<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="18"><l n="553">ἄλλα δʼ ἀμαλλοδετῆρες ἐν ἐλλεδανοῖσι δέοντο.</l><l n="554">τρεῖς δʼ ἄρʼ ἀμαλλοδετῆρες ἐφέστασαν· αὐτὰρ ὄπισθε</l><l n="555">παῖδες δραγμεύοντες ἐν ἀγκαλίδεσσι φέροντες</l><l n="556">ἀσπερχὲς πάρεχον· βασιλεὺς δʼ ἐν τοῖσι σιωπῇ</l><l n="557">σκῆπτρον ἔχων ἑστήκει ἐπʼ ὄγμου γηθόσυνος κῆρ.</l><l n="558">κήρυκες δʼ ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο,</l><l n="559">βοῦν δʼ ἱερεύσαντες μέγαν ἄμφεπον· αἳ δὲ γυναῖκες</l><l n="560">δεῖπνον ἐρίθοισιν λεύκʼ ἄλφιτα πολλὰ πάλυνον.</l><milestone ed="p" n="561" unit="card"/><l n="561"><milestone ed="P" unit="para"/>ἐν δʼ ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωὴν</l><l n="562">καλὴν χρυσείην· μέλανες δʼ ἀνὰ βότρυες ἦσαν,</l><l n="563">ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν.</l><l n="564">ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δʼ ἕρκος ἔλασσε</l><l n="565">κασσιτέρου· μία δʼ οἴη ἀταρπιτὸς ἦεν ἐπʼ αὐτήν,</l><l n="566">τῇ νίσοντο φορῆες ὅτε τρυγόῳεν ἀλωήν.</l><l n="567">παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες</l><l n="568">πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν.</l><l n="569">τοῖσιν δʼ ἐν μέσσοισι πάϊς φόρμιγγι λιγείῃ</l><l n="570">ἱμερόεν κιθάριζε, λίνον δʼ ὑπὸ καλὸν ἄειδε</l><l n="571">λεπταλέῃ φωνῇ· τοὶ δὲ ῥήσσοντες ἁμαρτῇ</l><l n="572">μολπῇ τʼ ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο.</l><l n="573"><milestone ed="P" unit="para"/>ἐν δʼ ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων·</l><l n="574">αἳ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε,</l><l n="575">μυκηθμῷ δʼ ἀπὸ κόπρου ἐπεσσεύοντο νομὸν δὲ</l><l n="576">πὰρ ποταμὸν κελάδοντα, παρὰ ῥοδανὸν δονακῆα.</l><l n="577">χρύσειοι δὲ νομῆες ἅμʼ ἐστιχόωντο βόεσσι</l><l n="578">τέσσαρες, ἐννέα δέ σφι κύνες πόδας ἀργοὶ ἕποντο.</l><l n="579">σμερδαλέω δὲ λέοντε δύʼ ἐν πρώτῃσι βόεσσι</l><l n="580">ταῦρον ἐρύγμηλον ἐχέτην· ὃ δὲ μακρὰ μεμυκὼς</l><l n="581">ἕλκετο· τὸν δὲ κύνες μετεκίαθον ἠδʼ αἰζηοί.</l><l n="582">τὼ μὲν ἀναρρήξαντε βοὸς μεγάλοιο βοείην</l><l n="583">ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον· οἳ δὲ νομῆες</l><l n="584">αὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες.</l><l n="585">οἳ δʼ ἤτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων,</l><l n="586">ἱστάμενοι δὲ μάλʼ ἐγγὺς ὑλάκτεον ἔκ τʼ ἀλέοντο.</l><l n="587"><milestone ed="P" unit="para"/>ἐν δὲ νομὸν ποίησε περικλυτὸς ἀμφιγυήεις</l><l n="588">ἐν καλῇ βήσσῃ μέγαν οἰῶν ἀργεννάων,</l><l n="589">σταθμούς τε κλισίας τε κατηρεφέας ἰδὲ σηκούς.</l><milestone ed="p" n="590" unit="card"/><l n="590"><milestone ed="P" unit="para"/>ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεις,</l><l n="591">τῷ ἴκελον οἷόν ποτʼ ἐνὶ Κνωσῷ εὐρείῃ</l><l n="592">Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ.</l><l n="593">ἔνθα μὲν ἠΐθεοι καὶ παρθένοι ἀλφεσίβοιαι</l><l n="594">ὀρχεῦντʼ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχοντες.</l><l n="595">τῶν δʼ αἳ μὲν λεπτὰς ὀθόνας ἔχον, οἳ δὲ χιτῶνας</l><l n="596">εἵατʼ ἐϋννήτους, ἦκα στίλβοντας ἐλαίῳ·</l><l n="597">καί ῥʼ αἳ μὲν καλὰς στεφάνας ἔχον, οἳ δὲ μαχαίρας</l><l n="598">εἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων.</l><l n="599">οἳ δʼ ὁτὲ μὲν θρέξασκον ἐπισταμένοισι πόδεσσι</l><l n="600">ῥεῖα μάλʼ, ὡς ὅτε τις τροχὸν ἄρμενον ἐν παλάμῃσιν</l><l n="601">ἑζόμενος κεραμεὺς πειρήσεται, αἴ κε θέῃσιν·</l><l n="602">ἄλλοτε δʼ αὖ θρέξασκον ἐπὶ στίχας ἀλλήλοισι.</l><l n="603">πολλὸς δʼ ἱμερόεντα χορὸν περιίσταθʼ ὅμιλος</l><l n="604">τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς</l><l n="605">φορμίζων· δοιὼ δὲ κυβιστητῆρε κατ' αὐτοὺς</l><l n="606">μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους.</l><l n="607"><milestone ed="P" unit="para"/>ἐν δʼ ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο</l><l n="608">ἄντυγα πὰρ πυμάτην σάκεος πύκα ποιητοῖο.</l></div></div></body></text></TEI>