<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="18"><l n="589">σταθμούς τε κλισίας τε κατηρεφέας ἰδὲ σηκούς.</l><milestone ed="p" n="590" unit="card"/><l n="590"><milestone ed="P" unit="para"/>ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεις,</l><l n="591">τῷ ἴκελον οἷόν ποτʼ ἐνὶ Κνωσῷ εὐρείῃ</l><l n="592">Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ.</l><l n="593">ἔνθα μὲν ἠΐθεοι καὶ παρθένοι ἀλφεσίβοιαι</l><l n="594">ὀρχεῦντʼ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχοντες.</l><l n="595">τῶν δʼ αἳ μὲν λεπτὰς ὀθόνας ἔχον, οἳ δὲ χιτῶνας</l><l n="596">εἵατʼ ἐϋννήτους, ἦκα στίλβοντας ἐλαίῳ·</l><l n="597">καί ῥʼ αἳ μὲν καλὰς στεφάνας ἔχον, οἳ δὲ μαχαίρας</l><l n="598">εἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων.</l><l n="599">οἳ δʼ ὁτὲ μὲν θρέξασκον ἐπισταμένοισι πόδεσσι</l><l n="600">ῥεῖα μάλʼ, ὡς ὅτε τις τροχὸν ἄρμενον ἐν παλάμῃσιν</l><l n="601">ἑζόμενος κεραμεὺς πειρήσεται, αἴ κε θέῃσιν·</l><l n="602">ἄλλοτε δʼ αὖ θρέξασκον ἐπὶ στίχας ἀλλήλοισι.</l><l n="603">πολλὸς δʼ ἱμερόεντα χορὸν περιίσταθʼ ὅμιλος</l><l n="604">τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς</l><l n="605">φορμίζων· δοιὼ δὲ κυβιστητῆρε κατ' αὐτοὺς</l><l n="606">μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους.</l><l n="607"><milestone ed="P" unit="para"/>ἐν δʼ ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο</l><l n="608">ἄντυγα πὰρ πυμάτην σάκεος πύκα ποιητοῖο.</l><l n="609"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ δὴ τεῦξε σάκος μέγα τε στιβαρόν τε,</l><l n="610">τεῦξʼ ἄρα οἱ θώρηκα φαεινότερον πυρὸς αὐγῆς,</l><l n="611">τεῦξε δέ οἱ κόρυθα βριαρὴν κροτάφοις ἀραρυῖαν</l><l n="612">καλὴν δαιδαλέην, ἐπὶ δὲ χρύσεον λόφον ἧκε,</l><l n="613">τεῦξε δέ οἱ κνημῖδας ἑανοῦ κασσιτέροιο.</l><l n="614"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ πάνθʼ ὅπλα κάμε κλυτὸς ἀμφιγυήεις,</l><l n="615">μητρὸς Ἀχιλλῆος θῆκε προπάροιθεν ἀείρας.</l><l n="616">ἣ δʼ ἴρηξ ὣς ἆλτο κατʼ Οὐλύμπου νιφόεντος</l><l n="617">τεύχεα μαρμαίροντα παρʼ Ἡφαίστοιο φέρουσα.</l></div><div type="textpart" subtype="Book" n="19"><milestone ed="p" n="1" unit="card"/><l n="1">Ἠὼς μὲν κροκόπεπλος ἀπʼ Ὠκεανοῖο ῥοάων</l><l n="2">ὄρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·</l><l n="3">ἣ δʼ ἐς νῆας ἵκανε θεοῦ πάρα δῶρα φέρουσα.</l><l n="4">εὗρε δὲ Πατρόκλῳ περικείμενον ὃν φίλον υἱὸν</l><l n="5">κλαίοντα λιγέως· πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι</l><l n="6">μύρονθʼ· ἣ δʼ ἐν τοῖσι παρίστατο δῖα θεάων,</l><l n="7">ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="8">τέκνον ἐμὸν τοῦτον μὲν ἐάσομεν ἀχνύμενοί περ</l><l n="9">κεῖσθαι, ἐπεὶ δὴ πρῶτα θεῶν ἰότητι δαμάσθη·</l><l n="10">τύνη δʼ Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο</l><l n="11">καλὰ μάλʼ, οἷʼ οὔ πώ τις ἀνὴρ ὤμοισι φόρησεν.</l></q><l n="12"><milestone ed="P" unit="para"/>ὡς ἄρα φωνήσασα θεὰ κατὰ τεύχεʼ ἔθηκε</l><l n="13">πρόσθεν Ἀχιλλῆος· τὰ δʼ ἀνέβραχε δαίδαλα πάντα.</l><l n="14">Μυρμιδόνας δʼ ἄρα πάντας ἕλε τρόμος, οὐδέ τις ἔτλη</l><l n="15">ἄντην εἰσιδέειν, ἀλλʼ ἔτρεσαν. αὐτὰρ Ἀχιλλεὺς</l><l n="16">ὡς εἶδʼ, ὥς μιν μᾶλλον ἔδυ χόλος, ἐν δέ οἱ ὄσσε</l><l n="17">δεινὸν ὑπὸ βλεφάρων ὡς εἰ σέλας ἐξεφάανθεν·</l><l n="18">τέρπετο δʼ ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα.