<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="18"><l n="248">ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς.</l><l n="249">τοῖσι δὲ Πουλυδάμας πεπνυμένος ἦρχʼ ἀγορεύειν</l><l n="250">Πανθοΐδης· ὃ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·</l><l n="251">Ἕκτορι δʼ ἦεν ἑταῖρος, ἰῇ δʼ ἐν νυκτὶ γένοντο,</l><l n="252">ἀλλʼ ὃ μὲν ἂρ μύθοισιν, ὃ δʼ ἔγχεϊ πολλὸν ἐνίκα·</l><l n="253">ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q><l n="254">ἀμφὶ μάλα φράζεσθε φίλοι· κέλομαι γὰρ ἔγωγε</l><l n="255">ἄστυδε νῦν ἰέναι, μὴ μίμνειν ἠῶ δῖαν</l><l n="256">ἐν πεδίῳ παρὰ νηυσίν· ἑκὰς δʼ ἀπὸ τείχεός εἰμεν.</l><l n="257">ὄφρα μὲν οὗτος ἀνὴρ Ἀγαμέμνονι μήνιε δίῳ</l><l n="258">τόφρα δὲ ῥηΐτεροι πολεμίζειν ἦσαν Ἀχαιοί·</l><l n="259">χαίρεσκον γὰρ ἔγωγε θοῇς ἐπὶ νηυσὶν ἰαύων</l><l n="260">ἐλπόμενος νῆας αἱρησέμεν ἀμφιελίσσας.</l><l n="261">νῦν δʼ αἰνῶς δείδοικα ποδώκεα Πηλεΐωνα·</l><l n="262">οἷος κείνου θυμὸς ὑπέρβιος, οὐκ ἐθελήσει</l><l n="263">μίμνειν ἐν πεδίῳ, ὅθι περ Τρῶες καὶ Ἀχαιοὶ</l><l n="264">ἐν μέσῳ ἀμφότεροι μένος Ἄρηος δατέονται,</l></q></div></div></body></text></TEI>