<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="19"><q><l n="174">ὀφθαλμοῖσιν ἴδωσι, σὺ δὲ φρεσὶ σῇσιν ἰανθῇς.</l><l n="175">ὀμνυέτω δέ τοι ὅρκον ἐν Ἀργείοισιν ἀναστὰς</l><l n="176">μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι·</l><l n="177">ἣ θέμις ἐστὶν ἄναξ ἤ τʼ ἀνδρῶν ἤ τε γυναικῶν·</l><l n="178">καὶ δὲ σοὶ αὐτῷ θυμὸς ἐνὶ φρεσὶν ἵλαος ἔστω.</l><l n="179">αὐτὰρ ἔπειτά σε δαιτὶ ἐνὶ κλισίῃς ἀρεσάσθω</l><l n="180">πιείρῃ, ἵνα μή τι δίκης ἐπιδευὲς ἔχῃσθα.</l><l n="181">Ἀτρεΐδη σὺ δʼ ἔπειτα δικαιότερος καὶ ἐπʼ ἄλλῳ</l><l n="182">ἔσσεαι. οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆα</l><l n="183">ἄνδρʼ ἀπαρέσσασθαι ὅτε τις πρότερος χαλεπήνῃ.</l></q><milestone ed="p" n="184" unit="card"/><l n="184"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="185">χαίρω σεῦ Λαερτιάδη τὸν μῦθον ἀκούσας·</l><l n="186">ἐν μοίρῃ γὰρ πάντα διίκεο καὶ κατέλεξας.</l><l n="187">ταῦτα δʼ ἐγὼν ἐθέλω ὀμόσαι, κέλεται δέ με θυμός,</l><l n="188">οὐδʼ ἐπιορκήσω πρὸς δαίμονος. αὐτὰρ Ἀχιλλεὺς</l><l n="189">μιμνέτω αὐτόθι τεῖος ἐπειγόμενός περ Ἄρηος·</l><l n="190">μίμνετε δʼ ἄλλοι πάντες ἀολλέες, ὄφρά κε δῶρα</l><l n="191">ἐκ κλισίης ἔλθῃσι καὶ ὅρκια πιστὰ τάμωμεν.</l><l n="192">σοὶ δʼ αὐτῷ τόδʼ ἐγὼν ἐπιτέλλομαι ἠδὲ κελεύω·</l><l n="193">κρινάμενος κούρητας ἀριστῆας Παναχαιῶν</l><l n="194">δῶρα ἐμῆς παρὰ νηὸς ἐνεικέμεν, ὅσσʼ Ἀχιλῆϊ</l><l n="195">χθιζὸν ὑπέστημεν δώσειν, ἀγέμεν τε γυναῖκας.</l><l n="196">Ταλθύβιος δέ μοι ὦκα κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν</l><l n="197">κάπρον ἑτοιμασάτω ταμέειν Διί τʼ Ἠελίῳ τε.</l></q><l n="198"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="199">Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον</l><l n="200">ἄλλοτέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαι,</l><l n="201">ὁππότε τις μεταπαυσωλὴ πολέμοιο γένηται</l><l n="202">καὶ μένος οὐ τόσον ᾖσιν ἐνὶ στήθεσσιν ἐμοῖσι.</l><l n="203">νῦν δʼ οἳ μὲν κέαται δεδαϊγμένοι, οὓς ἐδάμασσεν</l><l n="204">Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν,</l><l n="205">ὑμεῖς δʼ ἐς βρωτὺν ὀτρύνετον· ἦ τʼ ἂν ἔγωγε</l><l n="206">νῦν μὲν ἀνώγοιμι πτολεμίζειν υἷας Ἀχαιῶν</l><l n="207">νήστιας ἀκμήνους, ἅμα δʼ ἠελίῳ καταδύντι</l><l n="208">τεύξεσθαι μέγα δόρπον, ἐπὴν τεισαίμεθα λώβην.