</l><l n="19">αὐτὰρ ἐπεὶ φρεσὶν ᾗσι τετάρπετο δαίδαλα λεύσσων</l><l n="20">αὐτίκα μητέρα ἣν ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="21">μῆτερ ἐμὴ τὰ μὲν ὅπλα θεὸς πόρεν οἷʼ ἐπιεικὲς</l><l n="22">ἔργʼ ἔμεν ἀθανάτων, μὴ δὲ βροτὸν ἄνδρα τελέσσαι.</l><l n="23">νῦν δʼ ἤτοι μὲν ἐγὼ θωρήξομαι· ἀλλὰ μάλʼ αἰνῶς</l><l n="24">δείδω μή μοι τόφρα Μενοιτίου ἄλκιμον υἱὸν</l><l n="25">μυῖαι καδδῦσαι κατὰ χαλκοτύπους ὠτειλὰς</l><l n="26">εὐλὰς ἐγγείνωνται, ἀεικίσσωσι δὲ νεκρόν,</l><l n="27">ἐκ δʼ αἰὼν πέφαται, κατὰ δὲ χρόα πάντα σαπήῃ.</l></q><l n="28"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·</l><q><l n="29">τέκνον μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.</l><l n="30">τῷ μὲν ἐγὼ πειρήσω ἀλαλκεῖν ἄγρια φῦλα</l><l n="31">μυίας, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν·</l><l n="32">ἤν περ γὰρ κεῖταί γε τελεσφόρον εἰς ἐνιαυτόν,</l><l n="33">αἰεὶ τῷ γʼ ἔσται χρὼς ἔμπεδος, ἢ καὶ ἀρείων.</l><l n="34">ἀλλὰ σύ γʼ εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς</l><l n="35">μῆνιν ἀποειπὼν Ἀγαμέμνονι ποιμένι λαῶν</l><l n="36">αἶψα μάλʼ ἐς πόλεμον θωρήσσεο, δύσεο δʼ ἀλκήν.</l><milestone ed="p" n="37" unit="card"/></q><l n="37"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασα μένος πολυθαρσὲς ἐνῆκε,</l><l n="38">Πατρόκλῳ δʼ αὖτʼ ἀμβροσίην καὶ νέκταρ ἐρυθρὸν</l><l n="39">στάξε κατὰ ῥινῶν, ἵνα οἱ χρὼς ἔμπεδος εἴη.</l><l n="40"><milestone ed="P" unit="para"/>αὐτὰρ ὃ βῆ παρὰ θῖνα θαλάσσης δῖος Ἀχιλλεὺς</l><l n="41">σμερδαλέα ἰάχων, ὦρσεν δʼ ἥρωας Ἀχαιούς.</l><l n="42">καί ῥʼ οἵ περ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι μένεσκον</l><l n="43">οἵ τε κυβερνῆται καὶ ἔχον οἰήϊα νηῶν</l><l n="44">καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν σίτοιο δοτῆρες,</l><l n="45">καὶ μὴν οἳ τότε γʼ εἰς ἀγορὴν ἴσαν, οὕνεκʼ Ἀχιλλεὺς</l><l n="46">ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς.</l><l n="47">τὼ δὲ δύω σκάζοντε βάτην Ἄρεος θεράποντε</l><l n="48">Τυδεΐδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεὺς</l><l n="49">ἔγχει ἐρειδομένω· ἔτι γὰρ ἔχον ἕλκεα λυγρά·</l><l n="50">κὰδ δὲ μετὰ πρώτῃ ἀγορῇ ἵζοντο κιόντες.</l><l n="51">αὐτὰρ ὃ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="52">ἕλκος ἔχων· καὶ γὰρ τὸν ἐνὶ κρατερῇ ὑσμίνῃ</l><l n="53">οὖτα Κόων Ἀντηνορίδης χαλκήρεϊ δουρί.</l><l n="54">αὐτὰρ ἐπεὶ δὴ πάντες ἀολλίσθησαν Ἀχαιοί,</l><l n="55">τοῖσι δʼ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="56">Ἀτρεΐδη ἦ ἄρ τι τόδʼ ἀμφοτέροισιν ἄρειον</l><l n="57">ἔπλετο σοὶ καὶ ἐμοί, ὅ τε νῶΐ περ ἀχνυμένω κῆρ</l><l n="58">θυμοβόρῳ ἔριδι μενεήναμεν εἵνεκα κούρης;</l><l n="59">τὴν ὄφελʼ ἐν νήεσσι κατακτάμεν Ἄρτεμις ἰῷ</l><l n="60">ἤματι τῷ ὅτʼ ἐγὼν ἑλόμην Λυρνησσὸν ὀλέσσας·</l><l n="61">τώ κʼ οὐ τόσσοι Ἀχαιοὶ ὀδὰξ ἕλον ἄσπετον οὖδας</l><l n="62">δυσμενέων ὑπὸ χερσὶν ἐμεῦ ἀπομηνίσαντος.</l><l n="63">Ἕκτορι μὲν καὶ Τρωσὶ τὸ κέρδιον· αὐτὰρ Ἀχαιοὺς</l><l n="64">δηρὸν ἐμῆς καὶ σῆς ἔριδος μνήσεσθαι ὀΐω.</l><l n="65">ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ</l><l n="66">θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·</l><l n="67">νῦν δʼ ἤτοι μὲν ἐγὼ παύω χόλον, οὐδέ τί με χρὴ</l><l n="68">ἀσκελέως αἰεὶ μενεαινέμεν· ἀλλʼ ἄγε θᾶσσον</l><l n="69">ὄτρυνον πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς,</l><l n="70">ὄφρʼ ἔτι καὶ Τρώων πειρήσομαι ἀντίον ἐλθὼν</l><l n="71">αἴ κʼ ἐθέλωσʼ ἐπὶ νηυσὶν ἰαύειν· ἀλλά τινʼ οἴω</l><l n="72">ἀσπασίως αὐτῶν γόνυ κάμψειν, ὅς κε φύγῃσι</l><l n="73">δηΐου ἐκ πολέμοιο ὑπʼ ἔγχεος ἡμετέροιο.</l></q></div></div></body></text></TEI>