Ἄρκτόν θʼ, ἣν καὶ Ἄμαξαν ἐπίκλησιν καλέουσιν, ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει, οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο. ἐν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπων καλάς. ἐν τῇ μέν ῥα γάμοι τʼ ἔσαν εἰλαπίναι τε, νύμφας δʼ ἐκ θαλάμων δαΐδων ὕπο λαμπομενάων ἠγίνεον ἀνὰ ἄστυ, πολὺς δʼ ὑμέναιος ὀρώρει· κοῦροι δʼ ὀρχηστῆρες ἐδίνεον, ἐν δʼ ἄρα τοῖσιν αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον· αἳ δὲ γυναῖκες ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη. λαοὶ δʼ εἰν ἀγορῇ ἔσαν ἀθρόοι· ἔνθα δὲ νεῖκος ὠρώρει, δύο δʼ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς ἀνδρὸς ἀποφθιμένου· ὃ μὲν εὔχετο πάντʼ ἀποδοῦναι δήμῳ πιφαύσκων, ὃ δʼ ἀναίνετο μηδὲν ἑλέσθαι· ἄμφω δʼ ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι. λαοὶ δʼ ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί· κήρυκες δʼ ἄρα λαὸν ἐρήτυον· οἳ δὲ γέροντες εἵατʼ ἐπὶ ξεστοῖσι λίθοις ἱερῷ ἐνὶ κύκλῳ, σκῆπτρα δὲ κηρύκων ἐν χέρσʼ ἔχον ἠεροφώνων· τοῖσιν ἔπειτʼ ἤϊσσον, ἀμοιβηδὶς δὲ δίκαζον. κεῖτο δʼ ἄρʼ ἐν μέσσοισι δύω χρυσοῖο τάλαντα, τῷ δόμεν ὃς μετὰ τοῖσι δίκην ἰθύντατα εἴποι. τὴν δʼ ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ ἥατο λαῶν τεύχεσι λαμπόμενοι· δίχα δέ σφισιν ἥνδανε βουλή, ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἔεργεν· οἳ δʼ οὔ πω πείθοντο, λόχῳ δʼ ὑπεθωρήσσοντο. τεῖχος μέν ῥʼ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα ῥύατʼ ἐφεσταότες, μετὰ δʼ ἀνέρες οὓς ἔχε γῆρας· οἳ δʼ ἴσαν· ἦρχε δʼ ἄρά σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην, καλὼ καὶ μεγάλω σὺν τεύχεσιν, ὥς τε θεώ περ ἀμφὶς ἀριζήλω· λαοὶ δʼ ὑπολίζονες ἦσαν. οἳ δʼ ὅτε δή ῥʼ ἵκανον ὅθι σφίσιν εἶκε λοχῆσαι ἐν ποταμῷ, ὅθι τʼ ἀρδμὸς ἔην πάντεσσι βοτοῖσιν, ἔνθʼ ἄρα τοί γʼ ἵζοντʼ εἰλυμένοι αἴθοπι χαλκῷ. τοῖσι δʼ ἔπειτʼ ἀπάνευθε δύω σκοποὶ εἵατο λαῶν δέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς. οἳ δὲ τάχα προγένοντο, δύω δʼ ἅμʼ ἕποντο νομῆες τερπόμενοι σύριγξι· δόλον δʼ οὔ τι προνόησαν. οἳ μὲν τὰ προϊδόντες ἐπέδραμον, ὦκα δʼ ἔπειτα τάμνοντʼ ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα καλὰ ἀργεννέων οἰῶν, κτεῖνον δʼ ἐπὶ μηλοβοτῆρας. οἳ δʼ ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶν εἰράων προπάροιθε καθήμενοι, αὐτίκʼ ἐφʼ ἵππων βάντες ἀερσιπόδων μετεκίαθον, αἶψα δʼ ἵκοντο. στησάμενοι δʼ ἐμάχοντο μάχην ποταμοῖο παρʼ ὄχθας, βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν. ἐν δʼ Ἔρις ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δʼ ὀλοὴ Κήρ, ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον, ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν· εἷμα δʼ ἔχʼ ἀμφʼ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν. ὡμίλευν δʼ ὥς τε ζωοὶ βροτοὶ ἠδʼ ἐμάχοντο, νεκρούς τʼ ἀλλήλων ἔρυον κατατεθνηῶτας. ἐν δʼ ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουραν εὐρεῖαν τρίπολον· πολλοὶ δʼ ἀροτῆρες ἐν αὐτῇ ζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα. οἳ δʼ ὁπότε στρέψαντες ἱκοίατο τέλσον ἀρούρης, τοῖσι δʼ ἔπειτʼ ἐν χερσὶ δέπας μελιηδέος οἴνου δόσκεν ἀνὴρ ἐπιών· τοὶ δὲ στρέψασκον ἀνʼ ὄγμους, ἱέμενοι νειοῖο βαθείης τέλσον ἱκέσθαι. ἣ δὲ μελαίνετʼ ὄπισθεν, ἀρηρομένῃ δὲ ἐῴκει, χρυσείη περ ἐοῦσα· τὸ δὴ περὶ θαῦμα τέτυκτο. ἐν δʼ ἐτίθει τέμενος βασιλήϊον· ἔνθα δʼ ἔριθοι ἤμων ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες. δράγματα δʼ ἄλλα μετʼ ὄγμον ἐπήτριμα πῖπτον ἔραζε, ἄλλα δʼ ἀμαλλοδετῆρες ἐν ἐλλεδανοῖσι δέοντο. τρεῖς δʼ ἄρʼ ἀμαλλοδετῆρες ἐφέστασαν· αὐτὰρ ὄπισθε παῖδες δραγμεύοντες ἐν ἀγκαλίδεσσι φέροντες ἀσπερχὲς πάρεχον· βασιλεὺς δʼ ἐν τοῖσι σιωπῇ σκῆπτρον ἔχων ἑστήκει ἐπʼ ὄγμου γηθόσυνος κῆρ. κήρυκες δʼ ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο, βοῦν δʼ ἱερεύσαντες μέγαν ἄμφεπον· αἳ δὲ γυναῖκες δεῖπνον ἐρίθοισιν λεύκʼ ἄλφιτα πολλὰ πάλυνον. ἐν δʼ ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωὴν καλὴν χρυσείην· μέλανες δʼ ἀνὰ βότρυες ἦσαν, ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν. ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δʼ ἕρκος ἔλασσε κασσιτέρου· μία δʼ οἴη ἀταρπιτὸς ἦεν ἐπʼ αὐτήν, τῇ νίσοντο φορῆες ὅτε τρυγόῳεν ἀλωήν. παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν. τοῖσιν δʼ ἐν μέσσοισι πάϊς φόρμιγγι λιγείῃ ἱμερόεν κιθάριζε, λίνον δʼ ὑπὸ καλὸν ἄειδε λεπταλέῃ φωνῇ· τοὶ δὲ ῥήσσοντες ἁμαρτῇ μολπῇ τʼ ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο. ἐν δʼ ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων· αἳ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε, μυκηθμῷ δʼ ἀπὸ κόπρου ἐπεσσεύοντο νομὸν δὲ πὰρ ποταμὸν κελάδοντα, παρὰ ῥοδανὸν δονακῆα. χρύσειοι δὲ νομῆες ἅμʼ ἐστιχόωντο βόεσσι τέσσαρες, ἐννέα δέ σφι κύνες πόδας ἀργοὶ ἕποντο. σμερδαλέω δὲ λέοντε δύʼ ἐν πρώτῃσι βόεσσι ταῦρον ἐρύγμηλον ἐχέτην· ὃ δὲ μακρὰ μεμυκὼς ἕλκετο· τὸν δὲ κύνες μετεκίαθον ἠδʼ αἰζηοί. τὼ μὲν ἀναρρήξαντε βοὸς μεγάλοιο βοείην ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον· οἳ δὲ νομῆες αὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες. οἳ δʼ ἤτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων, ἱστάμενοι δὲ μάλʼ ἐγγὺς ὑλάκτεον ἔκ τʼ ἀλέοντο. ἐν δὲ νομὸν ποίησε περικλυτὸς ἀμφιγυήεις ἐν καλῇ βήσσῃ μέγαν οἰῶν ἀργεννάων,