<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="19"><l n="2">ὄρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·</l><l n="3">ἣ δʼ ἐς νῆας ἵκανε θεοῦ πάρα δῶρα φέρουσα.</l><l n="4">εὗρε δὲ Πατρόκλῳ περικείμενον ὃν φίλον υἱὸν</l><l n="5">κλαίοντα λιγέως· πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι</l><l n="6">μύρονθʼ· ἣ δʼ ἐν τοῖσι παρίστατο δῖα θεάων,</l><l n="7">ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="8">τέκνον ἐμὸν τοῦτον μὲν ἐάσομεν ἀχνύμενοί περ</l><l n="9">κεῖσθαι, ἐπεὶ δὴ πρῶτα θεῶν ἰότητι δαμάσθη·</l><l n="10">τύνη δʼ Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο</l><l n="11">καλὰ μάλʼ, οἷʼ οὔ πώ τις ἀνὴρ ὤμοισι φόρησεν.</l></q><l n="12"><milestone ed="P" unit="para"/>ὡς ἄρα φωνήσασα θεὰ κατὰ τεύχεʼ ἔθηκε</l><l n="13">πρόσθεν Ἀχιλλῆος· τὰ δʼ ἀνέβραχε δαίδαλα πάντα.</l><l n="14">Μυρμιδόνας δʼ ἄρα πάντας ἕλε τρόμος, οὐδέ τις ἔτλη</l><l n="15">ἄντην εἰσιδέειν, ἀλλʼ ἔτρεσαν. αὐτὰρ Ἀχιλλεὺς</l><l n="16">ὡς εἶδʼ, ὥς μιν μᾶλλον ἔδυ χόλος, ἐν δέ οἱ ὄσσε</l><l n="17">δεινὸν ὑπὸ βλεφάρων ὡς εἰ σέλας ἐξεφάανθεν·</l><l n="18">τέρπετο δʼ ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα.</l><l n="19">αὐτὰρ ἐπεὶ φρεσὶν ᾗσι τετάρπετο δαίδαλα λεύσσων</l><l n="20">αὐτίκα μητέρα ἣν ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="21">μῆτερ ἐμὴ τὰ μὲν ὅπλα θεὸς πόρεν οἷʼ ἐπιεικὲς</l><l n="22">ἔργʼ ἔμεν ἀθανάτων, μὴ δὲ βροτὸν ἄνδρα τελέσσαι.</l><l n="23">νῦν δʼ ἤτοι μὲν ἐγὼ θωρήξομαι· ἀλλὰ μάλʼ αἰνῶς</l><l n="24">δείδω μή μοι τόφρα Μενοιτίου ἄλκιμον υἱὸν</l><l n="25">μυῖαι καδδῦσαι κατὰ χαλκοτύπους ὠτειλὰς</l><l n="26">εὐλὰς ἐγγείνωνται, ἀεικίσσωσι δὲ νεκρόν,</l><l n="27">ἐκ δʼ αἰὼν πέφαται, κατὰ δὲ χρόα πάντα σαπήῃ.</l></q><l n="28"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·</l><q><l n="29">τέκνον μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.</l><l n="30">τῷ μὲν ἐγὼ πειρήσω ἀλαλκεῖν ἄγρια φῦλα</l><l n="31">μυίας, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν·</l><l n="32">ἤν περ γὰρ κεῖταί γε τελεσφόρον εἰς ἐνιαυτόν,</l><l n="33">αἰεὶ τῷ γʼ ἔσται χρὼς ἔμπεδος, ἢ καὶ ἀρείων.</l><l n="34">ἀλλὰ σύ γʼ εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς</l><l n="35">μῆνιν ἀποειπὼν Ἀγαμέμνονι ποιμένι λαῶν</l><l n="36">αἶψα μάλʼ ἐς πόλεμον θωρήσσεο, δύσεο δʼ ἀλκήν.