τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις. ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω. ὣς ἄρα φωνήσασα πρόσω ἄγε δῖα θεάων. τὴν μὲν ἔπειτα καθεῖσεν ἐπὶ θρόνου ἀργυροήλου καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν· κέκλετο δʼ Ἥφαιστον κλυτοτέχνην εἶπέ τε μῦθον· Ἥφαιστε πρόμολʼ ὧδε· Θέτις νύ τι σεῖο χατίζει. τὴν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις· ἦ ῥά νύ μοι δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον, ἥ μʼ ἐσάωσʼ ὅτε μʼ ἄλγος ἀφίκετο τῆλε πεσόντα μητρὸς ἐμῆς ἰότητι κυνώπιδος, ἥ μʼ ἐθέλησε κρύψαι χωλὸν ἐόντα· τότʼ ἂν πάθον ἄλγεα θυμῷ, εἰ μή μʼ Εὐρυνόμη τε Θέτις θʼ ὑπεδέξατο κόλπῳ Εὐρυνόμη θυγάτηρ ἀψορρόου Ὠκεανοῖο. τῇσι παρʼ εἰνάετες χάλκευον δαίδαλα πολλά, πόρπας τε γναμπτάς θʼ ἕλικας κάλυκάς τε καὶ ὅρμους ἐν σπῆϊ γλαφυρῷ· περὶ δὲ ῥόος Ὠκεανοῖο ἀφρῷ μορμύρων ῥέεν ἄσπετος· οὐδέ τις ἄλλος ᾔδεεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων, ἀλλὰ Θέτις τε καὶ Εὐρυνόμη ἴσαν, αἵ μʼ ἐσάωσαν. ἣ νῦν ἡμέτερον δόμον ἵκει· τώ με μάλα χρεὼ πάντα Θέτι καλλιπλοκάμῳ ζῳάγρια τίνειν. ἀλλὰ σὺ μὲν νῦν οἱ παράθες ξεινήϊα καλά, ὄφρʼ ἂν ἐγὼ φύσας ἀποθείομαι ὅπλά τε πάντα. ἦ, καὶ ἀπʼ ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη χωλεύων· ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί. φύσας μέν ῥʼ ἀπάνευθε τίθει πυρός, ὅπλά τε πάντα λάρνακʼ ἐς ἀργυρέην συλλέξατο, τοῖς ἐπονεῖτο· σπόγγῳ δʼ ἀμφὶ πρόσωπα καὶ ἄμφω χεῖρʼ ἀπομόργνυ αὐχένα τε στιβαρὸν καὶ στήθεα λαχνήεντα, δῦ δὲ χιτῶνʼ, ἕλε δὲ σκῆπτρον παχύ, βῆ δὲ θύραζε χωλεύων· ὑπὸ δʼ ἀμφίπολοι ῥώοντο ἄνακτι χρύσειαι ζωῇσι νεήνισιν εἰοικυῖαι. τῇς ἐν μὲν νόος ἐστὶ μετὰ φρεσίν, ἐν δὲ καὶ αὐδὴ καὶ σθένος, ἀθανάτων δὲ θεῶν ἄπο ἔργα ἴσασιν. αἳ μὲν ὕπαιθα ἄνακτος ἐποίπνυον· αὐτὰρ ὃ ἔρρων πλησίον, ἔνθα Θέτις περ, ἐπὶ θρόνου ἷζε φαεινοῦ, ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις. αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν, εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν. τὸν δʼ ἠμείβετʼ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα· Ἥφαιστʼ, ἦ ἄρα δή τις, ὅσαι θεαί εἰσʼ ἐν Ὀλύμπῳ, τοσσάδʼ ἐνὶ φρεσὶν ᾗσιν ἀνέσχετο κήδεα λυγρὰ ὅσσʼ ἐμοὶ ἐκ πασέων Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν; ἐκ μέν μʼ ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν Αἰακίδῃ Πηλῆϊ, καὶ ἔτλην ἀνέρος εὐνὴν πολλὰ μάλʼ οὐκ ἐθέλουσα. ὃ μὲν δὴ γήραϊ λυγρῷ κεῖται ἐνὶ μεγάροις ἀρημένος, ἄλλα δέ μοι νῦν· υἱὸν ἐπεί μοι δῶκε γενέσθαί τε τραφέμεν τε ἔξοχον ἡρώων· ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος· τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω Τρωσὶ μαχησόμενον· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω. ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα. κούρην ἣν ἄρα οἱ γέρας ἔξελον υἷες Ἀχαιῶν, τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων. ἤτοι ὃ τῆς ἀχέων φρένας ἔφθιεν· αὐτὰρ Ἀχαιοὺς Τρῶες ἐπὶ πρύμνῃσιν ἐείλεον, οὐδὲ θύραζε εἴων ἐξιέναι· τὸν δὲ λίσσοντο γέροντες Ἀργείων, καὶ πολλὰ περικλυτὰ δῶρʼ ὀνόμαζον. ἔνθʼ αὐτὸς μὲν ἔπειτʼ ἠναίνετο λοιγὸν ἀμῦναι, αὐτὰρ ὃ Πάτροκλον περὶ μὲν τὰ ἃ τεύχεα ἕσσε, πέμπε δέ μιν πόλεμον δέ, πολὺν δʼ ἅμα λαὸν ὄπασσε. πᾶν δʼ ἦμαρ μάρναντο περὶ Σκαιῇσι πύλῃσι· καί νύ κεν αὐτῆμαρ πόλιν ἔπραθον, εἰ μὴ Ἀπόλλων πολλὰ κακὰ ῥέξαντα Μενοιτίου ἄλκιμον υἱὸν ἔκτανʼ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε. τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα υἱεῖ ἐμῷ ὠκυμόρῳ δόμεν ἀσπίδα καὶ τρυφάλειαν καὶ καλὰς κνημῖδας ἐπισφυρίοις ἀραρυίας καὶ θώρηχʼ· ὃ γὰρ ἦν οἱ ἀπώλεσε πιστὸς ἑταῖρος Τρωσὶ δαμείς· ὃ δὲ κεῖται ἐπὶ χθονὶ θυμὸν ἀχεύων. τὴν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις· θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων. αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι, ὥς οἱ τεύχεα καλὰ παρέσσεται, οἷά τις αὖτε ἀνθρώπων πολέων θαυμάσσεται, ὅς κεν ἴδηται. ὣς εἰπὼν τὴν μὲν λίπεν αὐτοῦ, βῆ δʼ ἐπὶ φύσας· τὰς δʼ ἐς πῦρ ἔτρεψε κέλευσέ τε ἐργάζεσθαι. φῦσαι δʼ ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων παντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιεῖσαι, ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι, ἄλλοτε δʼ αὖτε, ὅππως Ἥφαιστός τʼ ἐθέλοι καὶ ἔργον ἄνοιτο. χαλκὸν δʼ ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον· αὐτὰρ ἔπειτα θῆκεν ἐν ἀκμοθέτῳ μέγαν ἄκμονα, γέντο δὲ χειρὶ ῥαιστῆρα κρατερήν, ἑτέρηφι δὲ γέντο πυράγρην. ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τε πάντοσε δαιδάλλων, περὶ δʼ ἄντυγα βάλλε φαεινὴν τρίπλακα μαρμαρέην, ἐκ δʼ ἀργύρεον τελαμῶνα. πέντε δʼ ἄρʼ αὐτοῦ ἔσαν σάκεος πτύχες· αὐτὰρ ἐν αὐτῷ ποίει δαίδαλα πολλὰ ἰδυίῃσι πραπίδεσσιν. ἐν μὲν γαῖαν ἔτευξʼ, ἐν δʼ οὐρανόν, ἐν δὲ θάλασσαν, ἠέλιόν τʼ ἀκάμαντα σελήνην τε πλήθουσαν, ἐν δὲ τὰ τείρεα πάντα, τά τʼ οὐρανὸς ἐστεφάνωται, Πληϊάδας θʼ Ὑάδας τε τό τε σθένος Ὠρίωνος