<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="18"><q><l n="436">υἱὸν ἐπεί μοι δῶκε γενέσθαί τε τραφέμεν τε</l><l n="437">ἔξοχον ἡρώων· ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος·</l><l n="438">τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς</l><l n="439">νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω</l><l n="440">Τρωσὶ μαχησόμενον· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις</l><l n="441">οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.</l><l n="442">ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο</l><l n="443">ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.</l><l n="444">κούρην ἣν ἄρα οἱ γέρας ἔξελον υἷες Ἀχαιῶν,</l><l n="445">τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων.</l><l n="446">ἤτοι ὃ τῆς ἀχέων φρένας ἔφθιεν· αὐτὰρ Ἀχαιοὺς</l><l n="447">Τρῶες ἐπὶ πρύμνῃσιν ἐείλεον, οὐδὲ θύραζε</l><l n="448">εἴων ἐξιέναι· τὸν δὲ λίσσοντο γέροντες</l><l n="449">Ἀργείων, καὶ πολλὰ περικλυτὰ δῶρʼ ὀνόμαζον.</l><l n="450">ἔνθʼ αὐτὸς μὲν ἔπειτʼ ἠναίνετο λοιγὸν ἀμῦναι,</l><l n="451">αὐτὰρ ὃ Πάτροκλον περὶ μὲν τὰ ἃ τεύχεα ἕσσε,</l><l n="452">πέμπε δέ μιν πόλεμον δέ, πολὺν δʼ ἅμα λαὸν ὄπασσε.</l><l n="453">πᾶν δʼ ἦμαρ μάρναντο περὶ Σκαιῇσι πύλῃσι·</l><l n="454">καί νύ κεν αὐτῆμαρ πόλιν ἔπραθον, εἰ μὴ Ἀπόλλων</l><l n="455">πολλὰ κακὰ ῥέξαντα Μενοιτίου ἄλκιμον υἱὸν</l><l n="456">ἔκτανʼ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε.</l><l n="457">τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα</l><l n="458">υἱεῖ ἐμῷ ὠκυμόρῳ δόμεν ἀσπίδα καὶ τρυφάλειαν</l><l n="459">καὶ καλὰς κνημῖδας ἐπισφυρίοις ἀραρυίας</l><l n="460">καὶ θώρηχʼ· ὃ γὰρ ἦν οἱ ἀπώλεσε πιστὸς ἑταῖρος</l><l n="461">Τρωσὶ δαμείς· ὃ δὲ κεῖται ἐπὶ χθονὶ θυμὸν ἀχεύων.</l><milestone ed="p" n="462" unit="card"/></q><l n="462"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·</l><q><l n="463">θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.</l><l n="464">αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην</l><l n="465">νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι,</l><l n="466">ὥς οἱ τεύχεα καλὰ παρέσσεται, οἷά τις αὖτε</l><l n="467">ἀνθρώπων πολέων θαυμάσσεται, ὅς κεν ἴδηται.</l></q><l n="468"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν τὴν μὲν λίπεν αὐτοῦ, βῆ δʼ ἐπὶ φύσας·</l><l n="469">τὰς δʼ ἐς πῦρ ἔτρεψε κέλευσέ τε ἐργάζεσθαι.</l><l n="470">φῦσαι δʼ ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων</l><l n="471">παντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιεῖσαι,</l><l n="472">ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι, ἄλλοτε δʼ αὖτε,</l><l n="473">ὅππως Ἥφαιστός τʼ ἐθέλοι καὶ ἔργον ἄνοιτο.</l><l n="474">χαλκὸν δʼ ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε</l><l n="475">καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον· αὐτὰρ ἔπειτα</l><l n="476">θῆκεν ἐν ἀκμοθέτῳ μέγαν ἄκμονα, γέντο δὲ χειρὶ</l><l n="477">ῥαιστῆρα κρατερήν, ἑτέρηφι δὲ γέντο πυράγρην.