οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω. ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα. κούρην ἣν ἄρα οἱ γέρας ἔξελον υἷες Ἀχαιῶν, τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων. ἤτοι ὃ τῆς ἀχέων φρένας ἔφθιεν· αὐτὰρ Ἀχαιοὺς Τρῶες ἐπὶ πρύμνῃσιν ἐείλεον, οὐδὲ θύραζε εἴων ἐξιέναι· τὸν δὲ λίσσοντο γέροντες Ἀργείων, καὶ πολλὰ περικλυτὰ δῶρʼ ὀνόμαζον. ἔνθʼ αὐτὸς μὲν ἔπειτʼ ἠναίνετο λοιγὸν ἀμῦναι, αὐτὰρ ὃ Πάτροκλον περὶ μὲν τὰ ἃ τεύχεα ἕσσε, πέμπε δέ μιν πόλεμον δέ, πολὺν δʼ ἅμα λαὸν ὄπασσε. πᾶν δʼ ἦμαρ μάρναντο περὶ Σκαιῇσι πύλῃσι· καί νύ κεν αὐτῆμαρ πόλιν ἔπραθον, εἰ μὴ Ἀπόλλων πολλὰ κακὰ ῥέξαντα Μενοιτίου ἄλκιμον υἱὸν ἔκτανʼ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε. τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα υἱεῖ ἐμῷ ὠκυμόρῳ δόμεν ἀσπίδα καὶ τρυφάλειαν καὶ καλὰς κνημῖδας ἐπισφυρίοις ἀραρυίας καὶ θώρηχʼ· ὃ γὰρ ἦν οἱ ἀπώλεσε πιστὸς ἑταῖρος Τρωσὶ δαμείς· ὃ δὲ κεῖται ἐπὶ χθονὶ θυμὸν ἀχεύων. τὴν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις· θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων. αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι, ὥς οἱ τεύχεα καλὰ παρέσσεται, οἷά τις αὖτε ἀνθρώπων πολέων θαυμάσσεται, ὅς κεν ἴδηται. ὣς εἰπὼν τὴν μὲν λίπεν αὐτοῦ, βῆ δʼ ἐπὶ φύσας· τὰς δʼ ἐς πῦρ ἔτρεψε κέλευσέ τε ἐργάζεσθαι. φῦσαι δʼ ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων παντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιεῖσαι, ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι, ἄλλοτε δʼ αὖτε, ὅππως Ἥφαιστός τʼ ἐθέλοι καὶ ἔργον ἄνοιτο. χαλκὸν δʼ ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον· αὐτὰρ ἔπειτα θῆκεν ἐν ἀκμοθέτῳ μέγαν ἄκμονα, γέντο δὲ χειρὶ ῥαιστῆρα κρατερήν, ἑτέρηφι δὲ γέντο πυράγρην. ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τε πάντοσε δαιδάλλων, περὶ δʼ ἄντυγα βάλλε φαεινὴν τρίπλακα μαρμαρέην, ἐκ δʼ ἀργύρεον τελαμῶνα. πέντε δʼ ἄρʼ αὐτοῦ ἔσαν σάκεος πτύχες· αὐτὰρ ἐν αὐτῷ ποίει δαίδαλα πολλὰ ἰδυίῃσι πραπίδεσσιν. ἐν μὲν γαῖαν ἔτευξʼ, ἐν δʼ οὐρανόν, ἐν δὲ θάλασσαν, ἠέλιόν τʼ ἀκάμαντα σελήνην τε πλήθουσαν, ἐν δὲ τὰ τείρεα πάντα, τά τʼ οὐρανὸς ἐστεφάνωται, Πληϊάδας θʼ Ὑάδας τε τό τε σθένος Ὠρίωνος Ἄρκτόν θʼ, ἣν καὶ Ἄμαξαν ἐπίκλησιν καλέουσιν, ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει, οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο. ἐν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπων καλάς. ἐν τῇ μέν ῥα γάμοι τʼ ἔσαν εἰλαπίναι τε, νύμφας δʼ ἐκ θαλάμων δαΐδων ὕπο λαμπομενάων ἠγίνεον ἀνὰ ἄστυ, πολὺς δʼ ὑμέναιος ὀρώρει· κοῦροι δʼ ὀρχηστῆρες ἐδίνεον, ἐν δʼ ἄρα τοῖσιν αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον· αἳ δὲ γυναῖκες ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη.