<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="18"><q><l n="299">καὶ φυλακῆς μνήσασθε, καὶ ἐγρήγορθε ἕκαστος·</l><l n="300">Τρώων δʼ ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει,</l><l n="301">συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι·</l><l n="302">τῶν τινὰ βέλτερόν ἐστιν ἐπαυρέμεν ἤ περ Ἀχαιούς.</l><l n="303">πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες</l><l n="304">νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.</l><l n="305">εἰ δʼ ἐτεὸν παρὰ ναῦφιν ἀνέστη δῖος Ἀχιλλεύς,</l><l n="306">ἄλγιον αἴ κʼ ἐθέλῃσι τῷ ἔσσεται· οὔ μιν ἔγωγε</l><l n="307">φεύξομαι ἐκ πολέμοιο δυσηχέος, ἀλλὰ μάλʼ ἄντην</l><l n="308">στήσομαι, ἤ κε φέρῃσι μέγα κράτος, ἦ κε φεροίμην.</l><l n="309">ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα.</l></q><l n="310"><milestone ed="P" unit="para"/>ὣς Ἕκτωρ ἀγόρευʼ, ἐπὶ δὲ Τρῶες κελάδησαν</l><l n="311">νήπιοι· ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Ἀθήνη.</l><l n="312">Ἕκτορι μὲν γὰρ ἐπῄνησαν κακὰ μητιόωντι,</l><l n="313">Πουλυδάμαντι δʼ ἄρʼ οὔ τις ὃς ἐσθλὴν φράζετο βουλήν.</l><l n="314">δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατόν· αὐτὰρ Ἀχαιοὶ</l><l n="315">παννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοῶντες.</l></div></div></body></text></TEI>