</l><l n="478"><milestone ed="P" unit="para"/>ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τε</l><l n="479">πάντοσε δαιδάλλων, περὶ δʼ ἄντυγα βάλλε φαεινὴν</l><l n="480">τρίπλακα μαρμαρέην, ἐκ δʼ ἀργύρεον τελαμῶνα.</l><l n="481">πέντε δʼ ἄρʼ αὐτοῦ ἔσαν σάκεος πτύχες· αὐτὰρ ἐν αὐτῷ</l><l n="482">ποίει δαίδαλα πολλὰ ἰδυίῃσι πραπίδεσσιν.</l><l n="483"><milestone ed="P" unit="para"/>ἐν μὲν γαῖαν ἔτευξʼ, ἐν δʼ οὐρανόν, ἐν δὲ θάλασσαν,</l><l n="484">ἠέλιόν τʼ ἀκάμαντα σελήνην τε πλήθουσαν,</l><l n="485">ἐν δὲ τὰ τείρεα πάντα, τά τʼ οὐρανὸς ἐστεφάνωται,</l><l n="486">Πληϊάδας θʼ Ὑάδας τε τό τε σθένος Ὠρίωνος</l><l n="487">Ἄρκτόν θʼ, ἣν καὶ Ἄμαξαν ἐπίκλησιν καλέουσιν,</l><l n="488">ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει,</l><l n="489">οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο.</l><milestone ed="p" n="490" unit="card"/><l n="490"><milestone ed="P" unit="para"/>ἐν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπων</l><l n="491">καλάς. ἐν τῇ μέν ῥα γάμοι τʼ ἔσαν εἰλαπίναι τε,</l><l n="492">νύμφας δʼ ἐκ θαλάμων δαΐδων ὕπο λαμπομενάων</l><l n="493">ἠγίνεον ἀνὰ ἄστυ, πολὺς δʼ ὑμέναιος ὀρώρει·</l><l n="494">κοῦροι δʼ ὀρχηστῆρες ἐδίνεον, ἐν δʼ ἄρα τοῖσιν</l><l n="495">αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον· αἳ δὲ γυναῖκες</l><l n="496">ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη.</l><l n="497">λαοὶ δʼ εἰν ἀγορῇ ἔσαν ἀθρόοι· ἔνθα δὲ νεῖκος</l><l n="498">ὠρώρει, δύο δʼ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς</l><l n="499">ἀνδρὸς ἀποφθιμένου· ὃ μὲν εὔχετο πάντʼ ἀποδοῦναι</l><l n="500">δήμῳ πιφαύσκων, ὃ δʼ ἀναίνετο μηδὲν ἑλέσθαι·</l><l n="501">ἄμφω δʼ ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι.</l><l n="502">λαοὶ δʼ ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί·</l><l n="503">κήρυκες δʼ ἄρα λαὸν ἐρήτυον· οἳ δὲ γέροντες</l><l n="504">εἵατʼ ἐπὶ ξεστοῖσι λίθοις ἱερῷ ἐνὶ κύκλῳ,</l><l n="505">σκῆπτρα δὲ κηρύκων ἐν χέρσʼ ἔχον ἠεροφώνων·</l><l n="506">τοῖσιν ἔπειτʼ ἤϊσσον, ἀμοιβηδὶς δὲ δίκαζον.</l><l n="507">κεῖτο δʼ ἄρʼ ἐν μέσσοισι δύω χρυσοῖο τάλαντα,</l><l n="508">τῷ δόμεν ὃς μετὰ τοῖσι δίκην ἰθύντατα εἴποι.</l><l n="509"><milestone ed="P" unit="para"/>τὴν δʼ ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ ἥατο λαῶν</l><l n="510">τεύχεσι λαμπόμενοι· δίχα δέ σφισιν ἥνδανε βουλή,</l><l n="511">ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι</l><l n="512">κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἔεργεν·</l><l n="513">οἳ δʼ οὔ πω πείθοντο, λόχῳ δʼ ὑπεθωρήσσοντο.</l><l n="514">τεῖχος μέν ῥʼ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα</l><l n="515">ῥύατʼ ἐφεσταότες, μετὰ δʼ ἀνέρες οὓς ἔχε γῆρας·</l><l n="516">οἳ δʼ ἴσαν· ἦρχε δʼ ἄρά σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη</l><l n="517">ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην,</l><l n="518">καλὼ καὶ μεγάλω σὺν τεύχεσιν, ὥς τε θεώ περ</l><l n="519">ἀμφὶς ἀριζήλω· λαοὶ δʼ ὑπολίζονες ἦσαν.