<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="18"><l n="343"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἑτάροισιν ἐκέκλετο δῖος Ἀχιλλεὺς</l><l n="344">ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα τάχιστα</l><l n="345">Πάτροκλον λούσειαν ἄπο βρότον αἱματόεντα.</l><l n="346">οἳ δὲ λοετροχόον τρίποδʼ ἵστασαν ἐν πυρὶ κηλέῳ,</l><l n="347">ἐν δʼ ἄρʼ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλόντες.</l><l n="348">γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δʼ ὕδωρ·</l><l n="349">αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,</l><l n="350">καὶ τότε δὴ λοῦσάν τε καὶ ἤλειψαν λίπʼ ἐλαίῳ,</l><l n="351">ἐν δʼ ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο·</l><l n="352">ἐν λεχέεσσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν</l><l n="353">ἐς πόδας ἐκ κεφαλῆς, καθύπερθε δὲ φάρεϊ λευκῷ.</l><l n="354">παννύχιοι μὲν ἔπειτα πόδας ταχὺν ἀμφʼ Ἀχιλῆα</l><l n="355">Μυρμιδόνες Πάτροκλον ἀνεστενάχοντο γοῶντες·</l><l n="356">Ζεὺς δʼ Ἥρην προσέειπε κασιγνήτην ἄλοχόν τε·</l><q><l n="357">ἔπρηξας καὶ ἔπειτα βοῶπις πότνια Ἥρη</l><l n="358">ἀνστήσασʼ Ἀχιλῆα πόδας ταχύν· ἦ ῥά νυ σεῖο</l><l n="359">ἐξ αὐτῆς ἐγένοντο κάρη κομόωντες Ἀχαιοί.</l><milestone ed="p" n="360" unit="card"/></q><l n="360"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·</l><q><l n="361">αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.</l><l n="362">καὶ μὲν δή πού τις μέλλει βροτὸς ἀνδρὶ τελέσσαι,</l><l n="363">ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδε·</l><l n="364">πῶς δὴ ἔγωγʼ, ἥ φημι θεάων ἔμμεν ἀρίστη,</l><l n="365">ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις</l><l n="366">κέκλημαι, σὺ δὲ πᾶσι μετʼ ἀθανάτοισιν ἀνάσσεις,</l><l n="367">οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι;</l></q><l n="368"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·</l><l n="369">Ἡφαίστου δʼ ἵκανε δόμον Θέτις ἀργυρόπεζα</l><l n="370">ἄφθιτον ἀστερόεντα μεταπρεπέʼ ἀθανάτοισι</l><l n="371">χάλκεον, ὅν ῥʼ αὐτὸς ποιήσατο κυλλοποδίων.</l><l n="372">τὸν δʼ εὗρʼ ἱδρώοντα ἑλισσόμενον περὶ φύσας</l><l n="373">σπεύδοντα· τρίποδας γὰρ ἐείκοσι πάντας ἔτευχεν</l><l n="374">ἑστάμεναι περὶ τοῖχον ἐϋσταθέος μεγάροιο,</l><l n="375">χρύσεα δέ σφʼ ὑπὸ κύκλα ἑκάστῳ πυθμένι θῆκεν,</l><l n="376">ὄφρά οἱ αὐτόματοι θεῖον δυσαίατʼ ἀγῶνα</l><l n="377">ἠδʼ αὖτις πρὸς δῶμα νεοίατο θαῦμα ἰδέσθαι.</l><l n="378">οἳ δʼ ἤτοι τόσσον μὲν ἔχον τέλος, οὔατα δʼ οὔ πω</l><l n="379">δαιδάλεα προσέκειτο· τά ῥʼ ἤρτυε, κόπτε δὲ δεσμούς.</l><l n="380">ὄφρʼ ὅ γε ταῦτʼ ἐπονεῖτο ἰδυίῃσι πραπίδεσσι,</l><l n="381">τόφρά οἱ ἐγγύθεν ἦλθε θεὰ Θέτις ἀργυρόπεζα.</l><l n="382">τὴν δὲ ἴδε προμολοῦσα Χάρις λιπαροκρήδεμνος</l><l n="383">καλή, τὴν ὤπυιε περικλυτὸς ἀμφιγυήεις·</l><l n="384">ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="385">τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ</l><l n="386">αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις.</l><l n="387">ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.</l><milestone ed="p" n="388" unit="card"/></q><l n="388"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασα πρόσω ἄγε δῖα θεάων.</l><l n="389">τὴν μὲν ἔπειτα καθεῖσεν ἐπὶ θρόνου ἀργυροήλου</l><l n="390">καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·</l><l n="391">κέκλετο δʼ Ἥφαιστον κλυτοτέχνην εἶπέ τε μῦθον·</l><q><l n="392">Ἥφαιστε πρόμολʼ ὧδε· Θέτις νύ τι σεῖο χατίζει.</l></q><l n="393">τὴν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·</l><q><l n="394">ἦ ῥά νύ μοι δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον,</l><l n="395">ἥ μʼ ἐσάωσʼ ὅτε μʼ ἄλγος ἀφίκετο τῆλε πεσόντα</l><l n="396">μητρὸς ἐμῆς ἰότητι κυνώπιδος, ἥ μʼ ἐθέλησε</l><l n="397">κρύψαι χωλὸν ἐόντα· τότʼ ἂν πάθον ἄλγεα θυμῷ,</l><l n="398">εἰ μή μʼ Εὐρυνόμη τε Θέτις θʼ ὑπεδέξατο κόλπῳ</l><l n="399">Εὐρυνόμη θυγάτηρ ἀψορρόου Ὠκεανοῖο.</l><l n="400">τῇσι παρʼ εἰνάετες χάλκευον δαίδαλα πολλά,</l><l n="401">πόρπας τε γναμπτάς θʼ ἕλικας κάλυκάς τε καὶ ὅρμους</l><l n="402">ἐν σπῆϊ γλαφυρῷ· περὶ δὲ ῥόος Ὠκεανοῖο</l><l n="403">ἀφρῷ μορμύρων ῥέεν ἄσπετος· οὐδέ τις ἄλλος</l><l n="404">ᾔδεεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων,</l><l n="405">ἀλλὰ Θέτις τε καὶ Εὐρυνόμη ἴσαν, αἵ μʼ ἐσάωσαν.</l><l n="406">ἣ νῦν ἡμέτερον δόμον ἵκει· τώ με μάλα χρεὼ</l><l n="407">πάντα Θέτι καλλιπλοκάμῳ ζῳάγρια τίνειν.</l><l n="408">ἀλλὰ σὺ μὲν νῦν οἱ παράθες ξεινήϊα καλά,</l><l n="409">ὄφρʼ ἂν ἐγὼ φύσας ἀποθείομαι ὅπλά τε πάντα.</l></q><l n="410"><milestone ed="P" unit="para"/>ἦ, καὶ ἀπʼ ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη</l><l n="411">χωλεύων· ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.</l><l n="412">φύσας μέν ῥʼ ἀπάνευθε τίθει πυρός, ὅπλά τε πάντα</l><l n="413">λάρνακʼ ἐς ἀργυρέην συλλέξατο, τοῖς ἐπονεῖτο·</l><l n="414">σπόγγῳ δʼ ἀμφὶ πρόσωπα καὶ ἄμφω χεῖρʼ ἀπομόργνυ</l><l n="415">αὐχένα τε στιβαρὸν καὶ στήθεα λαχνήεντα,</l><l n="416">δῦ δὲ χιτῶνʼ, ἕλε δὲ σκῆπτρον παχύ, βῆ δὲ θύραζε</l><l n="417">χωλεύων· ὑπὸ δʼ ἀμφίπολοι ῥώοντο ἄνακτι</l><l n="418">χρύσειαι ζωῇσι νεήνισιν εἰοικυῖαι.</l><l n="419">τῇς ἐν μὲν νόος ἐστὶ μετὰ φρεσίν, ἐν δὲ καὶ αὐδὴ</l><l n="420">καὶ σθένος, ἀθανάτων δὲ θεῶν ἄπο ἔργα ἴσασιν.</l><l n="421">αἳ μὲν ὕπαιθα ἄνακτος ἐποίπνυον· αὐτὰρ ὃ ἔρρων</l><l n="422">πλησίον, ἔνθα Θέτις περ, ἐπὶ θρόνου ἷζε φαεινοῦ,</l><l n="423">ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="424">τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ</l><l n="425">αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις.</l><l n="426">αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,</l><l n="427">εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.