στάξον ἐνὶ στήθεσσʼ, ἵνα μή μιν λιμὸς ἵκηται.</l><milestone ed="p" n="349" unit="card"/></q><l n="349"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην·</l><l n="350">ἣ δʼ ἅρπῃ ἐϊκυῖα τανυπτέρυγι λιγυφώνῳ</l><l n="351">οὐρανοῦ ἐκκατεπᾶλτο διʼ αἰθέρος. αὐτὰρ Ἀχαιοὶ</l><l n="352">αὐτίκα θωρήσσοντο κατὰ στρατόν· ἣ δʼ Ἀχιλῆϊ</l><l n="353">νέκταρ ἐνὶ στήθεσσι καὶ ἀμβροσίην ἐρατεινὴν</l><l n="354">στάξʼ, ἵνα μή μιν λιμὸς ἀτερπὴς γούναθʼ ἵκοιτο·</l><l n="355">αὐτὴ δὲ πρὸς πατρὸς ἐρισθενέος πυκινὸν δῶ</l><l n="356">ᾤχετο, τοὶ δʼ ἀπάνευθε νεῶν ἐχέοντο θοάων.</l><l n="357">ὡς δʼ ὅτε ταρφειαὶ νιφάδες Διὸς ἐκποτέονται</l><l n="358">ψυχραὶ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,</l><l n="359">ὣς τότε ταρφειαὶ κόρυθες λαμπρὸν γανόωσαι</l><l n="360">νηῶν ἐκφορέοντο καὶ ἀσπίδες ὀμφαλόεσσαι</l><l n="361">θώρηκές τε κραταιγύαλοι καὶ μείλινα δοῦρα.</l><l n="362">αἴγλη δʼ οὐρανὸν ἷκε, γέλασσε δὲ πᾶσα περὶ χθὼν</l><l n="363">χαλκοῦ ὑπὸ στεροπῆς· ὑπὸ δὲ κτύπος ὄρνυτο ποσσὶν</l><l n="364">ἀνδρῶν· ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεύς.</l><l n="365">τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε, τὼ δέ οἱ ὄσσε</l><l n="366">λαμπέσθην ὡς εἴ τε πυρὸς σέλας, ἐν δέ οἱ ἦτορ</l><l n="367">δῦνʼ ἄχος ἄτλητον· ὃ δʼ ἄρα Τρωσὶν μενεαίνων</l><l n="368">δύσετο δῶρα θεοῦ, τά οἱ Ἥφαιστος κάμε τεύχων.</l><l n="369">κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε</l><l n="370">καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·</l><l n="371">δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν.</l><l n="372">ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον</l><l n="373">χάλκεον· αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε</l><l n="374">εἵλετο, τοῦ δʼ ἀπάνευθε σέλας γένετʼ ἠΰτε μήνης.</l><l n="375">ὡς δʼ ὅτʼ ἂν ἐκ πόντοιο σέλας ναύτῃσι φανήῃ</l><l n="376">καιομένοιο πυρός, τό τε καίεται ὑψόθʼ ὄρεσφι</l><l n="377">σταθμῷ ἐν οἰοπόλῳ· τοὺς δʼ οὐκ ἐθέλοντας ἄελλαι</l><l n="378">πόντον ἐπʼ ἰχθυόεντα φίλων ἀπάνευθε φέρουσιν·</l><l n="379">ὣς ἀπʼ Ἀχιλλῆος σάκεος σέλας αἰθέρʼ ἵκανε</l><l n="380">καλοῦ δαιδαλέου· περὶ δὲ τρυφάλειαν ἀείρας</l><l n="381">κρατὶ θέτο βριαρήν· ἣ δʼ ἀστὴρ ὣς ἀπέλαμπεν</l><l n="382">ἵππουρις τρυφάλεια, περισσείοντο δʼ ἔθειραι</l><l n="383">χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.</l><l n="384">πειρήθη δʼ ἕο αὐτοῦ ἐν ἔντεσι δῖος Ἀχιλλεύς,</l><l n="385">εἰ οἷ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλαὰ γυῖα·</l><l n="386">τῷ δʼ εὖτε πτερὰ γίγνετʼ, ἄειρε δὲ ποιμένα λαῶν.</l><milestone ed="p" n="387" unit="card"/><l n="387">ἐκ δʼ ἄρα σύριγγος πατρώϊον ἐσπάσατʼ ἔγχος</l><l n="388">βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατʼ ἄλλος Ἀχαιῶν</l><l n="389">πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς,</l><l n="390">Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων</l><l n="391">Πηλίου ἐκ κορυφῆς φόνον ἔμμεναι ἡρώεσσιν·</l><l n="392">ἵππους δʼ Αὐτομέδων τε καὶ Ἄλκιμος ἀμφιέποντες</l><l n="393">ζεύγνυον· ἀμφὶ δὲ καλὰ λέπαδνʼ ἕσαν, ἐν δὲ χαλινοὺς</l><l n="394">γαμφηλῇς ἔβαλον, κατὰ δʼ ἡνία τεῖναν ὀπίσσω</l><l n="395">κολλητὸν ποτὶ δίφρον. ὃ δὲ μάστιγα φαεινὴν</l><l n="396">χειρὶ λαβὼν ἀραρυῖαν ἐφʼ ἵπποιιν ἀνόρουσεν</l><l n="397">Αὐτομέδων· ὄπιθεν δὲ κορυσσάμενος βῆ Ἀχιλλεὺς</l><l n="398">τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ Ὑπερίων,</l><l n="399">σμερδαλέον δʼ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο·</l><q><l n="400">Ξάνθέ τε καὶ Βαλίε τηλεκλυτὰ τέκνα Ποδάργης</l><l n="401">ἄλλως δὴ φράζεσθε σαωσέμεν ἡνιοχῆα</l><l n="402">ἂψ Δαναῶν ἐς ὅμιλον ἐπεί χʼ ἕωμεν πολέμοιο,</l><l n="403">μηδʼ ὡς Πάτροκλον λίπετʼ αὐτόθι τεθνηῶτα.</l></q><l n="404"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπὸ ζυγόφι προσέφη πόδας αἰόλος ἵππος</l><l n="405">Ξάνθος, ἄφαρ δʼ ἤμυσε καρήατι· πᾶσα δὲ χαίτη</l><l n="406">ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν οὖδας ἵκανεν·</l><l n="407">αὐδήεντα δʼ ἔθηκε θεὰ λευκώλενος Ἥρη·</l><q><l n="408">καὶ λίην σʼ ἔτι νῦν γε σαώσομεν ὄβριμʼ Ἀχιλλεῦ·</l><l n="409">ἀλλά τοι ἐγγύθεν ἦμαρ ὀλέθριον· οὐδέ τοι ἡμεῖς</l><l n="410">αἴτιοι, ἀλλὰ θεός τε μέγας καὶ Μοῖρα κραταιή.</l><l n="411">οὐδὲ γὰρ ἡμετέρῃ βραδυτῆτί τε νωχελίῃ τε</l><l n="412">Τρῶες ἀπʼ ὤμοιιν Πατρόκλου τεύχεʼ ἕλοντο·</l><l n="413">ἀλλὰ θεῶν ὤριστος, ὃν ἠΰκομος τέκε Λητώ,</l><l n="414">ἔκτανʼ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε.</l><l n="415">νῶϊ δὲ καί κεν ἅμα πνοιῇ Ζεφύροιο θέοιμεν,</l></q></div></div></body></text></TEI>