</l><l n="520">οἳ δʼ ὅτε δή ῥʼ ἵκανον ὅθι σφίσιν εἶκε λοχῆσαι</l><l n="521">ἐν ποταμῷ, ὅθι τʼ ἀρδμὸς ἔην πάντεσσι βοτοῖσιν,</l><l n="522">ἔνθʼ ἄρα τοί γʼ ἵζοντʼ εἰλυμένοι αἴθοπι χαλκῷ.</l><l n="523">τοῖσι δʼ ἔπειτʼ ἀπάνευθε δύω σκοποὶ εἵατο λαῶν</l><l n="524">δέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς.</l><l n="525">οἳ δὲ τάχα προγένοντο, δύω δʼ ἅμʼ ἕποντο νομῆες</l><l n="526">τερπόμενοι σύριγξι· δόλον δʼ οὔ τι προνόησαν.</l><milestone ed="p" n="527" unit="card"/><l n="527">οἳ μὲν τὰ προϊδόντες ἐπέδραμον, ὦκα δʼ ἔπειτα</l><l n="528">τάμνοντʼ ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα καλὰ</l><l n="529">ἀργεννέων οἰῶν, κτεῖνον δʼ ἐπὶ μηλοβοτῆρας.</l><l n="530">οἳ δʼ ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶν</l><l n="531">εἰράων προπάροιθε καθήμενοι, αὐτίκʼ ἐφʼ ἵππων</l><l n="532">βάντες ἀερσιπόδων μετεκίαθον, αἶψα δʼ ἵκοντο.</l><l n="533">στησάμενοι δʼ ἐμάχοντο μάχην ποταμοῖο παρʼ ὄχθας,</l><l n="534">βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.</l><l n="535">ἐν δʼ Ἔρις ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δʼ ὀλοὴ Κήρ,</l><l n="536">ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,</l><l n="537">ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν·</l><l n="538">εἷμα δʼ ἔχʼ ἀμφʼ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν.</l><l n="539">ὡμίλευν δʼ ὥς τε ζωοὶ βροτοὶ ἠδʼ ἐμάχοντο,</l><l n="540">νεκρούς τʼ ἀλλήλων ἔρυον κατατεθνηῶτας.</l><l n="541"><milestone ed="P" unit="para"/>ἐν δʼ ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουραν</l><l n="542">εὐρεῖαν τρίπολον· πολλοὶ δʼ ἀροτῆρες ἐν αὐτῇ</l><l n="543">ζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα.</l><l n="544">οἳ δʼ ὁπότε στρέψαντες ἱκοίατο τέλσον ἀρούρης,</l><l n="545">τοῖσι δʼ ἔπειτʼ ἐν χερσὶ δέπας μελιηδέος οἴνου</l><l n="546">δόσκεν ἀνὴρ ἐπιών· τοὶ δὲ στρέψασκον ἀνʼ ὄγμους,</l><l n="547">ἱέμενοι νειοῖο βαθείης τέλσον ἱκέσθαι.</l><l n="548">ἣ δὲ μελαίνετʼ ὄπισθεν, ἀρηρομένῃ δὲ ἐῴκει,</l><l n="549">χρυσείη περ ἐοῦσα· τὸ δὴ περὶ θαῦμα τέτυκτο.</l><l n="550"><milestone ed="P" unit="para"/>ἐν δʼ ἐτίθει τέμενος βασιλήϊον· ἔνθα δʼ ἔριθοι</l><l n="551">ἤμων ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες.</l><l n="552">δράγματα δʼ ἄλλα μετʼ ὄγμον ἐπήτριμα πῖπτον ἔραζε,</l><l n="553">ἄλλα δʼ ἀμαλλοδετῆρες ἐν ἐλλεδανοῖσι δέοντο.</l><l n="554">τρεῖς δʼ ἄρʼ ἀμαλλοδετῆρες ἐφέστασαν· αὐτὰρ ὄπισθε</l><l n="555">παῖδες δραγμεύοντες ἐν ἀγκαλίδεσσι φέροντες</l><l n="556">ἀσπερχὲς πάρεχον· βασιλεὺς δʼ ἐν τοῖσι σιωπῇ</l><l n="557">σκῆπτρον ἔχων ἑστήκει ἐπʼ ὄγμου γηθόσυνος κῆρ.</l><l n="558">κήρυκες δʼ ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο,</l></div></div></body></text></TEI>