ἐκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει, τῶν ἀνδρῶν γενεῆς οἵ θʼ αἵματος ἐξ ἐμεῦ εἰσί. τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη· ψευστήσεις, οὐδʼ αὖτε τέλος μύθῳ ἐπιθήσεις. εἰ δʼ ἄγε νῦν μοι ὄμοσσον Ὀλύμπιε καρτερὸν ὅρκον, ἦ μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξειν ὅς κεν ἐπʼ ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικὸς τῶν ἀνδρῶν οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης. ὣς ἔφατο· Ζεὺς δʼ οὔ τι δολοφροσύνην ἐνόησεν, ἀλλʼ ὄμοσεν μέγαν ὅρκον, ἔπειτα δὲ πολλὸν ἀάσθη. Ἥρη δʼ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο, καρπαλίμως δʼ ἵκετʼ Ἄργος Ἀχαιικόν, ἔνθʼ ἄρα ᾔδη ἰφθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο. ἣ δʼ ἐκύει φίλον υἱόν, ὃ δʼ ἕβδομος ἑστήκει μείς· ἐκ δʼ ἄγαγε πρὸ φόως δὲ καὶ ἠλιτόμηνον ἐόντα, Ἀλκμήνης δʼ ἀπέπαυσε τόκον, σχέθε δʼ Εἰλειθυίας. αὐτὴ δʼ ἀγγελέουσα Δία Κρονίωνα προσηύδα· Ζεῦ πάτερ ἀργικέραυνε ἔπος τί τοι ἐν φρεσὶ θήσω· ἤδη ἀνὴρ γέγονʼ ἐσθλὸς ὃς Ἀργείοισιν ἀνάξει Εὐρυσθεὺς Σθενέλοιο πάϊς Περσηϊάδαο σὸν γένος· οὔ οἱ ἀεικὲς ἀνασσέμεν Ἀργείοισιν. ὣς φάτο, τὸν δʼ ἄχος ὀξὺ κατὰ φρένα τύψε βαθεῖαν· αὐτίκα δʼ εἷλʼ Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο χωόμενος φρεσὶν ᾗσι, καὶ ὤμοσε καρτερὸν ὅρκον μή ποτʼ ἐς Οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντα αὖτις ἐλεύσεσθαι Ἄτην, ἣ πάντας ἀᾶται. ὣς εἰπὼν ἔρριψεν ἀπʼ οὐρανοῦ ἀστερόεντος χειρὶ περιστρέψας· τάχα δʼ ἵκετο ἔργʼ ἀνθρώπων. τὴν αἰεὶ στενάχεσχʼ ὅθʼ ἑὸν φίλον υἱὸν ὁρῷτο ἔργον ἀεικὲς ἔχοντα ὑπʼ Εὐρυσθῆος ἀέθλων. ὣς καὶ ἐγών, ὅτε δʼ αὖτε μέγας κορυθαίολος Ἕκτωρ Ἀργείους ὀλέκεσκεν ἐπὶ πρυμνῇσι νέεσσιν, οὐ δυνάμην λελαθέσθʼ Ἄτης ᾗ πρῶτον ἀάσθην. ἀλλʼ ἐπεὶ ἀασάμην καί μευ φρένας ἐξέλετο Ζεύς, ἂψ ἐθέλω ἀρέσαι, δόμεναί τʼ ἀπερείσιʼ ἄποινα· ἀλλʼ ὄρσευ πόλεμον δὲ καὶ ἄλλους ὄρνυθι λαούς. δῶρα δʼ ἐγὼν ὅδε πάντα παρασχέμεν ὅσσά τοι ἐλθὼν χθιζὸς ἐνὶ κλισίῃσιν ὑπέσχετο δῖος Ὀδυσσεύς. εἰ δʼ ἐθέλεις, ἐπίμεινον ἐπειγόμενός περ Ἄρηος, δῶρα δέ τοι θεράποντες ἐμῆς παρὰ νηὸς ἑλόντες οἴσουσʼ, ὄφρα ἴδηαι ὅ τοι μενοεικέα δώσω. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον δῶρα μὲν αἴ κʼ ἐθέλῃσθα παρασχέμεν, ὡς ἐπιεικές, ἤ τʼ ἐχέμεν παρὰ σοί· νῦν δὲ μνησώμεθα χάρμης αἶψα μάλʼ· οὐ γὰρ χρὴ κλοτοπεύειν ἐνθάδʼ ἐόντας οὐδὲ διατρίβειν· ἔτι γὰρ μέγα ἔργον ἄρεκτον· ὥς κέ τις αὖτʼ Ἀχιλῆα μετὰ πρώτοισιν ἴδηται ἔγχεϊ χαλκείῳ Τρώων ὀλέκοντα φάλαγγας. ὧδέ τις ὑμείων μεμνημένος ἀνδρὶ μαχέσθω. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· μὴ δʼ οὕτως, ἀγαθός περ ἐών, θεοείκελʼ Ἀχιλλεῦ νήστιας ὄτρυνε προτὶ Ἴλιον υἷας Ἀχαιῶν Τρωσὶ μαχησομένους, ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσται φύλοπις, εὖτʼ ἂν πρῶτον ὁμιλήσωσι φάλαγγες ἀνδρῶν, ἐν δὲ θεὸς πνεύσῃ μένος ἀμφοτέροισιν.