<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="18"><l n="487">Ἄρκτόν θʼ, ἣν καὶ Ἄμαξαν ἐπίκλησιν καλέουσιν,</l><l n="488">ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει,</l><l n="489">οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο.</l><milestone ed="p" n="490" unit="card"/><l n="490"><milestone ed="P" unit="para"/>ἐν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπων</l><l n="491">καλάς. ἐν τῇ μέν ῥα γάμοι τʼ ἔσαν εἰλαπίναι τε,</l><l n="492">νύμφας δʼ ἐκ θαλάμων δαΐδων ὕπο λαμπομενάων</l><l n="493">ἠγίνεον ἀνὰ ἄστυ, πολὺς δʼ ὑμέναιος ὀρώρει·</l><l n="494">κοῦροι δʼ ὀρχηστῆρες ἐδίνεον, ἐν δʼ ἄρα τοῖσιν</l><l n="495">αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον· αἳ δὲ γυναῖκες</l><l n="496">ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη.</l><l n="497">λαοὶ δʼ εἰν ἀγορῇ ἔσαν ἀθρόοι· ἔνθα δὲ νεῖκος</l><l n="498">ὠρώρει, δύο δʼ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς</l><l n="499">ἀνδρὸς ἀποφθιμένου· ὃ μὲν εὔχετο πάντʼ ἀποδοῦναι</l><l n="500">δήμῳ πιφαύσκων, ὃ δʼ ἀναίνετο μηδὲν ἑλέσθαι·</l><l n="501">ἄμφω δʼ ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι.</l><l n="502">λαοὶ δʼ ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί·</l><l n="503">κήρυκες δʼ ἄρα λαὸν ἐρήτυον· οἳ δὲ γέροντες</l><l n="504">εἵατʼ ἐπὶ ξεστοῖσι λίθοις ἱερῷ ἐνὶ κύκλῳ,</l><l n="505">σκῆπτρα δὲ κηρύκων ἐν χέρσʼ ἔχον ἠεροφώνων·</l><l n="506">τοῖσιν ἔπειτʼ ἤϊσσον, ἀμοιβηδὶς δὲ δίκαζον.</l><l n="507">κεῖτο δʼ ἄρʼ ἐν μέσσοισι δύω χρυσοῖο τάλαντα,</l><l n="508">τῷ δόμεν ὃς μετὰ τοῖσι δίκην ἰθύντατα εἴποι.</l><l n="509"><milestone ed="P" unit="para"/>τὴν δʼ ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ ἥατο λαῶν</l><l n="510">τεύχεσι λαμπόμενοι· δίχα δέ σφισιν ἥνδανε βουλή,</l><l n="511">ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι</l><l n="512">κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἔεργεν·</l><l n="513">οἳ δʼ οὔ πω πείθοντο, λόχῳ δʼ ὑπεθωρήσσοντο.</l><l n="514">τεῖχος μέν ῥʼ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα</l><l n="515">ῥύατʼ ἐφεσταότες, μετὰ δʼ ἀνέρες οὓς ἔχε γῆρας·</l><l n="516">οἳ δʼ ἴσαν· ἦρχε δʼ ἄρά σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη</l><l n="517">ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην,</l><l n="518">καλὼ καὶ μεγάλω σὺν τεύχεσιν, ὥς τε θεώ περ</l><l n="519">ἀμφὶς ἀριζήλω· λαοὶ δʼ ὑπολίζονες ἦσαν.</l><l n="520">οἳ δʼ ὅτε δή ῥʼ ἵκανον ὅθι σφίσιν εἶκε λοχῆσαι</l><l n="521">ἐν ποταμῷ, ὅθι τʼ ἀρδμὸς ἔην πάντεσσι βοτοῖσιν,</l><l n="522">ἔνθʼ ἄρα τοί γʼ ἵζοντʼ εἰλυμένοι αἴθοπι χαλκῷ.</l><l n="523">τοῖσι δʼ ἔπειτʼ ἀπάνευθε δύω σκοποὶ εἵατο λαῶν</l><l n="524">δέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς.</l><l n="525">οἳ δὲ τάχα προγένοντο, δύω δʼ ἅμʼ ἕποντο νομῆες</l><l n="526">τερπόμενοι σύριγξι· δόλον δʼ οὔ τι προνόησαν.</l><milestone ed="p" n="527" unit="card"/><l n="527">οἳ μὲν τὰ προϊδόντες ἐπέδραμον, ὦκα δʼ ἔπειτα</l><l n="528">τάμνοντʼ ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα καλὰ</l><l n="529">ἀργεννέων οἰῶν, κτεῖνον δʼ ἐπὶ μηλοβοτῆρας.</l><l n="530">οἳ δʼ ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶν</l><l n="531">εἰράων προπάροιθε καθήμενοι, αὐτίκʼ ἐφʼ ἵππων</l><l n="532">βάντες ἀερσιπόδων μετεκίαθον, αἶψα δʼ ἵκοντο.</l><l n="533">στησάμενοι δʼ ἐμάχοντο μάχην ποταμοῖο παρʼ ὄχθας,</l><l n="534">βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.</l><l n="535">ἐν δʼ Ἔρις ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δʼ ὀλοὴ Κήρ,</l><l n="536">ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,</l><l n="537">ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν·</l><l n="538">εἷμα δʼ ἔχʼ ἀμφʼ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν.