πόρπας τε γναμπτάς θʼ ἕλικας κάλυκάς τε καὶ ὅρμους ἐν σπῆϊ γλαφυρῷ· περὶ δὲ ῥόος Ὠκεανοῖο ἀφρῷ μορμύρων ῥέεν ἄσπετος· οὐδέ τις ἄλλος ᾔδεεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων, ἀλλὰ Θέτις τε καὶ Εὐρυνόμη ἴσαν, αἵ μʼ ἐσάωσαν. ἣ νῦν ἡμέτερον δόμον ἵκει· τώ με μάλα χρεὼ πάντα Θέτι καλλιπλοκάμῳ ζῳάγρια τίνειν. ἀλλὰ σὺ μὲν νῦν οἱ παράθες ξεινήϊα καλά, ὄφρʼ ἂν ἐγὼ φύσας ἀποθείομαι ὅπλά τε πάντα. ἦ, καὶ ἀπʼ ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη χωλεύων· ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί. φύσας μέν ῥʼ ἀπάνευθε τίθει πυρός, ὅπλά τε πάντα λάρνακʼ ἐς ἀργυρέην συλλέξατο, τοῖς ἐπονεῖτο· σπόγγῳ δʼ ἀμφὶ πρόσωπα καὶ ἄμφω χεῖρʼ ἀπομόργνυ αὐχένα τε στιβαρὸν καὶ στήθεα λαχνήεντα, δῦ δὲ χιτῶνʼ, ἕλε δὲ σκῆπτρον παχύ, βῆ δὲ θύραζε χωλεύων· ὑπὸ δʼ ἀμφίπολοι ῥώοντο ἄνακτι