<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="18"><q><l n="299">καὶ φυλακῆς μνήσασθε, καὶ ἐγρήγορθε ἕκαστος·</l><l n="300">Τρώων δʼ ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει,</l><l n="301">συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι·</l><l n="302">τῶν τινὰ βέλτερόν ἐστιν ἐπαυρέμεν ἤ περ Ἀχαιούς.</l><l n="303">πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες</l><l n="304">νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.</l><l n="305">εἰ δʼ ἐτεὸν παρὰ ναῦφιν ἀνέστη δῖος Ἀχιλλεύς,</l><l n="306">ἄλγιον αἴ κʼ ἐθέλῃσι τῷ ἔσσεται· οὔ μιν ἔγωγε</l><l n="307">φεύξομαι ἐκ πολέμοιο δυσηχέος, ἀλλὰ μάλʼ ἄντην</l><l n="308">στήσομαι, ἤ κε φέρῃσι μέγα κράτος, ἦ κε φεροίμην.</l><l n="309">ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα.</l></q><l n="310"><milestone ed="P" unit="para"/>ὣς Ἕκτωρ ἀγόρευʼ, ἐπὶ δὲ Τρῶες κελάδησαν</l><l n="311">νήπιοι· ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Ἀθήνη.</l><l n="312">Ἕκτορι μὲν γὰρ ἐπῄνησαν κακὰ μητιόωντι,</l><l n="313">Πουλυδάμαντι δʼ ἄρʼ οὔ τις ὃς ἐσθλὴν φράζετο βουλήν.</l><l n="314">δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατόν· αὐτὰρ Ἀχαιοὶ</l><l n="315">παννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοῶντες.</l><l n="316">τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο</l><l n="317">χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου</l><l n="318">πυκνὰ μάλα στενάχων ὥς τε λὶς ἠϋγένειος,</l><l n="319">ᾧ ῥά θʼ ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνὴρ</l><l n="320">ὕλης ἐκ πυκινῆς· ὃ δέ τʼ ἄχνυται ὕστερος ἐλθών,</l><l n="321">πολλὰ δέ τʼ ἄγκεʼ ἐπῆλθε μετʼ ἀνέρος ἴχνιʼ ἐρευνῶν</l><l n="322">εἴ ποθεν ἐξεύροι· μάλα γὰρ δριμὺς χόλος αἱρεῖ·</l><l n="323">ὣς ὃ βαρὺ στενάχων μετεφώνεε Μυρμιδόνεσσιν·</l><milestone ed="p" n="324" unit="card"/><q><l n="324"><milestone ed="P" unit="para"/>ὢ πόποι ἦ ῥʼ ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ</l><l n="325">θαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισι·</l><l n="326">φῆν δέ οἱ εἰς Ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξειν</l><l n="327">Ἴλιον ἐκπέρσαντα, λαχόντα τε ληΐδος αἶσαν.</l><l n="328">ἀλλʼ οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ·</l><l n="329">ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι</l><l n="330">αὐτοῦ ἐνὶ Τροίῃ, ἐπεὶ οὐδʼ ἐμὲ νοστήσαντα</l><l n="331">δέξεται ἐν μεγάροισι γέρων ἱππηλάτα Πηλεὺς</l><l n="332">οὐδὲ Θέτις μήτηρ, ἀλλʼ αὐτοῦ γαῖα καθέξει.</l></q></div></div></body></text></TEI>