ῥεῖα μάλʼ, ὡς ὅτε τις τροχὸν ἄρμενον ἐν παλάμῃσιν ἑζόμενος κεραμεὺς πειρήσεται, αἴ κε θέῃσιν· ἄλλοτε δʼ αὖ θρέξασκον ἐπὶ στίχας ἀλλήλοισι. πολλὸς δʼ ἱμερόεντα χορὸν περιίσταθʼ ὅμιλος τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς φορμίζων· δοιὼ δὲ κυβιστητῆρε κατ' αὐτοὺς μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους. ἐν δʼ ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο ἄντυγα πὰρ πυμάτην σάκεος πύκα ποιητοῖο. αὐτὰρ ἐπεὶ δὴ τεῦξε σάκος μέγα τε στιβαρόν τε, τεῦξʼ ἄρα οἱ θώρηκα φαεινότερον πυρὸς αὐγῆς, τεῦξε δέ οἱ κόρυθα βριαρὴν κροτάφοις ἀραρυῖαν καλὴν δαιδαλέην, ἐπὶ δὲ χρύσεον λόφον ἧκε, τεῦξε δέ οἱ κνημῖδας ἑανοῦ κασσιτέροιο. αὐτὰρ ἐπεὶ πάνθʼ ὅπλα κάμε κλυτὸς ἀμφιγυήεις, μητρὸς Ἀχιλλῆος θῆκε προπάροιθεν ἀείρας. ἣ δʼ ἴρηξ ὣς ἆλτο κατʼ Οὐλύμπου νιφόεντος τεύχεα μαρμαίροντα παρʼ Ἡφαίστοιο φέρουσα. Ἠὼς μὲν κροκόπεπλος ἀπʼ Ὠκεανοῖο ῥοάων ὄρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν· ἣ δʼ ἐς νῆας ἵκανε θεοῦ πάρα δῶρα φέρουσα. εὗρε δὲ Πατρόκλῳ περικείμενον ὃν φίλον υἱὸν κλαίοντα λιγέως· πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι μύρονθʼ· ἣ δʼ ἐν τοῖσι παρίστατο δῖα θεάων, ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· τέκνον ἐμὸν τοῦτον μὲν ἐάσομεν ἀχνύμενοί περ κεῖσθαι, ἐπεὶ δὴ πρῶτα θεῶν ἰότητι δαμάσθη· τύνη δʼ Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο καλὰ μάλʼ, οἷʼ οὔ πώ τις ἀνὴρ ὤμοισι φόρησεν. ὡς ἄρα φωνήσασα θεὰ κατὰ τεύχεʼ ἔθηκε πρόσθεν Ἀχιλλῆος· τὰ δʼ ἀνέβραχε δαίδαλα πάντα. Μυρμιδόνας δʼ ἄρα πάντας ἕλε τρόμος, οὐδέ τις ἔτλη ἄντην εἰσιδέειν, ἀλλʼ ἔτρεσαν. αὐτὰρ Ἀχιλλεὺς ὡς εἶδʼ, ὥς μιν μᾶλλον ἔδυ χόλος, ἐν δέ οἱ ὄσσε δεινὸν ὑπὸ βλεφάρων ὡς εἰ σέλας ἐξεφάανθεν· τέρπετο δʼ ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα. αὐτὰρ ἐπεὶ φρεσὶν ᾗσι τετάρπετο δαίδαλα λεύσσων αὐτίκα μητέρα ἣν ἔπεα πτερόεντα προσηύδα· μῆτερ ἐμὴ τὰ μὲν ὅπλα θεὸς πόρεν οἷʼ ἐπιεικὲς ἔργʼ ἔμεν ἀθανάτων, μὴ δὲ βροτὸν ἄνδρα τελέσσαι. νῦν δʼ ἤτοι μὲν ἐγὼ θωρήξομαι· ἀλλὰ μάλʼ αἰνῶς δείδω μή μοι τόφρα Μενοιτίου ἄλκιμον υἱὸν μυῖαι καδδῦσαι κατὰ χαλκοτύπους ὠτειλὰς εὐλὰς ἐγγείνωνται, ἀεικίσσωσι δὲ νεκρόν, ἐκ δʼ αἰὼν πέφαται, κατὰ δὲ χρόα πάντα σαπήῃ. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα· τέκνον μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων. τῷ μὲν ἐγὼ πειρήσω ἀλαλκεῖν ἄγρια φῦλα μυίας, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν· ἤν περ γὰρ κεῖταί γε τελεσφόρον εἰς ἐνιαυτόν, αἰεὶ τῷ γʼ ἔσται χρὼς ἔμπεδος, ἢ καὶ ἀρείων. ἀλλὰ σύ γʼ εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς μῆνιν ἀποειπὼν Ἀγαμέμνονι ποιμένι λαῶν αἶψα μάλʼ ἐς πόλεμον θωρήσσεο, δύσεο δʼ ἀλκήν. ὣς ἄρα φωνήσασα μένος πολυθαρσὲς ἐνῆκε, Πατρόκλῳ δʼ αὖτʼ ἀμβροσίην καὶ νέκταρ ἐρυθρὸν στάξε κατὰ ῥινῶν, ἵνα οἱ χρὼς ἔμπεδος εἴη. αὐτὰρ ὃ βῆ παρὰ θῖνα θαλάσσης δῖος Ἀχιλλεὺς σμερδαλέα ἰάχων, ὦρσεν δʼ ἥρωας Ἀχαιούς. καί ῥʼ οἵ περ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι μένεσκον οἵ τε κυβερνῆται καὶ ἔχον οἰήϊα νηῶν καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν σίτοιο δοτῆρες, καὶ μὴν οἳ τότε γʼ εἰς ἀγορὴν ἴσαν, οὕνεκʼ Ἀχιλλεὺς ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς. τὼ δὲ δύω σκάζοντε βάτην Ἄρεος θεράποντε Τυδεΐδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεὺς ἔγχει ἐρειδομένω· ἔτι γὰρ ἔχον ἕλκεα λυγρά· κὰδ δὲ μετὰ πρώτῃ ἀγορῇ ἵζοντο κιόντες. αὐτὰρ ὃ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ἕλκος ἔχων· καὶ γὰρ τὸν ἐνὶ κρατερῇ ὑσμίνῃ οὖτα Κόων Ἀντηνορίδης χαλκήρεϊ δουρί. αὐτὰρ ἐπεὶ δὴ πάντες ἀολλίσθησαν Ἀχαιοί, τοῖσι δʼ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς· Ἀτρεΐδη ἦ ἄρ τι τόδʼ ἀμφοτέροισιν ἄρειον ἔπλετο σοὶ καὶ ἐμοί, ὅ τε νῶΐ περ ἀχνυμένω κῆρ θυμοβόρῳ ἔριδι μενεήναμεν εἵνεκα κούρης; τὴν ὄφελʼ ἐν νήεσσι κατακτάμεν Ἄρτεμις ἰῷ ἤματι τῷ ὅτʼ ἐγὼν ἑλόμην Λυρνησσὸν ὀλέσσας· τώ κʼ οὐ τόσσοι Ἀχαιοὶ ὀδὰξ ἕλον ἄσπετον οὖδας δυσμενέων ὑπὸ χερσὶν ἐμεῦ ἀπομηνίσαντος. Ἕκτορι μὲν καὶ Τρωσὶ τὸ κέρδιον· αὐτὰρ Ἀχαιοὺς δηρὸν ἐμῆς καὶ σῆς ἔριδος μνήσεσθαι ὀΐω. ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ· νῦν δʼ ἤτοι μὲν ἐγὼ παύω χόλον, οὐδέ τί με χρὴ ἀσκελέως αἰεὶ μενεαινέμεν· ἀλλʼ ἄγε θᾶσσον ὄτρυνον πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς, ὄφρʼ ἔτι καὶ Τρώων πειρήσομαι ἀντίον ἐλθὼν αἴ κʼ ἐθέλωσʼ ἐπὶ νηυσὶν ἰαύειν· ἀλλά τινʼ οἴω ἀσπασίως αὐτῶν γόνυ κάμψειν, ὅς κε φύγῃσι δηΐου ἐκ πολέμοιο ὑπʼ ἔγχεος ἡμετέροιο. ὣς ἔφαθʼ, οἳ δʼ ἐχάρησαν ἐϋκνήμιδες Ἀχαιοὶ μῆνιν ἀπειπόντος μεγαθύμου Πηλεΐωνος. τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων αὐτόθεν ἐξ ἕδρης, οὐδʼ ἐν μέσσοισιν ἀναστάς· ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος ἑσταότος μὲν καλὸν ἀκούειν, οὐδὲ ἔοικεν ὑββάλλειν· χαλεπὸν γὰρ ἐπισταμένῳ περ ἐόντι. ἀνδρῶν δʼ ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσαι ἢ εἴποι; βλάβεται δὲ λιγύς περ ἐὼν ἀγορητής. Πηλεΐδῃ μὲν ἐγὼν ἐνδείξομαι· αὐτὰρ οἱ ἄλλοι σύνθεσθʼ Ἀργεῖοι, μῦθόν τʼ εὖ γνῶτε ἕκαστος. πολλάκι δή μοι τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον καί τέ με νεικείεσκον· ἐγὼ δʼ οὐκ αἴτιός εἰμι, ἀλλὰ Ζεὺς καὶ Μοῖρα καὶ ἠεροφοῖτις Ἐρινύς, οἵ τέ μοι εἰν ἀγορῇ φρεσὶν ἔμβαλον ἄγριον ἄτην, ἤματι τῷ ὅτʼ Ἀχιλλῆος γέρας αὐτὸς ἀπηύρων. ἀλλὰ τί κεν ῥέξαιμι; θεὸς διὰ πάντα τελευτᾷ. πρέσβα Διὸς θυγάτηρ Ἄτη, ἣ πάντας ἀᾶται, οὐλομένη· τῇ μέν θʼ ἁπαλοὶ πόδες· οὐ γὰρ ἐπʼ οὔδει πίλναται, ἀλλʼ ἄρα ἥ γε κατʼ ἀνδρῶν κράατα βαίνει βλάπτουσʼ ἀνθρώπους· κατὰ δʼ οὖν ἕτερόν γε πέδησε. καὶ γὰρ δή νύ ποτε Ζεὺς ἄσατο, τόν περ ἄριστον ἀνδρῶν ἠδὲ θεῶν φασʼ ἔμμεναι· ἀλλʼ ἄρα καὶ τὸν Ἥρη θῆλυς ἐοῦσα δολοφροσύνῃς ἀπάτησεν, ἤματι τῷ ὅτʼ ἔμελλε βίην Ἡρακληείην Ἀλκμήνη τέξεσθαι ἐϋστεφάνῳ ἐνὶ Θήβῃ. ἤτοι ὅ γʼ εὐχόμενος μετέφη πάντεσσι θεοῖσι· κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι, ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσιν ἀνώγει. σήμερον ἄνδρα φόως δὲ μογοστόκος Εἰλείθυια ἐκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει, τῶν ἀνδρῶν γενεῆς οἵ θʼ αἵματος ἐξ ἐμεῦ εἰσί. τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη· ψευστήσεις, οὐδʼ αὖτε τέλος μύθῳ ἐπιθήσεις. εἰ δʼ ἄγε νῦν μοι ὄμοσσον Ὀλύμπιε καρτερὸν ὅρκον, ἦ μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξειν