νήπιοι· ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Ἀθήνη. Ἕκτορι μὲν γὰρ ἐπῄνησαν κακὰ μητιόωντι, Πουλυδάμαντι δʼ ἄρʼ οὔ τις ὃς ἐσθλὴν φράζετο βουλήν. δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατόν· αὐτὰρ Ἀχαιοὶ παννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοῶντες. τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου πυκνὰ μάλα στενάχων ὥς τε λὶς ἠϋγένειος, ᾧ ῥά θʼ ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνὴρ ὕλης ἐκ πυκινῆς· ὃ δέ τʼ ἄχνυται ὕστερος ἐλθών, πολλὰ δέ τʼ ἄγκεʼ ἐπῆλθε μετʼ ἀνέρος ἴχνιʼ ἐρευνῶν εἴ ποθεν ἐξεύροι· μάλα γὰρ δριμὺς χόλος αἱρεῖ· ὣς ὃ βαρὺ στενάχων μετεφώνεε Μυρμιδόνεσσιν· ὢ πόποι ἦ ῥʼ ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ θαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισι· φῆν δέ οἱ εἰς Ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξειν Ἴλιον ἐκπέρσαντα, λαχόντα τε ληΐδος αἶσαν. ἀλλʼ οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ· ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι αὐτοῦ ἐνὶ Τροίῃ, ἐπεὶ οὐδʼ ἐμὲ νοστήσαντα δέξεται ἐν μεγάροισι γέρων ἱππηλάτα Πηλεὺς οὐδὲ Θέτις μήτηρ, ἀλλʼ αὐτοῦ γαῖα καθέξει. νῦν δʼ ἐπεὶ οὖν Πάτροκλε σεῦ ὕστερος εἶμʼ ὑπὸ γαῖαν, οὔ σε πρὶν κτεριῶ πρίν γʼ Ἕκτορος ἐνθάδʼ ἐνεῖκαι τεύχεα καὶ κεφαλὴν μεγαθύμου σοῖο φονῆος· δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσω Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς. τόφρα δέ μοι παρὰ νηυσὶ κορωνίσι κείσεαι αὔτως, ἀμφὶ δὲ σὲ Τρῳαὶ καὶ Δαρδανίδες βαθύκολποι κλαύσονται νύκτάς τε καὶ ἤματα δάκρυ χέουσαι, τὰς αὐτοὶ καμόμεσθα βίηφί τε δουρί τε μακρῷ πιείρας πέρθοντε πόλεις μερόπων ἀνθρώπων. ὣς εἰπὼν ἑτάροισιν ἐκέκλετο δῖος Ἀχιλλεὺς ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα τάχιστα Πάτροκλον λούσειαν ἄπο βρότον αἱματόεντα. οἳ δὲ λοετροχόον τρίποδʼ ἵστασαν ἐν πυρὶ κηλέῳ, ἐν δʼ ἄρʼ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλόντες. γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δʼ ὕδωρ· αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ, καὶ τότε δὴ λοῦσάν τε καὶ ἤλειψαν λίπʼ ἐλαίῳ, ἐν δʼ ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο· ἐν λεχέεσσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν ἐς πόδας ἐκ κεφαλῆς, καθύπερθε δὲ φάρεϊ λευκῷ. παννύχιοι μὲν ἔπειτα πόδας ταχὺν ἀμφʼ Ἀχιλῆα Μυρμιδόνες Πάτροκλον ἀνεστενάχοντο γοῶντες· Ζεὺς δʼ Ἥρην προσέειπε κασιγνήτην ἄλοχόν τε· ἔπρηξας καὶ ἔπειτα βοῶπις πότνια Ἥρη ἀνστήσασʼ Ἀχιλῆα πόδας ταχύν· ἦ ῥά νυ σεῖο ἐξ αὐτῆς ἐγένοντο κάρη κομόωντες Ἀχαιοί. τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη· αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες. καὶ μὲν δή πού τις μέλλει βροτὸς ἀνδρὶ τελέσσαι, ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδε· πῶς δὴ ἔγωγʼ, ἥ φημι θεάων ἔμμεν ἀρίστη, ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις κέκλημαι, σὺ δὲ πᾶσι μετʼ ἀθανάτοισιν ἀνάσσεις, οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι; ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· Ἡφαίστου δʼ ἵκανε δόμον Θέτις ἀργυρόπεζα ἄφθιτον ἀστερόεντα μεταπρεπέʼ ἀθανάτοισι χάλκεον, ὅν ῥʼ αὐτὸς ποιήσατο κυλλοποδίων. τὸν δʼ εὗρʼ ἱδρώοντα ἑλισσόμενον περὶ φύσας σπεύδοντα· τρίποδας γὰρ ἐείκοσι πάντας ἔτευχεν ἑστάμεναι περὶ τοῖχον ἐϋσταθέος μεγάροιο, χρύσεα δέ σφʼ ὑπὸ κύκλα ἑκάστῳ πυθμένι θῆκεν, ὄφρά οἱ αὐτόματοι θεῖον δυσαίατʼ ἀγῶνα ἠδʼ αὖτις πρὸς δῶμα νεοίατο θαῦμα ἰδέσθαι. οἳ δʼ ἤτοι τόσσον μὲν ἔχον τέλος, οὔατα δʼ οὔ πω δαιδάλεα προσέκειτο· τά ῥʼ ἤρτυε, κόπτε δὲ δεσμούς. ὄφρʼ ὅ γε ταῦτʼ ἐπονεῖτο ἰδυίῃσι πραπίδεσσι, τόφρά οἱ ἐγγύθεν ἦλθε θεὰ Θέτις ἀργυρόπεζα. τὴν δὲ ἴδε προμολοῦσα Χάρις λιπαροκρήδεμνος καλή, τὴν ὤπυιε περικλυτὸς ἀμφιγυήεις· ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις. ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω. ὣς ἄρα φωνήσασα πρόσω ἄγε δῖα θεάων. τὴν μὲν ἔπειτα καθεῖσεν ἐπὶ θρόνου ἀργυροήλου καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν· κέκλετο δʼ Ἥφαιστον κλυτοτέχνην εἶπέ τε μῦθον· Ἥφαιστε πρόμολʼ ὧδε· Θέτις νύ τι σεῖο χατίζει. τὴν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις· ἦ ῥά νύ μοι δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον, ἥ μʼ ἐσάωσʼ ὅτε μʼ ἄλγος ἀφίκετο τῆλε πεσόντα μητρὸς ἐμῆς ἰότητι κυνώπιδος, ἥ μʼ ἐθέλησε κρύψαι χωλὸν ἐόντα· τότʼ ἂν πάθον ἄλγεα θυμῷ, εἰ μή μʼ Εὐρυνόμη τε Θέτις θʼ ὑπεδέξατο κόλπῳ Εὐρυνόμη θυγάτηρ ἀψορρόου Ὠκεανοῖο. τῇσι παρʼ εἰνάετες χάλκευον δαίδαλα πολλά, πόρπας τε γναμπτάς θʼ ἕλικας κάλυκάς τε καὶ ὅρμους ἐν σπῆϊ γλαφυρῷ· περὶ δὲ ῥόος Ὠκεανοῖο ἀφρῷ μορμύρων ῥέεν ἄσπετος· οὐδέ τις ἄλλος ᾔδεεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων, ἀλλὰ Θέτις τε καὶ Εὐρυνόμη ἴσαν, αἵ μʼ ἐσάωσαν. ἣ νῦν ἡμέτερον δόμον ἵκει· τώ με μάλα χρεὼ πάντα Θέτι καλλιπλοκάμῳ ζῳάγρια τίνειν. ἀλλὰ σὺ μὲν νῦν οἱ παράθες ξεινήϊα καλά, ὄφρʼ ἂν ἐγὼ φύσας ἀποθείομαι ὅπλά τε πάντα. ἦ, καὶ ἀπʼ ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη χωλεύων· ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί. φύσας μέν ῥʼ ἀπάνευθε τίθει πυρός, ὅπλά τε πάντα λάρνακʼ ἐς ἀργυρέην συλλέξατο, τοῖς ἐπονεῖτο· σπόγγῳ δʼ ἀμφὶ πρόσωπα καὶ ἄμφω χεῖρʼ ἀπομόργνυ αὐχένα τε στιβαρὸν καὶ στήθεα λαχνήεντα, δῦ δὲ χιτῶνʼ, ἕλε δὲ σκῆπτρον παχύ, βῆ δὲ θύραζε χωλεύων· ὑπὸ δʼ ἀμφίπολοι ῥώοντο ἄνακτι χρύσειαι ζωῇσι νεήνισιν εἰοικυῖαι. τῇς ἐν μὲν νόος ἐστὶ μετὰ φρεσίν, ἐν δὲ καὶ αὐδὴ καὶ σθένος, ἀθανάτων δὲ θεῶν ἄπο ἔργα ἴσασιν. αἳ μὲν ὕπαιθα ἄνακτος ἐποίπνυον· αὐτὰρ ὃ ἔρρων πλησίον, ἔνθα Θέτις περ, ἐπὶ θρόνου ἷζε φαεινοῦ, ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις. αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν, εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν. τὸν δʼ ἠμείβετʼ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα· Ἥφαιστʼ, ἦ ἄρα δή τις, ὅσαι θεαί εἰσʼ ἐν Ὀλύμπῳ, τοσσάδʼ ἐνὶ φρεσὶν ᾗσιν ἀνέσχετο κήδεα λυγρὰ ὅσσʼ ἐμοὶ ἐκ πασέων Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν; ἐκ μέν μʼ ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν Αἰακίδῃ Πηλῆϊ, καὶ ἔτλην ἀνέρος εὐνὴν πολλὰ μάλʼ οὐκ ἐθέλουσα. ὃ μὲν δὴ γήραϊ λυγρῷ κεῖται ἐνὶ μεγάροις ἀρημένος, ἄλλα δέ μοι νῦν· υἱὸν ἐπεί μοι δῶκε γενέσθαί τε τραφέμεν τε ἔξοχον ἡρώων· ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος· τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω Τρωσὶ μαχησόμενον· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω. ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα. κούρην ἣν ἄρα οἱ γέρας ἔξελον υἷες Ἀχαιῶν, τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων. ἤτοι ὃ τῆς ἀχέων φρένας ἔφθιεν· αὐτὰρ Ἀχαιοὺς Τρῶες ἐπὶ πρύμνῃσιν ἐείλεον, οὐδὲ θύραζε εἴων ἐξιέναι· τὸν δὲ λίσσοντο γέροντες Ἀργείων, καὶ πολλὰ περικλυτὰ δῶρʼ ὀνόμαζον. ἔνθʼ αὐτὸς μὲν ἔπειτʼ ἠναίνετο λοιγὸν ἀμῦναι, αὐτὰρ ὃ Πάτροκλον περὶ μὲν τὰ ἃ τεύχεα ἕσσε, πέμπε δέ μιν πόλεμον δέ, πολὺν δʼ ἅμα λαὸν ὄπασσε. πᾶν δʼ ἦμαρ μάρναντο περὶ Σκαιῇσι πύλῃσι· καί νύ κεν αὐτῆμαρ πόλιν ἔπραθον, εἰ μὴ Ἀπόλλων πολλὰ κακὰ ῥέξαντα Μενοιτίου ἄλκιμον υἱὸν ἔκτανʼ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε. τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα υἱεῖ ἐμῷ ὠκυμόρῳ δόμεν ἀσπίδα καὶ τρυφάλειαν καὶ καλὰς κνημῖδας ἐπισφυρίοις ἀραρυίας καὶ θώρηχʼ· ὃ γὰρ ἦν οἱ ἀπώλεσε πιστὸς ἑταῖρος Τρωσὶ δαμείς· ὃ δὲ κεῖται ἐπὶ χθονὶ θυμὸν ἀχεύων. τὴν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις· θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων. αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι, ὥς οἱ τεύχεα καλὰ παρέσσεται, οἷά τις αὖτε ἀνθρώπων πολέων θαυμάσσεται, ὅς κεν ἴδηται. ὣς εἰπὼν τὴν μὲν λίπεν αὐτοῦ, βῆ δʼ ἐπὶ φύσας· τὰς δʼ ἐς πῦρ ἔτρεψε κέλευσέ τε ἐργάζεσθαι. φῦσαι δʼ ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων παντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιεῖσαι, ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι, ἄλλοτε δʼ αὖτε, ὅππως Ἥφαιστός τʼ ἐθέλοι καὶ ἔργον ἄνοιτο. χαλκὸν δʼ ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον· αὐτὰρ ἔπειτα θῆκεν ἐν ἀκμοθέτῳ μέγαν ἄκμονα, γέντο δὲ χειρὶ ῥαιστῆρα κρατερήν, ἑτέρηφι δὲ γέντο πυράγρην. ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τε πάντοσε δαιδάλλων, περὶ δʼ ἄντυγα βάλλε φαεινὴν τρίπλακα μαρμαρέην, ἐκ δʼ ἀργύρεον τελαμῶνα. πέντε δʼ ἄρʼ αὐτοῦ ἔσαν σάκεος πτύχες· αὐτὰρ ἐν αὐτῷ ποίει δαίδαλα πολλὰ ἰδυίῃσι πραπίδεσσιν. ἐν μὲν γαῖαν ἔτευξʼ, ἐν δʼ οὐρανόν, ἐν δὲ θάλασσαν, ἠέλιόν τʼ ἀκάμαντα σελήνην τε πλήθουσαν, ἐν δὲ τὰ τείρεα πάντα, τά τʼ οὐρανὸς ἐστεφάνωται, Πληϊάδας θʼ Ὑάδας τε τό τε σθένος Ὠρίωνος Ἄρκτόν θʼ, ἣν καὶ Ἄμαξαν ἐπίκλησιν καλέουσιν, ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει, οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο. ἐν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπων καλάς. ἐν τῇ μέν ῥα γάμοι τʼ ἔσαν εἰλαπίναι τε, νύμφας δʼ ἐκ θαλάμων δαΐδων ὕπο λαμπομενάων ἠγίνεον ἀνὰ ἄστυ, πολὺς δʼ ὑμέναιος ὀρώρει· κοῦροι δʼ ὀρχηστῆρες ἐδίνεον, ἐν δʼ ἄρα τοῖσιν αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον· αἳ δὲ γυναῖκες ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη. λαοὶ δʼ εἰν ἀγορῇ ἔσαν ἀθρόοι· ἔνθα δὲ νεῖκος ὠρώρει, δύο δʼ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς ἀνδρὸς ἀποφθιμένου· ὃ μὲν εὔχετο πάντʼ ἀποδοῦναι δήμῳ πιφαύσκων, ὃ δʼ ἀναίνετο μηδὲν ἑλέσθαι· ἄμφω δʼ ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι. λαοὶ δʼ ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί· κήρυκες δʼ ἄρα λαὸν ἐρήτυον· οἳ δὲ γέροντες εἵατʼ ἐπὶ ξεστοῖσι λίθοις ἱερῷ ἐνὶ κύκλῳ, σκῆπτρα δὲ κηρύκων ἐν χέρσʼ ἔχον ἠεροφώνων· τοῖσιν ἔπειτʼ ἤϊσσον, ἀμοιβηδὶς δὲ δίκαζον. κεῖτο δʼ ἄρʼ ἐν μέσσοισι δύω χρυσοῖο τάλαντα, τῷ δόμεν ὃς μετὰ τοῖσι δίκην ἰθύντατα εἴποι. τὴν δʼ ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ ἥατο λαῶν τεύχεσι λαμπόμενοι· δίχα δέ σφισιν ἥνδανε βουλή, ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἔεργεν· οἳ δʼ οὔ πω πείθοντο, λόχῳ δʼ ὑπεθωρήσσοντο. τεῖχος μέν ῥʼ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα ῥύατʼ ἐφεσταότες, μετὰ δʼ ἀνέρες οὓς ἔχε γῆρας· οἳ δʼ ἴσαν· ἦρχε δʼ ἄρά σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην, καλὼ καὶ μεγάλω σὺν τεύχεσιν, ὥς τε θεώ περ ἀμφὶς ἀριζήλω· λαοὶ δʼ ὑπολίζονες ἦσαν. οἳ δʼ ὅτε δή ῥʼ ἵκανον ὅθι σφίσιν εἶκε λοχῆσαι ἐν ποταμῷ, ὅθι τʼ ἀρδμὸς ἔην πάντεσσι βοτοῖσιν, ἔνθʼ ἄρα τοί γʼ ἵζοντʼ εἰλυμένοι αἴθοπι χαλκῷ. τοῖσι δʼ ἔπειτʼ ἀπάνευθε δύω σκοποὶ εἵατο λαῶν δέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς. οἳ δὲ τάχα προγένοντο, δύω δʼ ἅμʼ ἕποντο νομῆες τερπόμενοι σύριγξι· δόλον δʼ οὔ τι προνόησαν. οἳ μὲν τὰ προϊδόντες ἐπέδραμον, ὦκα δʼ ἔπειτα τάμνοντʼ ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα καλὰ ἀργεννέων οἰῶν, κτεῖνον δʼ ἐπὶ μηλοβοτῆρας. οἳ δʼ ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶν εἰράων προπάροιθε καθήμενοι, αὐτίκʼ ἐφʼ ἵππων βάντες ἀερσιπόδων μετεκίαθον, αἶψα δʼ ἵκοντο. στησάμενοι δʼ ἐμάχοντο μάχην ποταμοῖο παρʼ ὄχθας, βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν. ἐν δʼ Ἔρις ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δʼ ὀλοὴ Κήρ, ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον, ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν· εἷμα δʼ ἔχʼ ἀμφʼ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν.