καὶ τότε δὴ λοῦσάν τε καὶ ἤλειψαν λίπʼ ἐλαίῳ, ἐν δʼ ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο· ἐν λεχέεσσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν ἐς πόδας ἐκ κεφαλῆς, καθύπερθε δὲ φάρεϊ λευκῷ. παννύχιοι μὲν ἔπειτα πόδας ταχὺν ἀμφʼ Ἀχιλῆα Μυρμιδόνες Πάτροκλον ἀνεστενάχοντο γοῶντες· Ζεὺς δʼ Ἥρην προσέειπε κασιγνήτην ἄλοχόν τε· ἔπρηξας καὶ ἔπειτα βοῶπις πότνια Ἥρη ἀνστήσασʼ Ἀχιλῆα πόδας ταχύν· ἦ ῥά νυ σεῖο ἐξ αὐτῆς ἐγένοντο κάρη κομόωντες Ἀχαιοί. τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη· αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες. καὶ μὲν δή πού τις μέλλει βροτὸς ἀνδρὶ τελέσσαι, ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδε· πῶς δὴ ἔγωγʼ, ἥ φημι θεάων ἔμμεν ἀρίστη, ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις κέκλημαι, σὺ δὲ πᾶσι μετʼ ἀθανάτοισιν ἀνάσσεις,