<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="18"><q><l n="61">ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο</l><l n="62">ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.</l><l n="63">ἀλλʼ εἶμʼ, ὄφρα ἴδωμι φίλον τέκος, ἠδʼ ἐπακούσω</l><l n="64">ὅττί μιν ἵκετο πένθος ἀπὸ πτολέμοιο μένοντα.</l></q><milestone ed="p" n="65" unit="card"/><l n="65"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασα λίπε σπέος· αἳ δὲ σὺν αὐτῇ</l><l n="66">δακρυόεσσαι ἴσαν, περὶ δέ σφισι κῦμα θαλάσσης</l><l n="67">ῥήγνυτο· ταὶ δʼ ὅτε δὴ Τροίην ἐρίβωλον ἵκοντο</l><l n="68">ἀκτὴν εἰσανέβαινον ἐπισχερώ, ἔνθα θαμειαὶ</l><l n="69">Μυρμιδόνων εἴρυντο νέες ταχὺν ἀμφʼ Ἀχιλῆα.</l><l n="70">τῷ δὲ βαρὺ στενάχοντι παρίστατο πότνια μήτηρ,</l><l n="71">ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο,</l><l n="72">καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="73">τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;</l><l n="74">ἐξαύδα, μὴ κεῦθε· τὰ μὲν δή τοι τετέλεσται</l><l n="75">ἐκ Διός, ὡς ἄρα δὴ πρίν γʼ εὔχεο χεῖρας ἀνασχὼν</l><l n="76">πάντας ἐπὶ πρύμνῃσιν ἀλήμεναι υἷας Ἀχαιῶν</l><l n="77">σεῦ ἐπιδευομένους, παθέειν τʼ ἀεκήλια ἔργα.</l></q></div></div></body></text></TEI>