</l><l n="209">πρὶν δʼ οὔ πως ἂν ἔμοιγε φίλον κατὰ λαιμὸν ἰείη</l><l n="210">οὐ πόσις οὐδὲ βρῶσις ἑταίρου τεθνηῶτος</l><l n="211">ὅς μοι ἐνὶ κλισίῃ δεδαϊγμένος ὀξέϊ χαλκῷ</l><l n="212">κεῖται ἀνὰ πρόθυρον τετραμμένος, ἀμφὶ δʼ ἑταῖροι</l><l n="213">μύρονται· τό μοι οὔ τι μετὰ φρεσὶ ταῦτα μέμηλεν,</l><l n="214">ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν.</l></q><milestone ed="p" n="215" unit="card"/><l n="215"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·</l><q><l n="216">ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατʼ Ἀχαιῶν,</l><l n="217">κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ</l><l n="218">ἔγχει, ἐγὼ δέ κε σεῖο νοήματί γε προβαλοίμην</l><l n="219">πολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.</l><l n="220">τώ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσιν.</l><l n="221">αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν,</l><l n="222">ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν,</l><l n="223">ἄμητος δʼ ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα</l><l n="224">Ζεύς, ὅς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.</l><l n="225">γαστέρι δʼ οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς·</l><l n="226">λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα</l><l n="227">πίπτουσιν· πότε κέν τις ἀναπνεύσειε πόνοιο;</l><l n="228">ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν ὅς κε θάνῃσι</l><l n="229">νηλέα θυμὸν ἔχοντας ἐπʼ ἤματι δακρύσαντας·</l><l n="230">ὅσσοι δʼ ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνται</l><l n="231">μεμνῆσθαι πόσιος καὶ ἐδητύος, ὄφρʼ ἔτι μᾶλλον</l><l n="232">ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεὶ</l><l n="233">ἑσσάμενοι χροῒ χαλκὸν ἀτειρέα. μηδέ τις ἄλλην</l><l n="234">λαῶν ὀτρυντὺν ποτιδέγμενος ἰσχαναάσθω·</l><l n="235">ἥδε γὰρ ὀτρυντὺς κακὸν ἔσσεται ὅς κε λίπηται</l><l n="236">νηυσὶν ἐπʼ Ἀργείων· ἀλλʼ ἀθρόοι ὁρμηθέντες</l><l n="237">Τρωσὶν ἐφʼ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα.</l></q><milestone ed="p" n="238" unit="card"/><l n="238"><milestone ed="P" unit="para"/>ἦ, καὶ Νέστορος υἷας ὀπάσσατο κυδαλίμοιο</l><l n="239">Φυλεΐδην τε Μέγητα Θόαντά τε Μηριόνην τε</l><l n="240">καὶ Κρειοντιάδην Λυκομήδεα καὶ Μελάνιππον·</l><l n="241">βὰν δʼ ἴμεν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο.</l><l n="242">αὐτίκʼ ἔπειθʼ ἅμα μῦθος ἔην, τετέλεστο δὲ ἔργον·</l><l n="243">ἑπτὰ μὲν ἐκ κλισίης τρίποδας φέρον, οὕς οἱ ὑπέστη,</l><l n="244">αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους·</l><l n="245">ἐκ δʼ ἄγον αἶψα γυναῖκας ἀμύμονα ἔργα ἰδυίας</l><l n="246">ἕπτʼ, ἀτὰρ ὀγδοάτην Βρισηΐδα καλλιπάρῃον.