</l><milestone ed="p" n="428" unit="card"/></q><l n="428"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα·</l><q><l n="429">Ἥφαιστʼ, ἦ ἄρα δή τις, ὅσαι θεαί εἰσʼ ἐν Ὀλύμπῳ,</l><l n="430">τοσσάδʼ ἐνὶ φρεσὶν ᾗσιν ἀνέσχετο κήδεα λυγρὰ</l><l n="431">ὅσσʼ ἐμοὶ ἐκ πασέων Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν;</l><l n="432">ἐκ μέν μʼ ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν</l><l n="433">Αἰακίδῃ Πηλῆϊ, καὶ ἔτλην ἀνέρος εὐνὴν</l><l n="434">πολλὰ μάλʼ οὐκ ἐθέλουσα. ὃ μὲν δὴ γήραϊ λυγρῷ</l><l n="435">κεῖται ἐνὶ μεγάροις ἀρημένος, ἄλλα δέ μοι νῦν·</l><l n="436">υἱὸν ἐπεί μοι δῶκε γενέσθαί τε τραφέμεν τε</l><l n="437">ἔξοχον ἡρώων· ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος·</l><l n="438">τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς</l><l n="439">νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω</l><l n="440">Τρωσὶ μαχησόμενον· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις</l><l n="441">οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.</l><l n="442">ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο</l><l n="443">ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.</l><l n="444">κούρην ἣν ἄρα οἱ γέρας ἔξελον υἷες Ἀχαιῶν,</l><l n="445">τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων.</l><l n="446">ἤτοι ὃ τῆς ἀχέων φρένας ἔφθιεν· αὐτὰρ Ἀχαιοὺς</l><l n="447">Τρῶες ἐπὶ πρύμνῃσιν ἐείλεον, οὐδὲ θύραζε</l><l n="448">εἴων ἐξιέναι· τὸν δὲ λίσσοντο γέροντες</l><l n="449">Ἀργείων, καὶ πολλὰ περικλυτὰ δῶρʼ ὀνόμαζον.</l><l n="450">ἔνθʼ αὐτὸς μὲν ἔπειτʼ ἠναίνετο λοιγὸν ἀμῦναι,</l><l n="451">αὐτὰρ ὃ Πάτροκλον περὶ μὲν τὰ ἃ τεύχεα ἕσσε,</l><l n="452">πέμπε δέ μιν πόλεμον δέ, πολὺν δʼ ἅμα λαὸν ὄπασσε.</l><l n="453">πᾶν δʼ ἦμαρ μάρναντο περὶ Σκαιῇσι πύλῃσι·</l><l n="454">καί νύ κεν αὐτῆμαρ πόλιν ἔπραθον, εἰ μὴ Ἀπόλλων</l><l n="455">πολλὰ κακὰ ῥέξαντα Μενοιτίου ἄλκιμον υἱὸν</l><l n="456">ἔκτανʼ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε.</l><l n="457">τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα</l><l n="458">υἱεῖ ἐμῷ ὠκυμόρῳ δόμεν ἀσπίδα καὶ τρυφάλειαν</l><l n="459">καὶ καλὰς κνημῖδας ἐπισφυρίοις ἀραρυίας</l><l n="460">καὶ θώρηχʼ· ὃ γὰρ ἦν οἱ ἀπώλεσε πιστὸς ἑταῖρος</l><l n="461">Τρωσὶ δαμείς· ὃ δὲ κεῖται ἐπὶ χθονὶ θυμὸν ἀχεύων.</l><milestone ed="p" n="462" unit="card"/></q><l n="462"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·</l><q><l n="463">θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.</l><l n="464">αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην</l><l n="465">νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι,</l><l n="466">ὥς οἱ τεύχεα καλὰ παρέσσεται, οἷά τις αὖτε</l><l n="467">ἀνθρώπων πολέων θαυμάσσεται, ὅς κεν ἴδηται.</l></q><l n="468"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν τὴν μὲν λίπεν αὐτοῦ, βῆ δʼ ἐπὶ φύσας·</l><l n="469">τὰς δʼ ἐς πῦρ ἔτρεψε κέλευσέ τε ἐργάζεσθαι.</l><l n="470">φῦσαι δʼ ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων</l><l n="471">παντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιεῖσαι,</l><l n="472">ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι, ἄλλοτε δʼ αὖτε,</l><l n="473">ὅππως Ἥφαιστός τʼ ἐθέλοι καὶ ἔργον ἄνοιτο.