υἱὸν ἐπεί μοι δῶκε γενέσθαί τε τραφέμεν τε ἔξοχον ἡρώων· ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος· τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω Τρωσὶ μαχησόμενον· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω. ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα. κούρην ἣν ἄρα οἱ γέρας ἔξελον υἷες Ἀχαιῶν, τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων. ἤτοι ὃ τῆς ἀχέων φρένας ἔφθιεν· αὐτὰρ Ἀχαιοὺς Τρῶες ἐπὶ πρύμνῃσιν ἐείλεον, οὐδὲ θύραζε εἴων ἐξιέναι· τὸν δὲ λίσσοντο γέροντες Ἀργείων, καὶ πολλὰ περικλυτὰ δῶρʼ ὀνόμαζον. ἔνθʼ αὐτὸς μὲν ἔπειτʼ ἠναίνετο λοιγὸν ἀμῦναι, αὐτὰρ ὃ Πάτροκλον περὶ μὲν τὰ ἃ τεύχεα ἕσσε, πέμπε δέ μιν πόλεμον δέ, πολὺν δʼ ἅμα λαὸν ὄπασσε. πᾶν δʼ ἦμαρ μάρναντο περὶ Σκαιῇσι πύλῃσι· καί νύ κεν αὐτῆμαρ πόλιν ἔπραθον, εἰ μὴ Ἀπόλλων πολλὰ κακὰ ῥέξαντα Μενοιτίου ἄλκιμον υἱὸν ἔκτανʼ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε. τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα υἱεῖ ἐμῷ ὠκυμόρῳ δόμεν ἀσπίδα καὶ τρυφάλειαν καὶ καλὰς κνημῖδας ἐπισφυρίοις ἀραρυίας καὶ θώρηχʼ· ὃ γὰρ ἦν οἱ ἀπώλεσε πιστὸς ἑταῖρος Τρωσὶ δαμείς· ὃ δὲ κεῖται ἐπὶ χθονὶ θυμὸν ἀχεύων. τὴν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις· θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων. αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι, ὥς οἱ τεύχεα καλὰ παρέσσεται, οἷά τις αὖτε ἀνθρώπων πολέων θαυμάσσεται, ὅς κεν ἴδηται. ὣς εἰπὼν τὴν μὲν λίπεν αὐτοῦ, βῆ δʼ ἐπὶ φύσας· τὰς δʼ ἐς πῦρ ἔτρεψε κέλευσέ τε ἐργάζεσθαι. φῦσαι δʼ ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων παντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιεῖσαι, ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι, ἄλλοτε δʼ αὖτε, ὅππως Ἥφαιστός τʼ ἐθέλοι καὶ ἔργον ἄνοιτο. χαλκὸν δʼ ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον· αὐτὰρ ἔπειτα θῆκεν ἐν ἀκμοθέτῳ μέγαν ἄκμονα, γέντο δὲ χειρὶ ῥαιστῆρα κρατερήν, ἑτέρηφι δὲ γέντο πυράγρην. ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τε πάντοσε δαιδάλλων, περὶ δʼ ἄντυγα βάλλε φαεινὴν τρίπλακα μαρμαρέην, ἐκ δʼ ἀργύρεον τελαμῶνα. πέντε δʼ ἄρʼ αὐτοῦ ἔσαν σάκεος πτύχες· αὐτὰρ ἐν αὐτῷ ποίει δαίδαλα πολλὰ ἰδυίῃσι πραπίδεσσιν. ἐν μὲν γαῖαν ἔτευξʼ, ἐν δʼ οὐρανόν, ἐν δὲ θάλασσαν, ἠέλιόν τʼ ἀκάμαντα σελήνην τε πλήθουσαν, ἐν δὲ τὰ τείρεα πάντα, τά τʼ οὐρανὸς ἐστεφάνωται, Πληϊάδας θʼ Ὑάδας τε τό τε σθένος Ὠρίωνος Ἄρκτόν θʼ, ἣν καὶ Ἄμαξαν ἐπίκλησιν καλέουσιν, ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει, οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο. ἐν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπων καλάς. ἐν τῇ μέν ῥα γάμοι τʼ ἔσαν εἰλαπίναι τε, νύμφας δʼ ἐκ θαλάμων δαΐδων ὕπο λαμπομενάων ἠγίνεον ἀνὰ ἄστυ, πολὺς δʼ ὑμέναιος ὀρώρει· κοῦροι δʼ ὀρχηστῆρες ἐδίνεον, ἐν δʼ ἄρα τοῖσιν αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον· αἳ δὲ γυναῖκες ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη. λαοὶ δʼ εἰν ἀγορῇ ἔσαν ἀθρόοι· ἔνθα δὲ νεῖκος ὠρώρει, δύο δʼ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς ἀνδρὸς ἀποφθιμένου· ὃ μὲν εὔχετο πάντʼ ἀποδοῦναι δήμῳ πιφαύσκων, ὃ δʼ ἀναίνετο μηδὲν ἑλέσθαι· ἄμφω δʼ ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι. λαοὶ δʼ ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί· κήρυκες δʼ ἄρα λαὸν ἐρήτυον· οἳ δὲ γέροντες εἵατʼ ἐπὶ ξεστοῖσι λίθοις ἱερῷ ἐνὶ κύκλῳ, σκῆπτρα δὲ κηρύκων ἐν χέρσʼ ἔχον ἠεροφώνων· τοῖσιν ἔπειτʼ ἤϊσσον, ἀμοιβηδὶς δὲ δίκαζον. κεῖτο δʼ ἄρʼ ἐν μέσσοισι δύω χρυσοῖο τάλαντα, τῷ δόμεν ὃς μετὰ τοῖσι δίκην ἰθύντατα εἴποι. τὴν δʼ ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ ἥατο λαῶν τεύχεσι λαμπόμενοι· δίχα δέ σφισιν ἥνδανε βουλή, ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἔεργεν· οἳ δʼ οὔ πω πείθοντο, λόχῳ δʼ ὑπεθωρήσσοντο. τεῖχος μέν ῥʼ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα ῥύατʼ ἐφεσταότες, μετὰ δʼ ἀνέρες οὓς ἔχε γῆρας· οἳ δʼ ἴσαν· ἦρχε δʼ ἄρά σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην, καλὼ καὶ μεγάλω σὺν τεύχεσιν, ὥς τε θεώ περ ἀμφὶς ἀριζήλω· λαοὶ δʼ ὑπολίζονες ἦσαν. οἳ δʼ ὅτε δή ῥʼ ἵκανον ὅθι σφίσιν εἶκε λοχῆσαι ἐν ποταμῷ, ὅθι τʼ ἀρδμὸς ἔην πάντεσσι βοτοῖσιν, ἔνθʼ ἄρα τοί γʼ ἵζοντʼ εἰλυμένοι αἴθοπι χαλκῷ. τοῖσι δʼ ἔπειτʼ ἀπάνευθε δύω σκοποὶ εἵατο λαῶν δέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς. οἳ δὲ τάχα προγένοντο, δύω δʼ ἅμʼ ἕποντο νομῆες τερπόμενοι σύριγξι· δόλον δʼ οὔ τι προνόησαν. οἳ μὲν τὰ προϊδόντες ἐπέδραμον, ὦκα δʼ ἔπειτα τάμνοντʼ ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα καλὰ ἀργεννέων οἰῶν, κτεῖνον δʼ ἐπὶ μηλοβοτῆρας. οἳ δʼ ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶν εἰράων προπάροιθε καθήμενοι, αὐτίκʼ ἐφʼ ἵππων βάντες ἀερσιπόδων μετεκίαθον, αἶψα δʼ ἵκοντο. στησάμενοι δʼ ἐμάχοντο μάχην ποταμοῖο παρʼ ὄχθας, βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν. ἐν δʼ Ἔρις ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δʼ ὀλοὴ Κήρ, ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον, ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν· εἷμα δʼ ἔχʼ ἀμφʼ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν. ὡμίλευν δʼ ὥς τε ζωοὶ βροτοὶ ἠδʼ ἐμάχοντο, νεκρούς τʼ ἀλλήλων ἔρυον κατατεθνηῶτας. ἐν δʼ ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουραν εὐρεῖαν τρίπολον· πολλοὶ δʼ ἀροτῆρες ἐν αὐτῇ ζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα. οἳ δʼ ὁπότε στρέψαντες ἱκοίατο τέλσον ἀρούρης, τοῖσι δʼ ἔπειτʼ ἐν χερσὶ δέπας μελιηδέος οἴνου δόσκεν ἀνὴρ ἐπιών· τοὶ δὲ στρέψασκον ἀνʼ ὄγμους, ἱέμενοι νειοῖο βαθείης τέλσον ἱκέσθαι. ἣ δὲ μελαίνετʼ ὄπισθεν, ἀρηρομένῃ δὲ ἐῴκει, χρυσείη περ ἐοῦσα· τὸ δὴ περὶ θαῦμα τέτυκτο. ἐν δʼ ἐτίθει τέμενος βασιλήϊον· ἔνθα δʼ ἔριθοι ἤμων ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες. δράγματα δʼ ἄλλα μετʼ ὄγμον ἐπήτριμα πῖπτον ἔραζε, ἄλλα δʼ ἀμαλλοδετῆρες ἐν ἐλλεδανοῖσι δέοντο. τρεῖς δʼ ἄρʼ ἀμαλλοδετῆρες ἐφέστασαν· αὐτὰρ ὄπισθε παῖδες δραγμεύοντες ἐν ἀγκαλίδεσσι φέροντες ἀσπερχὲς πάρεχον· βασιλεὺς δʼ ἐν τοῖσι σιωπῇ σκῆπτρον ἔχων ἑστήκει ἐπʼ ὄγμου γηθόσυνος κῆρ. κήρυκες δʼ ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο,