<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="18"><q><l n="280">ἂψ πάλιν εἶσʼ ἐπὶ νῆας, ἐπεί κʼ ἐριαύχενας ἵππους</l><l n="281">παντοίου δρόμου ἄσῃ ὑπὸ πτόλιν ἠλασκάζων·</l><l n="282">εἴσω δʼ οὔ μιν θυμὸς ἐφορμηθῆναι ἐάσει,</l><l n="283">οὐδέ ποτʼ ἐκπέρσει· πρίν μιν κύνες ἀργοὶ ἔδονται.</l></q><milestone ed="p" n="284" unit="card"/><l n="284"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="285">Πουλυδάμα σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις,</l><l n="286">ὃς κέλεαι κατὰ ἄστυ ἀλήμεναι αὖτις ἰόντας.</l><l n="287">ἦ οὔ πω κεκόρησθε ἐελμένοι ἔνδοθι πύργων;</l><l n="288">πρὶν μὲν γὰρ Πριάμοιο πόλιν μέροπες ἄνθρωποι</l><l n="289">πάντες μυθέσκοντο πολύχρυσον πολύχαλκον·</l><l n="290">νῦν δὲ δὴ ἐξαπόλωλε δόμων κειμήλια καλά,</l><l n="291">πολλὰ δὲ δὴ Φρυγίην καὶ Μῃονίην ἐρατεινὴν</l><l n="292">κτήματα περνάμενʼ ἵκει, ἐπεὶ μέγας ὠδύσατο Ζεύς.</l><l n="293">νῦν δʼ ὅτε πέρ μοι ἔδωκε Κρόνου πάϊς ἀγκυλομήτεω</l><l n="294">κῦδος ἀρέσθʼ ἐπὶ νηυσί, θαλάσσῃ τʼ ἔλσαι Ἀχαιούς,</l><l n="295">νήπιε μηκέτι ταῦτα νοήματα φαῖνʼ ἐνὶ δήμῳ·</l><l n="296">οὐ γάρ τις Τρώων ἐπιπείσεται· οὐ γὰρ ἐάσω.</l><l n="297">ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.</l><l n="298">νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν ἐν τελέεσσι,</l><l n="299">καὶ φυλακῆς μνήσασθε, καὶ ἐγρήγορθε ἕκαστος·</l><l n="300">Τρώων δʼ ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει,</l><l n="301">συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι·</l><l n="302">τῶν τινὰ βέλτερόν ἐστιν ἐπαυρέμεν ἤ περ Ἀχαιούς.</l><l n="303">πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες</l><l n="304">νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.</l><l n="305">εἰ δʼ ἐτεὸν παρὰ ναῦφιν ἀνέστη δῖος Ἀχιλλεύς,</l><l n="306">ἄλγιον αἴ κʼ ἐθέλῃσι τῷ ἔσσεται· οὔ μιν ἔγωγε</l><l n="307">φεύξομαι ἐκ πολέμοιο δυσηχέος, ἀλλὰ μάλʼ ἄντην</l><l n="308">στήσομαι, ἤ κε φέρῃσι μέγα κράτος, ἦ κε φεροίμην.</l><l n="309">ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα.</l></q><l n="310"><milestone ed="P" unit="para"/>ὣς Ἕκτωρ ἀγόρευʼ, ἐπὶ δὲ Τρῶες κελάδησαν</l><l n="311">νήπιοι· ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Ἀθήνη.</l><l n="312">Ἕκτορι μὲν γὰρ ἐπῄνησαν κακὰ μητιόωντι,</l><l n="313">Πουλυδάμαντι δʼ ἄρʼ οὔ τις ὃς ἐσθλὴν φράζετο βουλήν.</l><l n="314">δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατόν· αὐτὰρ Ἀχαιοὶ</l><l n="315">παννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοῶντες.</l><l n="316">τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο</l><l n="317">χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου</l><l n="318">πυκνὰ μάλα στενάχων ὥς τε λὶς ἠϋγένειος,</l><l n="319">ᾧ ῥά θʼ ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνὴρ</l><l n="320">ὕλης ἐκ πυκινῆς· ὃ δέ τʼ ἄχνυται ὕστερος ἐλθών,</l><l n="321">πολλὰ δέ τʼ ἄγκεʼ ἐπῆλθε μετʼ ἀνέρος ἴχνιʼ ἐρευνῶν</l><l n="322">εἴ ποθεν ἐξεύροι· μάλα γὰρ δριμὺς χόλος αἱρεῖ·</l><l n="323">ὣς ὃ βαρὺ στενάχων μετεφώνεε Μυρμιδόνεσσιν·</l><milestone ed="p" n="324" unit="card"/><q><l n="324"><milestone ed="P" unit="para"/>ὢ πόποι ἦ ῥʼ ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ</l><l n="325">θαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισι·</l><l n="326">φῆν δέ οἱ εἰς Ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξειν</l><l n="327">Ἴλιον ἐκπέρσαντα, λαχόντα τε ληΐδος αἶσαν.</l><l n="328">ἀλλʼ οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ·</l><l n="329">ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι</l><l n="330">αὐτοῦ ἐνὶ Τροίῃ, ἐπεὶ οὐδʼ ἐμὲ νοστήσαντα</l><l n="331">δέξεται ἐν μεγάροισι γέρων ἱππηλάτα Πηλεὺς</l><l n="332">οὐδὲ Θέτις μήτηρ, ἀλλʼ αὐτοῦ γαῖα καθέξει.</l><l n="333">νῦν δʼ ἐπεὶ οὖν Πάτροκλε σεῦ ὕστερος εἶμʼ ὑπὸ γαῖαν,</l><l n="334">οὔ σε πρὶν κτεριῶ πρίν γʼ Ἕκτορος ἐνθάδʼ ἐνεῖκαι</l><l n="335">τεύχεα καὶ κεφαλὴν μεγαθύμου σοῖο φονῆος·</l><l n="336">δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσω</l><l n="337">Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.</l><l n="338">τόφρα δέ μοι παρὰ νηυσὶ κορωνίσι κείσεαι αὔτως,</l><l n="339">ἀμφὶ δὲ σὲ Τρῳαὶ καὶ Δαρδανίδες βαθύκολποι</l><l n="340">κλαύσονται νύκτάς τε καὶ ἤματα δάκρυ χέουσαι,</l><l n="341">τὰς αὐτοὶ καμόμεσθα βίηφί τε δουρί τε μακρῷ</l><l n="342">πιείρας πέρθοντε πόλεις μερόπων ἀνθρώπων.</l></q><l n="343"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἑτάροισιν ἐκέκλετο δῖος Ἀχιλλεὺς</l><l n="344">ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα τάχιστα</l><l n="345">Πάτροκλον λούσειαν ἄπο βρότον αἱματόεντα.</l><l n="346">οἳ δὲ λοετροχόον τρίποδʼ ἵστασαν ἐν πυρὶ κηλέῳ,</l><l n="347">ἐν δʼ ἄρʼ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλόντες.</l><l n="348">γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δʼ ὕδωρ·</l><l n="349">αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,</l><l n="350">καὶ τότε δὴ λοῦσάν τε καὶ ἤλειψαν λίπʼ ἐλαίῳ,</l><l n="351">ἐν δʼ ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο·</l><l n="352">ἐν λεχέεσσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν</l><l n="353">ἐς πόδας ἐκ κεφαλῆς, καθύπερθε δὲ φάρεϊ λευκῷ.