<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="18"><l n="609"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ δὴ τεῦξε σάκος μέγα τε στιβαρόν τε,</l><l n="610">τεῦξʼ ἄρα οἱ θώρηκα φαεινότερον πυρὸς αὐγῆς,</l><l n="611">τεῦξε δέ οἱ κόρυθα βριαρὴν κροτάφοις ἀραρυῖαν</l><l n="612">καλὴν δαιδαλέην, ἐπὶ δὲ χρύσεον λόφον ἧκε,</l><l n="613">τεῦξε δέ οἱ κνημῖδας ἑανοῦ κασσιτέροιο.</l><l n="614"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ πάνθʼ ὅπλα κάμε κλυτὸς ἀμφιγυήεις,</l><l n="615">μητρὸς Ἀχιλλῆος θῆκε προπάροιθεν ἀείρας.</l><l n="616">ἣ δʼ ἴρηξ ὣς ἆλτο κατʼ Οὐλύμπου νιφόεντος</l><l n="617">τεύχεα μαρμαίροντα παρʼ Ἡφαίστοιο φέρουσα.</l></div><div type="textpart" subtype="Book" n="19"><milestone ed="p" n="1" unit="card"/><l n="1">Ἠὼς μὲν κροκόπεπλος ἀπʼ Ὠκεανοῖο ῥοάων</l><l n="2">ὄρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·</l><l n="3">ἣ δʼ ἐς νῆας ἵκανε θεοῦ πάρα δῶρα φέρουσα.</l><l n="4">εὗρε δὲ Πατρόκλῳ περικείμενον ὃν φίλον υἱὸν</l><l n="5">κλαίοντα λιγέως· πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι</l><l n="6">μύρονθʼ· ἣ δʼ ἐν τοῖσι παρίστατο δῖα θεάων,</l><l n="7">ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="8">τέκνον ἐμὸν τοῦτον μὲν ἐάσομεν ἀχνύμενοί περ</l><l n="9">κεῖσθαι, ἐπεὶ δὴ πρῶτα θεῶν ἰότητι δαμάσθη·</l><l n="10">τύνη δʼ Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο</l><l n="11">καλὰ μάλʼ, οἷʼ οὔ πώ τις ἀνὴρ ὤμοισι φόρησεν.</l></q><l n="12"><milestone ed="P" unit="para"/>ὡς ἄρα φωνήσασα θεὰ κατὰ τεύχεʼ ἔθηκε</l><l n="13">πρόσθεν Ἀχιλλῆος· τὰ δʼ ἀνέβραχε δαίδαλα πάντα.</l><l n="14">Μυρμιδόνας δʼ ἄρα πάντας ἕλε τρόμος, οὐδέ τις ἔτλη</l><l n="15">ἄντην εἰσιδέειν, ἀλλʼ ἔτρεσαν. αὐτὰρ Ἀχιλλεὺς</l><l n="16">ὡς εἶδʼ, ὥς μιν μᾶλλον ἔδυ χόλος, ἐν δέ οἱ ὄσσε</l><l n="17">δεινὸν ὑπὸ βλεφάρων ὡς εἰ σέλας ἐξεφάανθεν·</l><l n="18">τέρπετο δʼ ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα.</l><l n="19">αὐτὰρ ἐπεὶ φρεσὶν ᾗσι τετάρπετο δαίδαλα λεύσσων</l><l n="20">αὐτίκα μητέρα ἣν ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="21">μῆτερ ἐμὴ τὰ μὲν ὅπλα θεὸς πόρεν οἷʼ ἐπιεικὲς</l><l n="22">ἔργʼ ἔμεν ἀθανάτων, μὴ δὲ βροτὸν ἄνδρα τελέσσαι.</l><l n="23">νῦν δʼ ἤτοι μὲν ἐγὼ θωρήξομαι· ἀλλὰ μάλʼ αἰνῶς</l><l n="24">δείδω μή μοι τόφρα Μενοιτίου ἄλκιμον υἱὸν</l><l n="25">μυῖαι καδδῦσαι κατὰ χαλκοτύπους ὠτειλὰς</l><l n="26">εὐλὰς ἐγγείνωνται, ἀεικίσσωσι δὲ νεκρόν,</l><l n="27">ἐκ δʼ αἰὼν πέφαται, κατὰ δὲ χρόα πάντα σαπήῃ.</l></q><l n="28"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·</l><q><l n="29">τέκνον μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.</l><l n="30">τῷ μὲν ἐγὼ πειρήσω ἀλαλκεῖν ἄγρια φῦλα</l><l n="31">μυίας, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν·</l><l n="32">ἤν περ γὰρ κεῖταί γε τελεσφόρον εἰς ἐνιαυτόν,</l><l n="33">αἰεὶ τῷ γʼ ἔσται χρὼς ἔμπεδος, ἢ καὶ ἀρείων.</l><l n="34">ἀλλὰ σύ γʼ εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς</l><l n="35">μῆνιν ἀποειπὼν Ἀγαμέμνονι ποιμένι λαῶν</l><l n="36">αἶψα μάλʼ ἐς πόλεμον θωρήσσεο, δύσεο δʼ ἀλκήν.</l><milestone ed="p" n="37" unit="card"/></q><l n="37"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασα μένος πολυθαρσὲς ἐνῆκε,</l><l n="38">Πατρόκλῳ δʼ αὖτʼ ἀμβροσίην καὶ νέκταρ ἐρυθρὸν</l><l n="39">στάξε κατὰ ῥινῶν, ἵνα οἱ χρὼς ἔμπεδος εἴη.</l><l n="40"><milestone ed="P" unit="para"/>αὐτὰρ ὃ βῆ παρὰ θῖνα θαλάσσης δῖος Ἀχιλλεὺς</l><l n="41">σμερδαλέα ἰάχων, ὦρσεν δʼ ἥρωας Ἀχαιούς.</l><l n="42">καί ῥʼ οἵ περ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι μένεσκον</l><l n="43">οἵ τε κυβερνῆται καὶ ἔχον οἰήϊα νηῶν</l><l n="44">καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν σίτοιο δοτῆρες,</l><l n="45">καὶ μὴν οἳ τότε γʼ εἰς ἀγορὴν ἴσαν, οὕνεκʼ Ἀχιλλεὺς</l><l n="46">ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς.</l><l n="47">τὼ δὲ δύω σκάζοντε βάτην Ἄρεος θεράποντε</l></div></div></body></text></TEI>