<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="19"><q><l n="130">ὣς εἰπὼν ἔρριψεν ἀπʼ οὐρανοῦ ἀστερόεντος</l><l n="131">χειρὶ περιστρέψας· τάχα δʼ ἵκετο ἔργʼ ἀνθρώπων.</l><l n="132">τὴν αἰεὶ στενάχεσχʼ ὅθʼ ἑὸν φίλον υἱὸν ὁρῷτο</l><l n="133">ἔργον ἀεικὲς ἔχοντα ὑπʼ Εὐρυσθῆος ἀέθλων.</l><l n="134">ὣς καὶ ἐγών, ὅτε δʼ αὖτε μέγας κορυθαίολος Ἕκτωρ</l><l n="135">Ἀργείους ὀλέκεσκεν ἐπὶ πρυμνῇσι νέεσσιν,</l><l n="136">οὐ δυνάμην λελαθέσθʼ Ἄτης ᾗ πρῶτον ἀάσθην.</l><l n="137">ἀλλʼ ἐπεὶ ἀασάμην καί μευ φρένας ἐξέλετο Ζεύς,</l><l n="138">ἂψ ἐθέλω ἀρέσαι, δόμεναί τʼ ἀπερείσιʼ ἄποινα·</l><l n="139">ἀλλʼ ὄρσευ πόλεμον δὲ καὶ ἄλλους ὄρνυθι λαούς.</l><l n="140">δῶρα δʼ ἐγὼν ὅδε πάντα παρασχέμεν ὅσσά τοι ἐλθὼν</l><l n="141">χθιζὸς ἐνὶ κλισίῃσιν ὑπέσχετο δῖος Ὀδυσσεύς.</l><l n="142">εἰ δʼ ἐθέλεις, ἐπίμεινον ἐπειγόμενός περ Ἄρηος,</l><l n="143">δῶρα δέ τοι θεράποντες ἐμῆς παρὰ νηὸς ἑλόντες</l><l n="144">οἴσουσʼ, ὄφρα ἴδηαι ὅ τοι μενοεικέα δώσω.</l></q><l n="145"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="146">Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον</l><l n="147">δῶρα μὲν αἴ κʼ ἐθέλῃσθα παρασχέμεν, ὡς ἐπιεικές,</l><l n="148">ἤ τʼ ἐχέμεν παρὰ σοί· νῦν δὲ μνησώμεθα χάρμης</l><l n="149">αἶψα μάλʼ· οὐ γὰρ χρὴ κλοτοπεύειν ἐνθάδʼ ἐόντας</l><l n="150">οὐδὲ διατρίβειν· ἔτι γὰρ μέγα ἔργον ἄρεκτον·</l><l n="151">ὥς κέ τις αὖτʼ Ἀχιλῆα μετὰ πρώτοισιν ἴδηται</l><l n="152">ἔγχεϊ χαλκείῳ Τρώων ὀλέκοντα φάλαγγας.</l><l n="153">ὧδέ τις ὑμείων μεμνημένος ἀνδρὶ μαχέσθω.</l></q><milestone ed="p" n="154" unit="card"/><l n="154"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·</l><q><l n="155">μὴ δʼ οὕτως, ἀγαθός περ ἐών, θεοείκελʼ Ἀχιλλεῦ</l><l n="156">νήστιας ὄτρυνε προτὶ Ἴλιον υἷας Ἀχαιῶν</l><l n="157">Τρωσὶ μαχησομένους, ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσται</l><l n="158">φύλοπις, εὖτʼ ἂν πρῶτον ὁμιλήσωσι φάλαγγες</l><l n="159">ἀνδρῶν, ἐν δὲ θεὸς πνεύσῃ μένος ἀμφοτέροισιν.</l><l n="160">ἀλλὰ πάσασθαι ἄνωχθι θοῇς ἐπὶ νηυσὶν Ἀχαιοὺς</l><l n="161">σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή.</l><l n="162">οὐ γὰρ ἀνὴρ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="163">ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι·</l><l n="164">εἴ περ γὰρ θυμῷ γε μενοινάᾳ πολεμίζειν,</l><l n="165">ἀλλά τε λάθρῃ γυῖα βαρύνεται, ἠδὲ κιχάνει</l><l n="166">δίψά τε καὶ λιμός, βλάβεται δέ τε γούνατʼ ἰόντι.</l><l n="167">ὃς δέ κʼ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς</l><l n="168">ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζῃ,</l><l n="169">θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν, οὐδέ τι γυῖα</l><l n="170">πρὶν κάμνει πρὶν πάντας ἐρωῆσαι πολέμοιο.</l><l n="171">ἀλλʼ ἄγε λαὸν μὲν σκέδασον καὶ δεῖπνον ἄνωχθι</l><l n="172">ὅπλεσθαι· τὰ δὲ δῶρα ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="173">οἰσέτω ἐς μέσσην ἀγορήν, ἵνα πάντες Ἀχαιοὶ</l><l n="174">ὀφθαλμοῖσιν ἴδωσι, σὺ δὲ φρεσὶ σῇσιν ἰανθῇς.</l><l n="175">ὀμνυέτω δέ τοι ὅρκον ἐν Ἀργείοισιν ἀναστὰς</l><l n="176">μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι·</l><l n="177">ἣ θέμις ἐστὶν ἄναξ ἤ τʼ ἀνδρῶν ἤ τε γυναικῶν·</l><l n="178">καὶ δὲ σοὶ αὐτῷ θυμὸς ἐνὶ φρεσὶν ἵλαος ἔστω.</l><l n="179">αὐτὰρ ἔπειτά σε δαιτὶ ἐνὶ κλισίῃς ἀρεσάσθω</l><l n="180">πιείρῃ, ἵνα μή τι δίκης ἐπιδευὲς ἔχῃσθα.</l><l n="181">Ἀτρεΐδη σὺ δʼ ἔπειτα δικαιότερος καὶ ἐπʼ ἄλλῳ</l><l n="182">ἔσσεαι. οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆα</l><l n="183">ἄνδρʼ ἀπαρέσσασθαι ὅτε τις πρότερος χαλεπήνῃ.</l></q><milestone ed="p" n="184" unit="card"/><l n="184"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="185">χαίρω σεῦ Λαερτιάδη τὸν μῦθον ἀκούσας·</l><l n="186">ἐν μοίρῃ γὰρ πάντα διίκεο καὶ κατέλεξας.</l><l n="187">ταῦτα δʼ ἐγὼν ἐθέλω ὀμόσαι, κέλεται δέ με θυμός,</l><l n="188">οὐδʼ ἐπιορκήσω πρὸς δαίμονος. αὐτὰρ Ἀχιλλεὺς</l><l n="189">μιμνέτω αὐτόθι τεῖος ἐπειγόμενός περ Ἄρηος·</l><l n="190">μίμνετε δʼ ἄλλοι πάντες ἀολλέες, ὄφρά κε δῶρα</l><l n="191">ἐκ κλισίης ἔλθῃσι καὶ ὅρκια πιστὰ τάμωμεν.</l><l n="192">σοὶ δʼ αὐτῷ τόδʼ ἐγὼν ἐπιτέλλομαι ἠδὲ κελεύω·</l><l n="193">κρινάμενος κούρητας ἀριστῆας Παναχαιῶν</l><l n="194">δῶρα ἐμῆς παρὰ νηὸς ἐνεικέμεν, ὅσσʼ Ἀχιλῆϊ</l><l n="195">χθιζὸν ὑπέστημεν δώσειν, ἀγέμεν τε γυναῖκας.</l><l n="196">Ταλθύβιος δέ μοι ὦκα κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν</l><l n="197">κάπρον ἑτοιμασάτω ταμέειν Διί τʼ Ἠελίῳ τε.</l></q><l n="198"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="199">Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον</l><l n="200">ἄλλοτέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαι,</l><l n="201">ὁππότε τις μεταπαυσωλὴ πολέμοιο γένηται</l><l n="202">καὶ μένος οὐ τόσον ᾖσιν ἐνὶ στήθεσσιν ἐμοῖσι.</l><l n="203">νῦν δʼ οἳ μὲν κέαται δεδαϊγμένοι, οὓς ἐδάμασσεν</l><l n="204">Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν,</l><l n="205">ὑμεῖς δʼ ἐς βρωτὺν ὀτρύνετον· ἦ τʼ ἂν ἔγωγε</l><l n="206">νῦν μὲν ἀνώγοιμι πτολεμίζειν υἷας Ἀχαιῶν</l><l n="207">νήστιας ἀκμήνους, ἅμα δʼ ἠελίῳ καταδύντι</l><l n="208">τεύξεσθαι μέγα δόρπον, ἐπὴν τεισαίμεθα λώβην.</l><l n="209">πρὶν δʼ οὔ πως ἂν ἔμοιγε φίλον κατὰ λαιμὸν ἰείη</l><l n="210">οὐ πόσις οὐδὲ βρῶσις ἑταίρου τεθνηῶτος</l><l n="211">ὅς μοι ἐνὶ κλισίῃ δεδαϊγμένος ὀξέϊ χαλκῷ</l><l n="212">κεῖται ἀνὰ πρόθυρον τετραμμένος, ἀμφὶ δʼ ἑταῖροι</l><l n="213">μύρονται· τό μοι οὔ τι μετὰ φρεσὶ ταῦτα μέμηλεν,</l><l n="214">ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν.</l></q></div></div></body></text></TEI>