<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="18"><q><l n="401">πόρπας τε γναμπτάς θʼ ἕλικας κάλυκάς τε καὶ ὅρμους</l><l n="402">ἐν σπῆϊ γλαφυρῷ· περὶ δὲ ῥόος Ὠκεανοῖο</l><l n="403">ἀφρῷ μορμύρων ῥέεν ἄσπετος· οὐδέ τις ἄλλος</l><l n="404">ᾔδεεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων,</l><l n="405">ἀλλὰ Θέτις τε καὶ Εὐρυνόμη ἴσαν, αἵ μʼ ἐσάωσαν.</l><l n="406">ἣ νῦν ἡμέτερον δόμον ἵκει· τώ με μάλα χρεὼ</l><l n="407">πάντα Θέτι καλλιπλοκάμῳ ζῳάγρια τίνειν.</l><l n="408">ἀλλὰ σὺ μὲν νῦν οἱ παράθες ξεινήϊα καλά,</l><l n="409">ὄφρʼ ἂν ἐγὼ φύσας ἀποθείομαι ὅπλά τε πάντα.</l></q><l n="410"><milestone ed="P" unit="para"/>ἦ, καὶ ἀπʼ ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη</l><l n="411">χωλεύων· ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.</l><l n="412">φύσας μέν ῥʼ ἀπάνευθε τίθει πυρός, ὅπλά τε πάντα</l><l n="413">λάρνακʼ ἐς ἀργυρέην συλλέξατο, τοῖς ἐπονεῖτο·</l><l n="414">σπόγγῳ δʼ ἀμφὶ πρόσωπα καὶ ἄμφω χεῖρʼ ἀπομόργνυ</l><l n="415">αὐχένα τε στιβαρὸν καὶ στήθεα λαχνήεντα,</l><l n="416">δῦ δὲ χιτῶνʼ, ἕλε δὲ σκῆπτρον παχύ, βῆ δὲ θύραζε</l><l n="417">χωλεύων· ὑπὸ δʼ ἀμφίπολοι ῥώοντο ἄνακτι</l></div></div></body></text></TEI>