<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="18"><l n="350">καὶ τότε δὴ λοῦσάν τε καὶ ἤλειψαν λίπʼ ἐλαίῳ,</l><l n="351">ἐν δʼ ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο·</l><l n="352">ἐν λεχέεσσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν</l><l n="353">ἐς πόδας ἐκ κεφαλῆς, καθύπερθε δὲ φάρεϊ λευκῷ.</l><l n="354">παννύχιοι μὲν ἔπειτα πόδας ταχὺν ἀμφʼ Ἀχιλῆα</l><l n="355">Μυρμιδόνες Πάτροκλον ἀνεστενάχοντο γοῶντες·</l><l n="356">Ζεὺς δʼ Ἥρην προσέειπε κασιγνήτην ἄλοχόν τε·</l><q><l n="357">ἔπρηξας καὶ ἔπειτα βοῶπις πότνια Ἥρη</l><l n="358">ἀνστήσασʼ Ἀχιλῆα πόδας ταχύν· ἦ ῥά νυ σεῖο</l><l n="359">ἐξ αὐτῆς ἐγένοντο κάρη κομόωντες Ἀχαιοί.</l><milestone ed="p" n="360" unit="card"/></q><l n="360"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·</l><q><l n="361">αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.</l><l n="362">καὶ μὲν δή πού τις μέλλει βροτὸς ἀνδρὶ τελέσσαι,</l><l n="363">ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδε·</l><l n="364">πῶς δὴ ἔγωγʼ, ἥ φημι θεάων ἔμμεν ἀρίστη,</l><l n="365">ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις</l><l n="366">κέκλημαι, σὺ δὲ πᾶσι μετʼ ἀθανάτοισιν ἀνάσσεις,</l></q></div></div></body></text></TEI>