</l><milestone ed="p" n="37" unit="card"/></q><l n="37"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασα μένος πολυθαρσὲς ἐνῆκε,</l><l n="38">Πατρόκλῳ δʼ αὖτʼ ἀμβροσίην καὶ νέκταρ ἐρυθρὸν</l><l n="39">στάξε κατὰ ῥινῶν, ἵνα οἱ χρὼς ἔμπεδος εἴη.</l><l n="40"><milestone ed="P" unit="para"/>αὐτὰρ ὃ βῆ παρὰ θῖνα θαλάσσης δῖος Ἀχιλλεὺς</l><l n="41">σμερδαλέα ἰάχων, ὦρσεν δʼ ἥρωας Ἀχαιούς.</l><l n="42">καί ῥʼ οἵ περ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι μένεσκον</l><l n="43">οἵ τε κυβερνῆται καὶ ἔχον οἰήϊα νηῶν</l><l n="44">καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν σίτοιο δοτῆρες,</l><l n="45">καὶ μὴν οἳ τότε γʼ εἰς ἀγορὴν ἴσαν, οὕνεκʼ Ἀχιλλεὺς</l><l n="46">ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς.</l><l n="47">τὼ δὲ δύω σκάζοντε βάτην Ἄρεος θεράποντε</l><l n="48">Τυδεΐδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεὺς</l><l n="49">ἔγχει ἐρειδομένω· ἔτι γὰρ ἔχον ἕλκεα λυγρά·</l><l n="50">κὰδ δὲ μετὰ πρώτῃ ἀγορῇ ἵζοντο κιόντες.</l><l n="51">αὐτὰρ ὃ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="52">ἕλκος ἔχων· καὶ γὰρ τὸν ἐνὶ κρατερῇ ὑσμίνῃ</l><l n="53">οὖτα Κόων Ἀντηνορίδης χαλκήρεϊ δουρί.</l><l n="54">αὐτὰρ ἐπεὶ δὴ πάντες ἀολλίσθησαν Ἀχαιοί,</l><l n="55">τοῖσι δʼ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="56">Ἀτρεΐδη ἦ ἄρ τι τόδʼ ἀμφοτέροισιν ἄρειον</l><l n="57">ἔπλετο σοὶ καὶ ἐμοί, ὅ τε νῶΐ περ ἀχνυμένω κῆρ</l><l n="58">θυμοβόρῳ ἔριδι μενεήναμεν εἵνεκα κούρης;</l><l n="59">τὴν ὄφελʼ ἐν νήεσσι κατακτάμεν Ἄρτεμις ἰῷ</l><l n="60">ἤματι τῷ ὅτʼ ἐγὼν ἑλόμην Λυρνησσὸν ὀλέσσας·</l><l n="61">τώ κʼ οὐ τόσσοι Ἀχαιοὶ ὀδὰξ ἕλον ἄσπετον οὖδας</l><l n="62">δυσμενέων ὑπὸ χερσὶν ἐμεῦ ἀπομηνίσαντος.</l><l n="63">Ἕκτορι μὲν καὶ Τρωσὶ τὸ κέρδιον· αὐτὰρ Ἀχαιοὺς</l><l n="64">δηρὸν ἐμῆς καὶ σῆς ἔριδος μνήσεσθαι ὀΐω.</l><l n="65">ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ</l><l n="66">θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·</l><l n="67">νῦν δʼ ἤτοι μὲν ἐγὼ παύω χόλον, οὐδέ τί με χρὴ</l><l n="68">ἀσκελέως αἰεὶ μενεαινέμεν· ἀλλʼ ἄγε θᾶσσον</l><l n="69">ὄτρυνον πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς,</l><l n="70">ὄφρʼ ἔτι καὶ Τρώων πειρήσομαι ἀντίον ἐλθὼν</l><l n="71">αἴ κʼ ἐθέλωσʼ ἐπὶ νηυσὶν ἰαύειν· ἀλλά τινʼ οἴω</l><l n="72">ἀσπασίως αὐτῶν γόνυ κάμψειν, ὅς κε φύγῃσι</l><l n="73">δηΐου ἐκ πολέμοιο ὑπʼ ἔγχεος ἡμετέροιο.