</l><l n="539">ὡμίλευν δʼ ὥς τε ζωοὶ βροτοὶ ἠδʼ ἐμάχοντο,</l><l n="540">νεκρούς τʼ ἀλλήλων ἔρυον κατατεθνηῶτας.</l><l n="541"><milestone ed="P" unit="para"/>ἐν δʼ ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουραν</l><l n="542">εὐρεῖαν τρίπολον· πολλοὶ δʼ ἀροτῆρες ἐν αὐτῇ</l><l n="543">ζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα.</l><l n="544">οἳ δʼ ὁπότε στρέψαντες ἱκοίατο τέλσον ἀρούρης,</l><l n="545">τοῖσι δʼ ἔπειτʼ ἐν χερσὶ δέπας μελιηδέος οἴνου</l><l n="546">δόσκεν ἀνὴρ ἐπιών· τοὶ δὲ στρέψασκον ἀνʼ ὄγμους,</l><l n="547">ἱέμενοι νειοῖο βαθείης τέλσον ἱκέσθαι.</l><l n="548">ἣ δὲ μελαίνετʼ ὄπισθεν, ἀρηρομένῃ δὲ ἐῴκει,</l><l n="549">χρυσείη περ ἐοῦσα· τὸ δὴ περὶ θαῦμα τέτυκτο.</l><l n="550"><milestone ed="P" unit="para"/>ἐν δʼ ἐτίθει τέμενος βασιλήϊον· ἔνθα δʼ ἔριθοι</l><l n="551">ἤμων ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες.</l><l n="552">δράγματα δʼ ἄλλα μετʼ ὄγμον ἐπήτριμα πῖπτον ἔραζε,</l><l n="553">ἄλλα δʼ ἀμαλλοδετῆρες ἐν ἐλλεδανοῖσι δέοντο.</l><l n="554">τρεῖς δʼ ἄρʼ ἀμαλλοδετῆρες ἐφέστασαν· αὐτὰρ ὄπισθε</l><l n="555">παῖδες δραγμεύοντες ἐν ἀγκαλίδεσσι φέροντες</l><l n="556">ἀσπερχὲς πάρεχον· βασιλεὺς δʼ ἐν τοῖσι σιωπῇ</l><l n="557">σκῆπτρον ἔχων ἑστήκει ἐπʼ ὄγμου γηθόσυνος κῆρ.</l><l n="558">κήρυκες δʼ ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο,</l><l n="559">βοῦν δʼ ἱερεύσαντες μέγαν ἄμφεπον· αἳ δὲ γυναῖκες</l><l n="560">δεῖπνον ἐρίθοισιν λεύκʼ ἄλφιτα πολλὰ πάλυνον.</l><milestone ed="p" n="561" unit="card"/><l n="561"><milestone ed="P" unit="para"/>ἐν δʼ ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωὴν</l><l n="562">καλὴν χρυσείην· μέλανες δʼ ἀνὰ βότρυες ἦσαν,</l><l n="563">ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν.</l><l n="564">ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δʼ ἕρκος ἔλασσε</l><l n="565">κασσιτέρου· μία δʼ οἴη ἀταρπιτὸς ἦεν ἐπʼ αὐτήν,</l><l n="566">τῇ νίσοντο φορῆες ὅτε τρυγόῳεν ἀλωήν.</l><l n="567">παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες</l><l n="568">πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν.</l><l n="569">τοῖσιν δʼ ἐν μέσσοισι πάϊς φόρμιγγι λιγείῃ</l><l n="570">ἱμερόεν κιθάριζε, λίνον δʼ ὑπὸ καλὸν ἄειδε</l><l n="571">λεπταλέῃ φωνῇ· τοὶ δὲ ῥήσσοντες ἁμαρτῇ</l><l n="572">μολπῇ τʼ ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο.</l><l n="573"><milestone ed="P" unit="para"/>ἐν δʼ ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων·</l><l n="574">αἳ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε,</l><l n="575">μυκηθμῷ δʼ ἀπὸ κόπρου ἐπεσσεύοντο νομὸν δὲ</l><l n="576">πὰρ ποταμὸν κελάδοντα, παρὰ ῥοδανὸν δονακῆα.</l><l n="577">χρύσειοι δὲ νομῆες ἅμʼ ἐστιχόωντο βόεσσι</l><l n="578">τέσσαρες, ἐννέα δέ σφι κύνες πόδας ἀργοὶ ἕποντο.</l><l n="579">σμερδαλέω δὲ λέοντε δύʼ ἐν πρώτῃσι βόεσσι</l><l n="580">ταῦρον ἐρύγμηλον ἐχέτην· ὃ δὲ μακρὰ μεμυκὼς</l><l n="581">ἕλκετο· τὸν δὲ κύνες μετεκίαθον ἠδʼ αἰζηοί.</l><l n="582">τὼ μὲν ἀναρρήξαντε βοὸς μεγάλοιο βοείην</l><l n="583">ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον· οἳ δὲ νομῆες</l><l n="584">αὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες.</l><l n="585">οἳ δʼ ἤτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων,</l><l n="586">ἱστάμενοι δὲ μάλʼ ἐγγὺς ὑλάκτεον ἔκ τʼ ἀλέοντο.</l><l n="587"><milestone ed="P" unit="para"/>ἐν δὲ νομὸν ποίησε περικλυτὸς ἀμφιγυήεις</l><l n="588">ἐν καλῇ βήσσῃ μέγαν οἰῶν ἀργεννάων,</l></div></div></body></text></TEI>