</l><l n="354">παννύχιοι μὲν ἔπειτα πόδας ταχὺν ἀμφʼ Ἀχιλῆα</l><l n="355">Μυρμιδόνες Πάτροκλον ἀνεστενάχοντο γοῶντες·</l><l n="356">Ζεὺς δʼ Ἥρην προσέειπε κασιγνήτην ἄλοχόν τε·</l><q><l n="357">ἔπρηξας καὶ ἔπειτα βοῶπις πότνια Ἥρη</l><l n="358">ἀνστήσασʼ Ἀχιλῆα πόδας ταχύν· ἦ ῥά νυ σεῖο</l><l n="359">ἐξ αὐτῆς ἐγένοντο κάρη κομόωντες Ἀχαιοί.</l><milestone ed="p" n="360" unit="card"/></q><l n="360"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·</l><q><l n="361">αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.</l><l n="362">καὶ μὲν δή πού τις μέλλει βροτὸς ἀνδρὶ τελέσσαι,</l><l n="363">ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδε·</l><l n="364">πῶς δὴ ἔγωγʼ, ἥ φημι θεάων ἔμμεν ἀρίστη,</l><l n="365">ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις</l><l n="366">κέκλημαι, σὺ δὲ πᾶσι μετʼ ἀθανάτοισιν ἀνάσσεις,</l><l n="367">οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι;</l></q><l n="368"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·</l><l n="369">Ἡφαίστου δʼ ἵκανε δόμον Θέτις ἀργυρόπεζα</l><l n="370">ἄφθιτον ἀστερόεντα μεταπρεπέʼ ἀθανάτοισι</l><l n="371">χάλκεον, ὅν ῥʼ αὐτὸς ποιήσατο κυλλοποδίων.</l><l n="372">τὸν δʼ εὗρʼ ἱδρώοντα ἑλισσόμενον περὶ φύσας</l><l n="373">σπεύδοντα· τρίποδας γὰρ ἐείκοσι πάντας ἔτευχεν</l><l n="374">ἑστάμεναι περὶ τοῖχον ἐϋσταθέος μεγάροιο,</l><l n="375">χρύσεα δέ σφʼ ὑπὸ κύκλα ἑκάστῳ πυθμένι θῆκεν,</l><l n="376">ὄφρά οἱ αὐτόματοι θεῖον δυσαίατʼ ἀγῶνα</l><l n="377">ἠδʼ αὖτις πρὸς δῶμα νεοίατο θαῦμα ἰδέσθαι.</l><l n="378">οἳ δʼ ἤτοι τόσσον μὲν ἔχον τέλος, οὔατα δʼ οὔ πω</l><l n="379">δαιδάλεα προσέκειτο· τά ῥʼ ἤρτυε, κόπτε δὲ δεσμούς.</l><l n="380">ὄφρʼ ὅ γε ταῦτʼ ἐπονεῖτο ἰδυίῃσι πραπίδεσσι,</l><l n="381">τόφρά οἱ ἐγγύθεν ἦλθε θεὰ Θέτις ἀργυρόπεζα.</l><l n="382">τὴν δὲ ἴδε προμολοῦσα Χάρις λιπαροκρήδεμνος</l><l n="383">καλή, τὴν ὤπυιε περικλυτὸς ἀμφιγυήεις·</l><l n="384">ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="385">τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ</l><l n="386">αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις.</l><l n="387">ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.</l><milestone ed="p" n="388" unit="card"/></q><l n="388"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασα πρόσω ἄγε δῖα θεάων.</l><l n="389">τὴν μὲν ἔπειτα καθεῖσεν ἐπὶ θρόνου ἀργυροήλου</l><l n="390">καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·</l><l n="391">κέκλετο δʼ Ἥφαιστον κλυτοτέχνην εἶπέ τε μῦθον·</l><q><l n="392">Ἥφαιστε πρόμολʼ ὧδε· Θέτις νύ τι σεῖο χατίζει.</l></q><l n="393">τὴν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·</l><q><l n="394">ἦ ῥά νύ μοι δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον,</l><l n="395">ἥ μʼ ἐσάωσʼ ὅτε μʼ ἄλγος ἀφίκετο τῆλε πεσόντα</l><l n="396">μητρὸς ἐμῆς ἰότητι κυνώπιδος, ἥ μʼ ἐθέλησε</l><l n="397">κρύψαι χωλὸν ἐόντα· τότʼ ἂν πάθον ἄλγεα θυμῷ,</l><l n="398">εἰ μή μʼ Εὐρυνόμη τε Θέτις θʼ ὑπεδέξατο κόλπῳ</l><l n="399">Εὐρυνόμη θυγάτηρ ἀψορρόου Ὠκεανοῖο.</l><l n="400">τῇσι παρʼ εἰνάετες χάλκευον δαίδαλα πολλά,</l><l n="401">πόρπας τε γναμπτάς θʼ ἕλικας κάλυκάς τε καὶ ὅρμους</l><l n="402">ἐν σπῆϊ γλαφυρῷ· περὶ δὲ ῥόος Ὠκεανοῖο</l><l n="403">ἀφρῷ μορμύρων ῥέεν ἄσπετος· οὐδέ τις ἄλλος</l><l n="404">ᾔδεεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων,</l><l n="405">ἀλλὰ Θέτις τε καὶ Εὐρυνόμη ἴσαν, αἵ μʼ ἐσάωσαν.</l><l n="406">ἣ νῦν ἡμέτερον δόμον ἵκει· τώ με μάλα χρεὼ</l><l n="407">πάντα Θέτι καλλιπλοκάμῳ ζῳάγρια τίνειν.</l><l n="408">ἀλλὰ σὺ μὲν νῦν οἱ παράθες ξεινήϊα καλά,</l><l n="409">ὄφρʼ ἂν ἐγὼ φύσας ἀποθείομαι ὅπλά τε πάντα.</l></q><l n="410"><milestone ed="P" unit="para"/>ἦ, καὶ ἀπʼ ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη</l><l n="411">χωλεύων· ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.</l><l n="412">φύσας μέν ῥʼ ἀπάνευθε τίθει πυρός, ὅπλά τε πάντα</l><l n="413">λάρνακʼ ἐς ἀργυρέην συλλέξατο, τοῖς ἐπονεῖτο·</l><l n="414">σπόγγῳ δʼ ἀμφὶ πρόσωπα καὶ ἄμφω χεῖρʼ ἀπομόργνυ</l><l n="415">αὐχένα τε στιβαρὸν καὶ στήθεα λαχνήεντα,</l><l n="416">δῦ δὲ χιτῶνʼ, ἕλε δὲ σκῆπτρον παχύ, βῆ δὲ θύραζε</l><l n="417">χωλεύων· ὑπὸ δʼ ἀμφίπολοι ῥώοντο ἄνακτι</l><l n="418">χρύσειαι ζωῇσι νεήνισιν εἰοικυῖαι.</l><l n="419">τῇς ἐν μὲν νόος ἐστὶ μετὰ φρεσίν, ἐν δὲ καὶ αὐδὴ</l><l n="420">καὶ σθένος, ἀθανάτων δὲ θεῶν ἄπο ἔργα ἴσασιν.</l><l n="421">αἳ μὲν ὕπαιθα ἄνακτος ἐποίπνυον· αὐτὰρ ὃ ἔρρων</l><l n="422">πλησίον, ἔνθα Θέτις περ, ἐπὶ θρόνου ἷζε φαεινοῦ,</l><l n="423">ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="424">τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ</l><l n="425">αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις.</l><l n="426">αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,</l><l n="427">εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.</l><milestone ed="p" n="428" unit="card"/></q><l n="428"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα·</l><q><l n="429">Ἥφαιστʼ, ἦ ἄρα δή τις, ὅσαι θεαί εἰσʼ ἐν Ὀλύμπῳ,</l><l n="430">τοσσάδʼ ἐνὶ φρεσὶν ᾗσιν ἀνέσχετο κήδεα λυγρὰ</l><l n="431">ὅσσʼ ἐμοὶ ἐκ πασέων Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν;</l><l n="432">ἐκ μέν μʼ ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν</l><l