</l><milestone ed="p" n="74" unit="card"/></q><l n="74"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἐχάρησαν ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="75">μῆνιν ἀπειπόντος μεγαθύμου Πηλεΐωνος.</l><l n="76">τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="77">αὐτόθεν ἐξ ἕδρης, οὐδʼ ἐν μέσσοισιν ἀναστάς·</l><q><l n="78">ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος</l><l n="79">ἑσταότος μὲν καλὸν ἀκούειν, οὐδὲ ἔοικεν</l><l n="80">ὑββάλλειν· χαλεπὸν γὰρ ἐπισταμένῳ περ ἐόντι.</l><l n="81">ἀνδρῶν δʼ ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσαι</l><l n="82">ἢ εἴποι; βλάβεται δὲ λιγύς περ ἐὼν ἀγορητής.</l><l n="83">Πηλεΐδῃ μὲν ἐγὼν ἐνδείξομαι· αὐτὰρ οἱ ἄλλοι</l><l n="84">σύνθεσθʼ Ἀργεῖοι, μῦθόν τʼ εὖ γνῶτε ἕκαστος.</l><l n="85">πολλάκι δή μοι τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον</l><l n="86">καί τέ με νεικείεσκον· ἐγὼ δʼ οὐκ αἴτιός εἰμι,</l><l n="87">ἀλλὰ Ζεὺς καὶ Μοῖρα καὶ ἠεροφοῖτις Ἐρινύς,</l><l n="88">οἵ τέ μοι εἰν ἀγορῇ φρεσὶν ἔμβαλον ἄγριον ἄτην,</l><l n="89">ἤματι τῷ ὅτʼ Ἀχιλλῆος γέρας αὐτὸς ἀπηύρων.</l><l n="90">ἀλλὰ τί κεν ῥέξαιμι; θεὸς διὰ πάντα τελευτᾷ.</l><l n="91">πρέσβα Διὸς θυγάτηρ Ἄτη, ἣ πάντας ἀᾶται,</l><l n="92">οὐλομένη· τῇ μέν θʼ ἁπαλοὶ πόδες· οὐ γὰρ ἐπʼ οὔδει</l><l n="93">πίλναται, ἀλλʼ ἄρα ἥ γε κατʼ ἀνδρῶν κράατα βαίνει</l><l n="94">βλάπτουσʼ ἀνθρώπους· κατὰ δʼ οὖν ἕτερόν γε πέδησε.</l><l n="95">καὶ γὰρ δή νύ ποτε Ζεὺς ἄσατο, τόν περ ἄριστον</l><l n="96">ἀνδρῶν ἠδὲ θεῶν φασʼ ἔμμεναι· ἀλλʼ ἄρα καὶ τὸν</l><l n="97">Ἥρη θῆλυς ἐοῦσα δολοφροσύνῃς ἀπάτησεν,</l><l n="98">ἤματι τῷ ὅτʼ ἔμελλε βίην Ἡρακληείην</l><l n="99">Ἀλκμήνη τέξεσθαι ἐϋστεφάνῳ ἐνὶ Θήβῃ.</l><l n="100">ἤτοι ὅ γʼ εὐχόμενος μετέφη πάντεσσι θεοῖσι·</l><q><l n="101">κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,</l><l n="102">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσιν ἀνώγει.</l><l n="103">σήμερον ἄνδρα φόως δὲ μογοστόκος Εἰλείθυια</l><l n="104">ἐκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει,</l><l n="105">τῶν ἀνδρῶν γενεῆς οἵ θʼ αἵματος ἐξ ἐμεῦ εἰσί.</l></q><l n="106">τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·</l><q><l n="107">ψευστήσεις, οὐδʼ αὖτε τέλος μύθῳ ἐπιθήσεις.