ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς. τοῖσι δὲ Πουλυδάμας πεπνυμένος ἦρχʼ ἀγορεύειν Πανθοΐδης· ὃ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω· Ἕκτορι δʼ ἦεν ἑταῖρος, ἰῇ δʼ ἐν νυκτὶ γένοντο, ἀλλʼ ὃ μὲν ἂρ μύθοισιν, ὃ δʼ ἔγχεϊ πολλὸν ἐνίκα· ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· ἀμφὶ μάλα φράζεσθε φίλοι· κέλομαι γὰρ ἔγωγε ἄστυδε νῦν ἰέναι, μὴ μίμνειν ἠῶ δῖαν ἐν πεδίῳ παρὰ νηυσίν· ἑκὰς δʼ ἀπὸ τείχεός εἰμεν. ὄφρα μὲν οὗτος ἀνὴρ Ἀγαμέμνονι μήνιε δίῳ τόφρα δὲ ῥηΐτεροι πολεμίζειν ἦσαν Ἀχαιοί· χαίρεσκον γὰρ ἔγωγε θοῇς ἐπὶ νηυσὶν ἰαύων ἐλπόμενος νῆας αἱρησέμεν ἀμφιελίσσας. νῦν δʼ αἰνῶς δείδοικα ποδώκεα Πηλεΐωνα· οἷος κείνου θυμὸς ὑπέρβιος, οὐκ ἐθελήσει μίμνειν ἐν πεδίῳ, ὅθι περ Τρῶες καὶ Ἀχαιοὶ ἐν μέσῳ ἀμφότεροι μένος Ἄρηος δατέονται,