<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="18"><l n="27">κεῖτο, φίλῃσι δὲ χερσὶ κόμην ᾔσχυνε δαΐζων.</l><l n="28">δμῳαὶ δʼ ἃς Ἀχιλεὺς ληΐσσατο Πάτροκλός τε</l><l n="29">θυμὸν ἀκηχέμεναι μεγάλʼ ἴαχον, ἐκ δὲ θύραζε</l><l n="30">ἔδραμον ἀμφʼ Ἀχιλῆα δαΐφρονα, χερσὶ δὲ πᾶσαι</l><l n="31">στήθεα πεπλήγοντο, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης.</l><l n="32">Ἀντίλοχος δʼ ἑτέρωθεν ὀδύρετο δάκρυα λείβων</l><l n="33">χεῖρας ἔχων Ἀχιλῆος· ὃ δʼ ἔστενε κυδάλιμον κῆρ·</l><l n="34">δείδιε γὰρ μὴ λαιμὸν ἀπαμήσειε σιδήρῳ.</l><l n="35">σμερδαλέον δʼ ᾤμωξεν· ἄκουσε δὲ πότνια μήτηρ</l><l n="36">ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι,</l><l n="37">κώκυσέν τʼ ἄρʼ ἔπειτα· θεαὶ δέ μιν ἀμφαγέροντο</l><l n="38">πᾶσαι ὅσαι κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.</l><l n="39">ἔνθʼ ἄρʼ ἔην Γλαύκη τε Θάλειά τε Κυμοδόκη τε</l><l n="40">Νησαίη Σπειώ τε Θόη θʼ Ἁλίη τε βοῶπις</l><l n="41">Κυμοθόη τε καὶ Ἀκταίη καὶ Λιμνώρεια</l><l n="42">καὶ Μελίτη καὶ Ἴαιρα καὶ Ἀμφιθόη καὶ Ἀγαυὴ</l><l n="43">Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε</l></div></div></body></text></TEI>