</l><l n="108">εἰ δʼ ἄγε νῦν μοι ὄμοσσον Ὀλύμπιε καρτερὸν ὅρκον,</l><l n="109">ἦ μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξειν</l><l n="110">ὅς κεν ἐπʼ ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικὸς</l><l n="111">τῶν ἀνδρῶν οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης.</l></q><l n="112">ὣς ἔφατο· Ζεὺς δʼ οὔ τι δολοφροσύνην ἐνόησεν,</l><l n="113">ἀλλʼ ὄμοσεν μέγαν ὅρκον, ἔπειτα δὲ πολλὸν ἀάσθη.</l><milestone ed="p" n="114" unit="card"/><l n="114">Ἥρη δʼ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο,</l><l n="115">καρπαλίμως δʼ ἵκετʼ Ἄργος Ἀχαιικόν, ἔνθʼ ἄρα ᾔδη</l><l n="116">ἰφθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο.</l><l n="117">ἣ δʼ ἐκύει φίλον υἱόν, ὃ δʼ ἕβδομος ἑστήκει μείς·</l><l n="118">ἐκ δʼ ἄγαγε πρὸ φόως δὲ καὶ ἠλιτόμηνον ἐόντα,</l><l n="119">Ἀλκμήνης δʼ ἀπέπαυσε τόκον, σχέθε δʼ Εἰλειθυίας.</l><l n="120">αὐτὴ δʼ ἀγγελέουσα Δία Κρονίωνα προσηύδα·</l><q><l n="121">Ζεῦ πάτερ ἀργικέραυνε ἔπος τί τοι ἐν φρεσὶ θήσω·</l><l n="122">ἤδη ἀνὴρ γέγονʼ ἐσθλὸς ὃς Ἀργείοισιν ἀνάξει</l><l n="123">Εὐρυσθεὺς Σθενέλοιο πάϊς Περσηϊάδαο</l><l n="124">σὸν γένος· οὔ οἱ ἀεικὲς ἀνασσέμεν Ἀργείοισιν.</l></q><l n="125">ὣς φάτο, τὸν δʼ ἄχος ὀξὺ κατὰ φρένα τύψε βαθεῖαν·</l><l n="126">αὐτίκα δʼ εἷλʼ Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο</l><l n="127">χωόμενος φρεσὶν ᾗσι, καὶ ὤμοσε καρτερὸν ὅρκον</l><l n="128">μή ποτʼ ἐς Οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντα</l><l n="129">αὖτις ἐλεύσεσθαι Ἄτην, ἣ πάντας ἀᾶται.</l><l n="130">ὣς εἰπὼν ἔρριψεν ἀπʼ οὐρανοῦ ἀστερόεντος</l><l n="131">χειρὶ περιστρέψας· τάχα δʼ ἵκετο ἔργʼ ἀνθρώπων.</l><l n="132">τὴν αἰεὶ στενάχεσχʼ ὅθʼ ἑὸν φίλον υἱὸν ὁρῷτο</l><l n="133">ἔργον ἀεικὲς ἔχοντα ὑπʼ Εὐρυσθῆος ἀέθλων.</l><l n="134">ὣς καὶ ἐγών, ὅτε δʼ αὖτε μέγας κορυθαίολος Ἕκτωρ</l><l n="135">Ἀργείους ὀλέκεσκεν ἐπὶ πρυμνῇσι νέεσσιν,</l><l n="136">οὐ δυνάμην λελαθέσθʼ Ἄτης ᾗ πρῶτον ἀάσθην.</l><l n="137">ἀλλʼ ἐπεὶ ἀασάμην καί μευ φρένας ἐξέλετο Ζεύς,</l><l n="138">ἂψ ἐθέλω ἀρέσαι, δόμεναί τʼ ἀπερείσιʼ ἄποινα·</l><l n="139">ἀλλʼ ὄρσευ πόλεμον δὲ καὶ ἄλλους ὄρνυθι λαούς.</l><l n="140">δῶρα δʼ ἐγὼν ὅδε πάντα παρασχέμεν ὅσσά τοι ἐλθὼν</l></q></div></div></body></text></TEI>