ἄλλαι θʼ αἳ κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν. τῶν δὲ καὶ ἀργύφεον πλῆτο σπέος· αἳ δʼ ἅμα πᾶσαι στήθεα πεπλήγοντο, Θέτις δʼ ἐξῆρχε γόοιο· κλῦτε κασίγνηται Νηρηΐδες, ὄφρʼ ἐῢ πᾶσαι εἴδετʼ ἀκούουσαι ὅσʼ ἐμῷ ἔνι κήδεα θυμῷ. ὤ μοι ἐγὼ δειλή, ὤ μοι δυσαριστοτόκεια, ἥ τʼ ἐπεὶ ἂρ τέκον υἱὸν ἀμύμονά τε κρατερόν τε ἔξοχον ἡρώων· ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος· τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω Τρωσὶ μαχησόμενον· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω. ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα. ἀλλʼ εἶμʼ, ὄφρα ἴδωμι φίλον τέκος, ἠδʼ ἐπακούσω ὅττί μιν ἵκετο πένθος ἀπὸ πτολέμοιο μένοντα. ὣς ἄρα φωνήσασα λίπε σπέος· αἳ δὲ σὺν αὐτῇ δακρυόεσσαι ἴσαν, περὶ δέ σφισι κῦμα θαλάσσης ῥήγνυτο· ταὶ δʼ ὅτε δὴ Τροίην ἐρίβωλον ἵκοντο ἀκτὴν εἰσανέβαινον ἐπισχερώ, ἔνθα θαμειαὶ Μυρμιδόνων εἴρυντο νέες ταχὺν ἀμφʼ Ἀχιλῆα. τῷ δὲ βαρὺ στενάχοντι παρίστατο πότνια μήτηρ, ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο, καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος; ἐξαύδα, μὴ κεῦθε· τὰ μὲν δή τοι τετέλεσται ἐκ Διός, ὡς ἄρα δὴ πρίν γʼ εὔχεο χεῖρας ἀνασχὼν πάντας ἐπὶ πρύμνῃσιν ἀλήμεναι υἷας Ἀχαιῶν σεῦ ἐπιδευομένους, παθέειν τʼ ἀεκήλια ἔργα. τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· μῆτερ ἐμή, τὰ μὲν ἄρ μοι Ὀλύμπιος ἐξετέλεσσεν· ἀλλὰ τί μοι τῶν ἦδος ἐπεὶ φίλος ὤλεθʼ ἑταῖρος Πάτροκλος, τὸν ἐγὼ περὶ πάντων τῖον ἑταίρων ἶσον ἐμῇ κεφαλῇ; τὸν ἀπώλεσα, τεύχεα δʼ Ἕκτωρ δῃώσας ἀπέδυσε πελώρια θαῦμα ἰδέσθαι καλά· τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα ἤματι τῷ ὅτε σε βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ. αἴθʼ ὄφελες σὺ μὲν αὖθι μετʼ ἀθανάτῃς ἁλίῃσι ναίειν, Πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν. νῦν δʼ ἵνα καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴη παιδὸς ἀποφθιμένοιο, τὸν οὐχ ὑποδέξεαι αὖτις οἴκαδε νοστήσαντʼ, ἐπεὶ οὐδʼ ἐμὲ θυμὸς ἄνωγε ζώειν οὐδʼ ἄνδρεσσι μετέμμεναι, αἴ κε μὴ Ἕκτωρ πρῶτος ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃ, Πατρόκλοιο δʼ ἕλωρα Μενοιτιάδεω ἀποτίσῃ. τὸν δʼ αὖτε προσέειπε Θέτις κατὰ δάκρυ χέουσα· ὠκύμορος δή μοι τέκος ἔσσεαι, οἷʼ ἀγορεύεις· αὐτίκα γάρ τοι ἔπειτα μεθʼ Ἕκτορα πότμος ἑτοῖμος. τὴν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἑταίρῳ κτεινομένῳ ἐπαμῦναι· ὃ μὲν μάλα τηλόθι πάτρης ἔφθιτʼ, ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι. νῦν δʼ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν, οὐδέ τι Πατρόκλῳ γενόμην φάος οὐδʼ ἑτάροισι τοῖς ἄλλοις, οἳ δὴ πολέες δάμεν Ἕκτορι δίῳ, ἀλλʼ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης,