Ἕκτορι δʼ ἦεν ἑταῖρος, ἰῇ δʼ ἐν νυκτὶ γένοντο, ἀλλʼ ὃ μὲν ἂρ μύθοισιν, ὃ δʼ ἔγχεϊ πολλὸν ἐνίκα· ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· ἀμφὶ μάλα φράζεσθε φίλοι· κέλομαι γὰρ ἔγωγε ἄστυδε νῦν ἰέναι, μὴ μίμνειν ἠῶ δῖαν ἐν πεδίῳ παρὰ νηυσίν· ἑκὰς δʼ ἀπὸ τείχεός εἰμεν. ὄφρα μὲν οὗτος ἀνὴρ Ἀγαμέμνονι μήνιε δίῳ τόφρα δὲ ῥηΐτεροι πολεμίζειν ἦσαν Ἀχαιοί· χαίρεσκον γὰρ ἔγωγε θοῇς ἐπὶ νηυσὶν ἰαύων ἐλπόμενος νῆας αἱρησέμεν ἀμφιελίσσας. νῦν δʼ αἰνῶς δείδοικα ποδώκεα Πηλεΐωνα· οἷος κείνου θυμὸς ὑπέρβιος, οὐκ ἐθελήσει μίμνειν ἐν πεδίῳ, ὅθι περ Τρῶες καὶ Ἀχαιοὶ ἐν μέσῳ ἀμφότεροι μένος Ἄρηος δατέονται, ἀλλὰ περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικῶν. ἀλλʼ ἴομεν προτὶ ἄστυ, πίθεσθέ μοι· ὧδε γὰρ ἔσται· νῦν μὲν νὺξ ἀπέπαυσε ποδώκεα Πηλεΐωνα ἀμβροσίη· εἰ δʼ ἄμμε κιχήσεται ἐνθάδʼ ἐόντας αὔριον ὁρμηθεὶς σὺν τεύχεσιν, εὖ νύ τις αὐτὸν γνώσεται· ἀσπασίως γὰρ ἀφίξεται Ἴλιον ἱρὴν ὅς κε φύγῃ, πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονται Τρώων· αἲ γὰρ δή μοι ἀπʼ οὔατος ὧδε γένοιτο. εἰ δʼ ἂν ἐμοῖς ἐπέεσσι πιθώμεθα κηδόμενοί περ, νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν, ἄστυ δὲ πύργοι ὑψηλαί τε πύλαι σανίδες τʼ ἐπὶ τῇς ἀραρυῖαι μακραὶ ἐΰξεστοι ἐζευγμέναι εἰρύσσονται· πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες στησόμεθʼ ἂμ πύργους· τῷ δʼ ἄλγιον, αἴ κʼ ἐθέλῃσιν ἐλθὼν ἐκ νηῶν περὶ τείχεος ἄμμι μάχεσθαι. ἂψ πάλιν εἶσʼ ἐπὶ νῆας, ἐπεί κʼ ἐριαύχενας ἵππους παντοίου δρόμου ἄσῃ ὑπὸ πτόλιν ἠλασκάζων· εἴσω δʼ οὔ μιν θυμὸς ἐφορμηθῆναι ἐάσει, οὐδέ ποτʼ ἐκπέρσει· πρίν μιν κύνες ἀργοὶ ἔδονται. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ· Πουλυδάμα σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις, ὃς κέλεαι κατὰ ἄστυ ἀλήμεναι αὖτις ἰόντας. ἦ οὔ πω κεκόρησθε ἐελμένοι ἔνδοθι πύργων; πρὶν μὲν γὰρ Πριάμοιο πόλιν μέροπες ἄνθρωποι πάντες μυθέσκοντο πολύχρυσον πολύχαλκον· νῦν δὲ δὴ ἐξαπόλωλε δόμων κειμήλια καλά, πολλὰ δὲ δὴ Φρυγίην καὶ Μῃονίην ἐρατεινὴν κτήματα περνάμενʼ ἵκει, ἐπεὶ μέγας ὠδύσατο Ζεύς. νῦν δʼ ὅτε πέρ μοι ἔδωκε Κρόνου πάϊς ἀγκυλομήτεω κῦδος ἀρέσθʼ ἐπὶ νηυσί, θαλάσσῃ τʼ ἔλσαι Ἀχαιούς, νήπιε μηκέτι ταῦτα νοήματα φαῖνʼ ἐνὶ δήμῳ· οὐ γάρ τις Τρώων ἐπιπείσεται· οὐ γὰρ ἐάσω. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες. νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν ἐν τελέεσσι, καὶ φυλακῆς μνήσασθε, καὶ ἐγρήγορθε ἕκαστος· Τρώων δʼ ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει, συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι· τῶν τινὰ βέλτερόν ἐστιν ἐπαυρέμεν ἤ περ Ἀχαιούς. πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα. εἰ δʼ ἐτεὸν παρὰ ναῦφιν ἀνέστη δῖος Ἀχιλλεύς, ἄλγιον αἴ κʼ ἐθέλῃσι τῷ ἔσσεται· οὔ μιν ἔγωγε φεύξομαι ἐκ πολέμοιο δυσηχέος, ἀλλὰ μάλʼ ἄντην στήσομαι, ἤ κε φέρῃσι μέγα κράτος, ἦ κε φεροίμην. ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα. ὣς Ἕκτωρ ἀγόρευʼ, ἐπὶ δὲ Τρῶες κελάδησαν νήπιοι· ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Ἀθήνη. Ἕκτορι μὲν γὰρ ἐπῄνησαν κακὰ μητιόωντι, Πουλυδάμαντι δʼ ἄρʼ οὔ τις ὃς ἐσθλὴν φράζετο βουλήν. δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατόν· αὐτὰρ Ἀχαιοὶ παννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοῶντες. τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου πυκνὰ μάλα στενάχων ὥς τε λὶς ἠϋγένειος, ᾧ ῥά θʼ ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνὴρ ὕλης ἐκ πυκινῆς· ὃ δέ τʼ ἄχνυται ὕστερος ἐλθών, πολλὰ δέ τʼ ἄγκεʼ ἐπῆλθε μετʼ ἀνέρος ἴχνιʼ ἐρευνῶν εἴ ποθεν ἐξεύροι· μάλα γὰρ δριμὺς χόλος αἱρεῖ· ὣς ὃ βαρὺ στενάχων μετεφώνεε Μυρμιδόνεσσιν· ὢ πόποι ἦ ῥʼ ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ θαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισι· φῆν δέ οἱ εἰς Ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξειν Ἴλιον ἐκπέρσαντα, λαχόντα τε ληΐδος αἶσαν. ἀλλʼ οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ· ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι αὐτοῦ ἐνὶ Τροίῃ, ἐπεὶ οὐδʼ ἐμὲ νοστήσαντα δέξεται ἐν μεγάροισι γέρων ἱππηλάτα Πηλεὺς οὐδὲ Θέτις μήτηρ, ἀλλʼ αὐτοῦ γαῖα καθέξει. νῦν δʼ ἐπεὶ οὖν Πάτροκλε σεῦ ὕστερος εἶμʼ ὑπὸ γαῖαν, οὔ σε πρὶν κτεριῶ πρίν γʼ Ἕκτορος ἐνθάδʼ ἐνεῖκαι τεύχεα καὶ κεφαλὴν μεγαθύμου σοῖο φονῆος· δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσω Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς. τόφρα δέ μοι παρὰ νηυσὶ κορωνίσι κείσεαι αὔτως, ἀμφὶ δὲ σὲ Τρῳαὶ καὶ Δαρδανίδες βαθύκολποι κλαύσονται νύκτάς τε καὶ ἤματα δάκρυ χέουσαι,