ἀλλὰ πάσασθαι ἄνωχθι θοῇς ἐπὶ νηυσὶν Ἀχαιοὺς σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή. οὐ γὰρ ἀνὴρ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι· εἴ περ γὰρ θυμῷ γε μενοινάᾳ πολεμίζειν, ἀλλά τε λάθρῃ γυῖα βαρύνεται, ἠδὲ κιχάνει δίψά τε καὶ λιμός, βλάβεται δέ τε γούνατʼ ἰόντι. ὃς δέ κʼ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζῃ, θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν, οὐδέ τι γυῖα πρὶν κάμνει πρὶν πάντας ἐρωῆσαι πολέμοιο. ἀλλʼ ἄγε λαὸν μὲν σκέδασον καὶ δεῖπνον ἄνωχθι ὅπλεσθαι· τὰ δὲ δῶρα ἄναξ ἀνδρῶν Ἀγαμέμνων οἰσέτω ἐς μέσσην ἀγορήν, ἵνα πάντες Ἀχαιοὶ ὀφθαλμοῖσιν ἴδωσι, σὺ δὲ φρεσὶ σῇσιν ἰανθῇς. ὀμνυέτω δέ τοι ὅρκον ἐν Ἀργείοισιν ἀναστὰς μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι· ἣ θέμις ἐστὶν ἄναξ ἤ τʼ ἀνδρῶν ἤ τε γυναικῶν· καὶ δὲ σοὶ αὐτῷ θυμὸς ἐνὶ φρεσὶν ἵλαος ἔστω. αὐτὰρ ἔπειτά σε δαιτὶ ἐνὶ κλισίῃς ἀρεσάσθω πιείρῃ, ἵνα μή τι δίκης ἐπιδευὲς ἔχῃσθα. Ἀτρεΐδη σὺ δʼ ἔπειτα δικαιότερος καὶ ἐπʼ ἄλλῳ ἔσσεαι. οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆα ἄνδρʼ ἀπαρέσσασθαι ὅτε τις πρότερος χαλεπήνῃ. τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· χαίρω σεῦ Λαερτιάδη τὸν μῦθον ἀκούσας· ἐν μοίρῃ γὰρ πάντα διίκεο καὶ κατέλεξας. ταῦτα δʼ ἐγὼν ἐθέλω ὀμόσαι, κέλεται δέ με θυμός, οὐδʼ ἐπιορκήσω πρὸς δαίμονος. αὐτὰρ Ἀχιλλεὺς μιμνέτω αὐτόθι τεῖος ἐπειγόμενός περ Ἄρηος· μίμνετε δʼ ἄλλοι πάντες ἀολλέες, ὄφρά κε δῶρα ἐκ κλισίης ἔλθῃσι καὶ ὅρκια πιστὰ τάμωμεν. σοὶ δʼ αὐτῷ τόδʼ ἐγὼν ἐπιτέλλομαι ἠδὲ κελεύω· κρινάμενος κούρητας ἀριστῆας Παναχαιῶν δῶρα ἐμῆς παρὰ νηὸς ἐνεικέμεν, ὅσσʼ Ἀχιλῆϊ χθιζὸν ὑπέστημεν δώσειν, ἀγέμεν τε γυναῖκας. Ταλθύβιος δέ μοι ὦκα κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν κάπρον ἑτοιμασάτω ταμέειν Διί τʼ Ἠελίῳ τε. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον ἄλλοτέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαι, ὁππότε τις μεταπαυσωλὴ πολέμοιο γένηται καὶ μένος οὐ τόσον ᾖσιν ἐνὶ στήθεσσιν ἐμοῖσι. νῦν δʼ οἳ μὲν κέαται δεδαϊγμένοι, οὓς ἐδάμασσεν Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν, ὑμεῖς δʼ ἐς βρωτὺν ὀτρύνετον· ἦ τʼ ἂν ἔγωγε νῦν μὲν ἀνώγοιμι πτολεμίζειν υἷας Ἀχαιῶν νήστιας ἀκμήνους, ἅμα δʼ ἠελίῳ καταδύντι τεύξεσθαι μέγα δόρπον, ἐπὴν τεισαίμεθα λώβην. πρὶν δʼ οὔ πως ἂν ἔμοιγε φίλον κατὰ λαιμὸν ἰείη οὐ πόσις οὐδὲ βρῶσις ἑταίρου τεθνηῶτος ὅς μοι ἐνὶ κλισίῃ δεδαϊγμένος ὀξέϊ χαλκῷ κεῖται ἀνὰ πρόθυρον τετραμμένος, ἀμφὶ δʼ ἑταῖροι μύρονται· τό μοι οὔ τι μετὰ φρεσὶ ταῦτα μέμηλεν, ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·