</l><l n="247">χρυσοῦ δὲ στήσας Ὀδυσεὺς δέκα πάντα τάλαντα</l><l n="248">ἦρχʼ, ἅμα δʼ ἄλλοι δῶρα φέρον κούρητες Ἀχαιῶν.</l><l n="249">καὶ τὰ μὲν ἐν μέσσῃ ἀγορῇ θέσαν, ἂν δʼ Ἀγαμέμνων</l><l n="250">ἵστατο· Ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδὴν</l><l n="251">κάπρον ἔχων ἐν χερσὶ παρίστατο ποιμένι λαῶν.</l><l n="252">Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,</l><l n="253">ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο,</l><l n="254">κάπρου ἀπὸ τρίχας ἀρξάμενος Διὶ χεῖρας ἀνασχὼν</l><l n="255">εὔχετο· τοὶ δʼ ἄρα πάντες ἐπʼ αὐτόφιν εἵατο σιγῇ</l><l n="256">Ἀργεῖοι κατὰ μοῖραν ἀκούοντες βασιλῆος.</l><l n="257">εὐξάμενος δʼ ἄρα εἶπεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·</l><q><l n="258">ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ὕπατος καὶ ἄριστος</l><l n="259">Γῆ τε καὶ Ἠέλιος καὶ Ἐρινύες, αἵ θʼ ὑπὸ γαῖαν</l><l n="260">ἀνθρώπους τίνυνται, ὅτις κʼ ἐπίορκον ὀμόσσῃ,</l><l n="261">μὴ μὲν ἐγὼ κούρῃ Βρισηΐδι χεῖρʼ ἐπένεικα,</l><l n="262">οὔτʼ εὐνῆς πρόφασιν κεχρημένος οὔτέ τευ ἄλλου.</l><l n="263">ἀλλʼ ἔμενʼ ἀπροτίμαστος ἐνὶ κλισίῃσιν ἐμῇσιν.</l><l n="264">εἰ δέ τι τῶνδʼ ἐπίορκον ἐμοὶ θεοὶ ἄλγεα δοῖεν</l><l n="265">πολλὰ μάλʼ, ὅσσα διδοῦσιν ὅτίς σφʼ ἀλίτηται ὀμόσσας.</l></q><l n="266"><milestone ed="P" unit="para"/>ἦ, καὶ ἀπὸ στόμαχον κάπρου τάμε νηλέϊ χαλκῷ.</l><l n="267">τὸν μὲν Ταλθύβιος πολιῆς ἁλὸς ἐς μέγα λαῖτμα</l><l n="268">ῥῖψʼ ἐπιδινήσας βόσιν ἰχθύσιν· αὐτὰρ Ἀχιλλεὺς</l><l n="269">ἀνστὰς Ἀργείοισι φιλοπτολέμοισι μετηύδα·</l><q><l n="270">Ζεῦ πάτερ ἦ μεγάλας ἄτας ἄνδρεσσι διδοῖσθα·</l><l n="271">οὐκ ἂν δή ποτε θυμὸν ἐνὶ στήθεσσιν ἐμοῖσιν</l><l n="272">Ἀτρεΐδης ὤρινε διαμπερές, οὐδέ κε κούρην</l><l n="273">ἦγεν ἐμεῦ ἀέκοντος ἀμήχανος· ἀλλά ποθι Ζεὺς</l><l n="274">ἤθελʼ Ἀχαιοῖσιν θάνατον πολέεσσι γενέσθαι.</l><l n="275">νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα.</l><milestone ed="p" n="276" unit="card"/></q><l n="276"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἐφώνησεν, λῦσεν δʼ ἀγορὴν αἰψηρήν.</l><l n="277">οἳ μὲν ἄρʼ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,</l><l n="278">δῶρα δὲ Μυρμιδόνες μεγαλήτορες ἀμφεπένοντο,</l><l n="279">βὰν δʼ ἐπὶ νῆα φέροντες Ἀχιλλῆος θείοιο.</l><l n="280">καὶ τὰ μὲν ἐν κλισίῃσι θέσαν, κάθισαν δὲ γυναῖκας,</l><l n="281">ἵππους δʼ εἰς ἀγέλην ἔλασαν θεράποντες ἀγαυοί.</l><l n="282"><milestone ed="P" unit="para"/>Βρισηῒς δʼ ἄρʼ ἔπειτʼ ἰκέλη χρυσέῃ Ἀφροδίτῃ</l><l n="283">ὡς ἴδε Πάτροκλον δεδαϊγμένον ὀξέϊ χαλκῷ,</l><l n="284">ἀμφʼ αὐτῷ χυμένη λίγʼ ἐκώκυε, χερσὶ δʼ ἄμυσσε</l><l n="285">στήθεά τʼ ἠδʼ ἁπαλὴν δειρὴν ἰδὲ καλὰ πρόσωπα.</l><l n="286">εἶπε δʼ ἄρα κλαίουσα γυνὴ ἐϊκυῖα θεῇσι·</l><q><l n="287">Πάτροκλέ μοι δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ</l><l n="288">ζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα,</l><l n="289">νῦν δέ σε τεθνηῶτα κιχάνομαι ὄρχαμε λαῶν</l><l n="290">ἂψ ἀνιοῦσʼ· ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί.</l><l n="291">ἄνδρα μὲν ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ</l><l n="292">εἶδον πρὸ πτόλιος δεδαϊγμένον ὀξέϊ χαλκῷ,</l><l n="293">τρεῖς τε κασιγνήτους, τούς μοι μία γείνατο μήτηρ,</l><l n="294">κηδείους, οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον.</l><l n="295">οὐδὲ μὲν οὐδέ μʼ ἔασκες, ὅτʼ ἄνδρʼ ἐμὸν ὠκὺς Ἀχιλλεὺς</l><l n="296">ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος,</l><l n="297">κλαίειν, ἀλλά μʼ ἔφασκες Ἀχιλλῆος θείοιο</l><l n="298">κουριδίην ἄλοχον θήσειν, ἄξειν τʼ ἐνὶ νηυσὶν</l><l n="299">ἐς Φθίην, δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι.</l><l n="300">τώ σʼ ἄμοτον κλαίω τεθνηότα μείλιχον αἰεί.</l></q><l n="301"><milestone ed="P" unit="para"/>ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες</l><l n="302">Πάτροκλον πρόφασιν, σφῶν δʼ αὐτῶν κήδεʼ ἑκάστη.</l><l n="303">αὐτὸν δʼ ἀμφὶ γέροντες Ἀχαιῶν ἠγερέθοντο</l><l n="304">λισσόμενοι δειπνῆσαι· ὃ δʼ ἠρνεῖτο στεναχίζων·</l><q><l n="305">λίσσομαι, εἴ τις ἔμοιγε φίλων ἐπιπείθεθʼ ἑταίρων,</l><l n="306">μή με πρὶν σίτοιο κελεύετε μηδὲ ποτῆτος</l><l n="307">ἄσασθαι φίλον ἦτορ, ἐπεί μʼ ἄχος αἰνὸν ἱκάνει·</l><l n="308">δύντα δʼ ἐς ἠέλιον μενέω καὶ τλήσομαι ἔμπης.</l><milestone ed="p" n="309" unit="card"/></q><l n="309"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἄλλους μὲν ἀπεσκέδασεν βασιλῆας,</l><l n="310">δοιὼ δʼ Ἀτρεΐδα μενέτην καὶ δῖος Ὀδυσσεὺς</l><l n="311">Νέστωρ Ἰδομενεύς τε γέρων θʼ ἱππηλάτα Φοῖνιξ</l><l n="312">τέρποντες πυκινῶς ἀκαχήμενον· οὐδέ τι θυμῷ</l><l n="313">τέρπετο, πρὶν πολέμου στόμα δύμεναι αἱματόεντος.</l><l n="314">μνησάμενος δʼ ἁδινῶς ἀνενείκατο φώνησέν τε·</l><q><l n="315">ἦ ῥά νύ μοί ποτε καὶ σὺ δυσάμμορε φίλταθʼ ἑταίρων</l><l n="316">αὐτὸς ἐνὶ κλισίῃ λαρὸν παρὰ δεῖπνον ἔθηκας</l><l n="317">αἶψα καὶ ὀτραλέως, ὁπότε σπερχοίατʼ Ἀχαιοὶ</l><l n="318">Τρωσὶν ἐφʼ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.