</l><l n="474">χαλκὸν δʼ ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε</l><l n="475">καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον· αὐτὰρ ἔπειτα</l><l n="476">θῆκεν ἐν ἀκμοθέτῳ μέγαν ἄκμονα, γέντο δὲ χειρὶ</l><l n="477">ῥαιστῆρα κρατερήν, ἑτέρηφι δὲ γέντο πυράγρην.</l><l n="478"><milestone ed="P" unit="para"/>ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τε</l><l n="479">πάντοσε δαιδάλλων, περὶ δʼ ἄντυγα βάλλε φαεινὴν</l><l n="480">τρίπλακα μαρμαρέην, ἐκ δʼ ἀργύρεον τελαμῶνα.</l><l n="481">πέντε δʼ ἄρʼ αὐτοῦ ἔσαν σάκεος πτύχες· αὐτὰρ ἐν αὐτῷ</l><l n="482">ποίει δαίδαλα πολλὰ ἰδυίῃσι πραπίδεσσιν.</l><l n="483"><milestone ed="P" unit="para"/>ἐν μὲν γαῖαν ἔτευξʼ, ἐν δʼ οὐρανόν, ἐν δὲ θάλασσαν,</l><l n="484">ἠέλιόν τʼ ἀκάμαντα σελήνην τε πλήθουσαν,</l><l n="485">ἐν δὲ τὰ τείρεα πάντα, τά τʼ οὐρανὸς ἐστεφάνωται,</l><l n="486">Πληϊάδας θʼ Ὑάδας τε τό τε σθένος Ὠρίωνος</l><l n="487">Ἄρκτόν θʼ, ἣν καὶ Ἄμαξαν ἐπίκλησιν καλέουσιν,</l><l n="488">ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει,</l><l n="489">οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο.</l><milestone ed="p" n="490" unit="card"/><l n="490"><milestone ed="P" unit="para"/>ἐν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπων</l><l n="491">καλάς. ἐν τῇ μέν ῥα γάμοι τʼ ἔσαν εἰλαπίναι τε,</l><l n="492">νύμφας δʼ ἐκ θαλάμων δαΐδων ὕπο λαμπομενάων</l><l n="493">ἠγίνεον ἀνὰ ἄστυ, πολὺς δʼ ὑμέναιος ὀρώρει·</l><l n="494">κοῦροι δʼ ὀρχηστῆρες ἐδίνεον, ἐν δʼ ἄρα τοῖσιν</l><l n="495">αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον· αἳ δὲ γυναῖκες</l><l n="496">ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη.</l><l n="497">λαοὶ δʼ εἰν ἀγορῇ ἔσαν ἀθρόοι· ἔνθα δὲ νεῖκος</l><l n="498">ὠρώρει, δύο δʼ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς</l><l n="499">ἀνδρὸς ἀποφθιμένου· ὃ μὲν εὔχετο πάντʼ ἀποδοῦναι</l><l n="500">δήμῳ πιφαύσκων, ὃ δʼ ἀναίνετο μηδὲν ἑλέσθαι·</l><l n="501">ἄμφω δʼ ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι.</l><l n="502">λαοὶ δʼ ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί·</l><l n="503">κήρυκες δʼ ἄρα λαὸν ἐρήτυον· οἳ δὲ γέροντες</l><l n="504">εἵατʼ ἐπὶ ξεστοῖσι λίθοις ἱερῷ ἐνὶ κύκλῳ,</l><l n="505">σκῆπτρα δὲ κηρύκων ἐν χέρσʼ ἔχον ἠεροφώνων·</l><l n="506">τοῖσιν ἔπειτʼ ἤϊσσον, ἀμοιβηδὶς δὲ δίκαζον.</l><l n="507">κεῖτο δʼ ἄρʼ ἐν μέσσοισι δύω χρυσοῖο τάλαντα,</l><l n="508">τῷ δόμεν ὃς μετὰ τοῖσι δίκην ἰθύντατα εἴποι.</l><l n="509"><milestone ed="P" unit="para"/>τὴν δʼ ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ ἥατο λαῶν</l><l n="510">τεύχεσι λαμπόμενοι· δίχα δέ σφισιν ἥνδανε βουλή,</l><l n="511">ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι</l><l n="512">κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἔεργεν·</l><l n="513">οἳ δʼ οὔ πω πείθοντο, λόχῳ δʼ ὑπεθωρήσσοντο.</l><l n="514">τεῖχος μέν ῥʼ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα</l><l n="515">ῥύατʼ ἐφεσταότες, μετὰ δʼ ἀνέρες οὓς ἔχε γῆρας·</l><l n="516">οἳ δʼ ἴσαν· ἦρχε δʼ ἄρά σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη</l></div></div></body></text></TEI>