n="433">Αἰακίδῃ Πηλῆϊ, καὶ ἔτλην ἀνέρος εὐνὴν</l><l n="434">πολλὰ μάλʼ οὐκ ἐθέλουσα. ὃ μὲν δὴ γήραϊ λυγρῷ</l><l n="435">κεῖται ἐνὶ μεγάροις ἀρημένος, ἄλλα δέ μοι νῦν·</l><l n="436">υἱὸν ἐπεί μοι δῶκε γενέσθαί τε τραφέμεν τε</l><l n="437">ἔξοχον ἡρώων· ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος·</l><l n="438">τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς</l><l n="439">νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω</l><l n="440">Τρωσὶ μαχησόμενον· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις</l><l n="441">οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.</l><l n="442">ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο</l><l n="443">ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.</l><l n="444">κούρην ἣν ἄρα οἱ γέρας ἔξελον υἷες Ἀχαιῶν,</l><l n="445">τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων.</l><l n="446">ἤτοι ὃ τῆς ἀχέων φρένας ἔφθιεν· αὐτὰρ Ἀχαιοὺς</l><l n="447">Τρῶες ἐπὶ πρύμνῃσιν ἐείλεον, οὐδὲ θύραζε</l><l n="448">εἴων ἐξιέναι· τὸν δὲ λίσσοντο γέροντες</l><l n="449">Ἀργείων, καὶ πολλὰ περικλυτὰ δῶρʼ ὀνόμαζον.</l><l n="450">ἔνθʼ αὐτὸς μὲν ἔπειτʼ ἠναίνετο λοιγὸν ἀμῦναι,</l><l n="451">αὐτὰρ ὃ Πάτροκλον περὶ μὲν τὰ ἃ τεύχεα ἕσσε,</l><l n="452">πέμπε δέ μιν πόλεμον δέ, πολὺν δʼ ἅμα λαὸν ὄπασσε.</l><l n="453">πᾶν δʼ ἦμαρ μάρναντο περὶ Σκαιῇσι πύλῃσι·</l><l n="454">καί νύ κεν αὐτῆμαρ πόλιν ἔπραθον, εἰ μὴ Ἀπόλλων</l><l n="455">πολλὰ κακὰ ῥέξαντα Μενοιτίου ἄλκιμον υἱὸν</l><l n="456">ἔκτανʼ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε.</l><l n="457">τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα</l><l n="458">υἱεῖ ἐμῷ ὠκυμόρῳ δόμεν ἀσπίδα καὶ τρυφάλειαν</l><l n="459">καὶ καλὰς κνημῖδας ἐπισφυρίοις ἀραρυίας</l><l n="460">καὶ θώρηχʼ· ὃ γὰρ ἦν οἱ ἀπώλεσε πιστὸς ἑταῖρος</l><l n="461">Τρωσὶ δαμείς· ὃ δὲ κεῖται ἐπὶ χθονὶ θυμὸν ἀχεύων.</l><milestone ed="p" n="462" unit="card"/></q><l n="462"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·</l><q><l n="463">θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.</l><l n="464">αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην</l><l n="465">νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι,</l><l n="466">ὥς οἱ τεύχεα καλὰ παρέσσεται, οἷά τις αὖτε</l><l n="467">ἀνθρώπων πολέων θαυμάσσεται, ὅς κεν ἴδηται.</l></q><l n="468"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν τὴν μὲν λίπεν αὐτοῦ, βῆ δʼ ἐπὶ φύσας·</l><l n="469">τὰς δʼ ἐς πῦρ ἔτρεψε κέλευσέ τε ἐργάζεσθαι.</l><l n="470">φῦσαι δʼ ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων</l></div></div></body></text></TEI>