ἀλλὰ περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικῶν. ἀλλʼ ἴομεν προτὶ ἄστυ, πίθεσθέ μοι· ὧδε γὰρ ἔσται· νῦν μὲν νὺξ ἀπέπαυσε ποδώκεα Πηλεΐωνα ἀμβροσίη· εἰ δʼ ἄμμε κιχήσεται ἐνθάδʼ ἐόντας αὔριον ὁρμηθεὶς σὺν τεύχεσιν, εὖ νύ τις αὐτὸν γνώσεται· ἀσπασίως γὰρ ἀφίξεται Ἴλιον ἱρὴν ὅς κε φύγῃ, πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονται Τρώων· αἲ γὰρ δή μοι ἀπʼ οὔατος ὧδε γένοιτο. εἰ δʼ ἂν ἐμοῖς ἐπέεσσι πιθώμεθα κηδόμενοί περ, νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν, ἄστυ δὲ πύργοι ὑψηλαί τε πύλαι σανίδες τʼ ἐπὶ τῇς ἀραρυῖαι μακραὶ ἐΰξεστοι ἐζευγμέναι εἰρύσσονται· πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες στησόμεθʼ ἂμ πύργους· τῷ δʼ ἄλγιον, αἴ κʼ ἐθέλῃσιν ἐλθὼν ἐκ νηῶν περὶ τείχεος ἄμμι μάχεσθαι. ἂψ πάλιν εἶσʼ ἐπὶ νῆας, ἐπεί κʼ ἐριαύχενας ἵππους παντοίου δρόμου ἄσῃ ὑπὸ πτόλιν ἠλασκάζων·