ἀλλὰ περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικῶν. ἀλλʼ ἴομεν προτὶ ἄστυ, πίθεσθέ μοι· ὧδε γὰρ ἔσται· νῦν μὲν νὺξ ἀπέπαυσε ποδώκεα Πηλεΐωνα ἀμβροσίη· εἰ δʼ ἄμμε κιχήσεται ἐνθάδʼ ἐόντας αὔριον ὁρμηθεὶς σὺν τεύχεσιν, εὖ νύ τις αὐτὸν γνώσεται· ἀσπασίως γὰρ ἀφίξεται Ἴλιον ἱρὴν ὅς κε φύγῃ, πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονται Τρώων· αἲ γὰρ δή μοι ἀπʼ οὔατος ὧδε γένοιτο. εἰ δʼ ἂν ἐμοῖς ἐπέεσσι πιθώμεθα κηδόμενοί περ, νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν, ἄστυ δὲ πύργοι ὑψηλαί τε πύλαι σανίδες τʼ ἐπὶ τῇς ἀραρυῖαι μακραὶ ἐΰξεστοι ἐζευγμέναι εἰρύσσονται· πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες στησόμεθʼ ἂμ πύργους· τῷ δʼ ἄλγιον, αἴ κʼ ἐθέλῃσιν ἐλθὼν ἐκ νηῶν περὶ τείχεος ἄμμι μάχεσθαι. ἂψ πάλιν εἶσʼ ἐπὶ νῆας, ἐπεί κʼ ἐριαύχενας ἵππους παντοίου δρόμου ἄσῃ ὑπὸ πτόλιν ἠλασκάζων· εἴσω δʼ οὔ μιν θυμὸς ἐφορμηθῆναι ἐάσει, οὐδέ ποτʼ ἐκπέρσει· πρίν μιν κύνες ἀργοὶ ἔδονται. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ· Πουλυδάμα σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις, ὃς κέλεαι κατὰ ἄστυ ἀλήμεναι αὖτις ἰόντας. ἦ οὔ πω κεκόρησθε ἐελμένοι ἔνδοθι πύργων; πρὶν μὲν γὰρ Πριάμοιο πόλιν μέροπες ἄνθρωποι πάντες μυθέσκοντο πολύχρυσον πολύχαλκον· νῦν δὲ δὴ ἐξαπόλωλε δόμων κειμήλια καλά, πολλὰ δὲ δὴ Φρυγίην καὶ Μῃονίην ἐρατεινὴν κτήματα περνάμενʼ ἵκει, ἐπεὶ μέγας ὠδύσατο Ζεύς. νῦν δʼ ὅτε πέρ μοι ἔδωκε Κρόνου πάϊς ἀγκυλομήτεω κῦδος ἀρέσθʼ ἐπὶ νηυσί, θαλάσσῃ τʼ ἔλσαι Ἀχαιούς, νήπιε μηκέτι ταῦτα νοήματα φαῖνʼ ἐνὶ δήμῳ· οὐ γάρ τις Τρώων ἐπιπείσεται· οὐ γὰρ ἐάσω. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες. νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν ἐν τελέεσσι,