</l><l n="319">νῦν δὲ σὺ μὲν κεῖσαι δεδαϊγμένος, αὐτὰρ ἐμὸν κῆρ</l><l n="320">ἄκμηνον πόσιος καὶ ἐδητύος, ἔνδον ἐόντων,</l><l n="321">σῇ ποθῇ· οὐ μὲν γάρ τι κακώτερον ἄλλο πάθοιμι,</l><l n="322">οὐδʼ εἴ κεν τοῦ πατρὸς ἀποφθιμένοιο πυθοίμην,</l><l n="323">ὅς που νῦν Φθίηφι τέρεν κατὰ δάκρυον εἴβει</l><l n="324">χήτεϊ τοιοῦδʼ υἷος· ὃ δʼ ἀλλοδαπῷ ἐνὶ δήμῳ</l><l n="325">εἵνεκα ῥιγεδανῆς Ἑλένης Τρωσὶν πολεμίζω·</l><l n="326">ἠὲ τὸν ὃς Σκύρῳ μοι ἔνι τρέφεται φίλος υἱός,</l><l n="327">εἴ που ἔτι ζώει γε Νεοπτόλεμος θεοειδής.</l><l n="328">πρὶν μὲν γάρ μοι θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει</l><l n="329">οἶον ἐμὲ φθίσεσθαι ἀπʼ Ἄργεος ἱπποβότοιο</l><l n="330">αὐτοῦ ἐνὶ Τροίῃ, σὲ δέ τε Φθίην δὲ νέεσθαι,</l><l n="331">ὡς ἄν μοι τὸν παῖδα θοῇ ἐνὶ νηῒ μελαίνῃ</l><l n="332">Σκυρόθεν ἐξαγάγοις καί οἱ δείξειας ἕκαστα</l><l n="333">κτῆσιν ἐμὴν δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.</l><l n="334">ἤδη γὰρ Πηλῆά γʼ ὀΐομαι ἢ κατὰ πάμπαν</l><l n="335">τεθνάμεν, ἤ που τυτθὸν ἔτι ζώοντʼ ἀκάχησθαι</l><l n="336">γήραΐ τε στυγερῷ καὶ ἐμὴν ποτιδέγμενον αἰεὶ</l><l n="337">λυγρὴν ἀγγελίην, ὅτʼ ἀποφθιμένοιο πύθηται.</l></q><l n="338"><milestone ed="P" unit="para"/>ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο γέροντες,</l><l n="339">μνησάμενοι τὰ ἕκαστος ἐνὶ μεγάροισιν ἔλειπον·</l><l n="340">μυρομένους δʼ ἄρα τούς γε ἰδὼν ἐλέησε Κρονίων,</l><l n="341">αἶψα δʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="342">τέκνον ἐμόν, δὴ πάμπαν ἀποίχεαι ἀνδρὸς ἑῆος.</l><l n="343">ἦ νύ τοι οὐκέτι πάγχυ μετὰ φρεσὶ μέμβλετʼ Ἀχιλλεύς;</l><l n="344">κεῖνος ὅ γε προπάροιθε νεῶν ὀρθοκραιράων</l><l n="345">ἧσται ὀδυρόμενος ἕταρον φίλον· οἳ δὲ δὴ ἄλλοι</l><l n="346">οἴχονται μετὰ δεῖπνον, ὃ δʼ ἄκμηνος καὶ ἄπαστος.</l><l n="347">ἀλλʼ ἴθι οἱ νέκτάρ τε καὶ ἀμβροσίην ἐρατεινὴν</l><l n="348">στάξον ἐνὶ στήθεσσʼ, ἵνα μή μιν λιμὸς ἵκηται.</l><milestone ed="p" n="349" unit="card"/></q><l n="349"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην·</l><l n="350">ἣ δʼ ἅρπῃ ἐϊκυῖα τανυπτέρυγι λιγυφώνῳ</l><l n="351">οὐρανοῦ ἐκκατεπᾶλτο διʼ αἰθέρος. αὐτὰρ Ἀχαιοὶ</l><l n="352">αὐτίκα θωρήσσοντο κατὰ στρατόν· ἣ δʼ Ἀχιλῆϊ</l><l n="353">νέκταρ ἐνὶ στήθεσσι καὶ ἀμβροσίην ἐρατεινὴν</l></div></div></body></text></TEI>