<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="18"><l n="24">χεύατο κὰκ κεφαλῆς, χαρίεν δʼ ᾔσχυνε πρόσωπον·</l><l n="25">νεκταρέῳ δὲ χιτῶνι μέλαινʼ ἀμφίζανε τέφρη.</l><l n="26">αὐτὸς δʼ ἐν κονίῃσι μέγας μεγαλωστὶ τανυσθεὶς</l><l n="27">κεῖτο, φίλῃσι δὲ χερσὶ κόμην ᾔσχυνε δαΐζων.</l><l n="28">δμῳαὶ δʼ ἃς Ἀχιλεὺς ληΐσσατο Πάτροκλός τε</l><l n="29">θυμὸν ἀκηχέμεναι μεγάλʼ ἴαχον, ἐκ δὲ θύραζε</l><l n="30">ἔδραμον ἀμφʼ Ἀχιλῆα δαΐφρονα, χερσὶ δὲ πᾶσαι</l><l n="31">στήθεα πεπλήγοντο, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης.</l><l n="32">Ἀντίλοχος δʼ ἑτέρωθεν ὀδύρετο δάκρυα λείβων</l><l n="33">χεῖρας ἔχων Ἀχιλῆος· ὃ δʼ ἔστενε κυδάλιμον κῆρ·</l><l n="34">δείδιε γὰρ μὴ λαιμὸν ἀπαμήσειε σιδήρῳ.</l><l n="35">σμερδαλέον δʼ ᾤμωξεν· ἄκουσε δὲ πότνια μήτηρ</l><l n="36">ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι,</l><l n="37">κώκυσέν τʼ ἄρʼ ἔπειτα· θεαὶ δέ μιν ἀμφαγέροντο</l><l n="38">πᾶσαι ὅσαι κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.</l><l n="39">ἔνθʼ ἄρʼ ἔην Γλαύκη τε Θάλειά τε Κυμοδόκη τε</l><l n="40">Νησαίη Σπειώ τε Θόη θʼ Ἁλίη τε βοῶπις</l><l n="41">Κυμοθόη τε καὶ Ἀκταίη καὶ Λιμνώρεια</l><l n="42">καὶ Μελίτη καὶ Ἴαιρα καὶ Ἀμφιθόη καὶ Ἀγαυὴ</l><l n="43">Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε</l><l n="44">Δεξαμένη τε καὶ Ἀμφινόμη καὶ Καλλιάνειρα</l><l n="45">Δωρὶς καὶ Πανόπη καὶ ἀγακλειτὴ Γαλάτεια</l><l n="46">Νημερτής τε καὶ Ἀψευδὴς καὶ Καλλιάνασσα·</l><l n="47">ἔνθα δʼ ἔην Κλυμένη Ἰάνειρά τε καὶ Ἰάνασσα</l><l n="48">Μαῖρα καὶ Ὠρείθυια ἐϋπλόκαμός τʼ Ἀμάθεια</l><l n="49">ἄλλαι θʼ αἳ κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.</l><l n="50">τῶν δὲ καὶ ἀργύφεον πλῆτο σπέος· αἳ δʼ ἅμα πᾶσαι</l><l n="51">στήθεα πεπλήγοντο, Θέτις δʼ ἐξῆρχε γόοιο·</l><q><l n="52">κλῦτε κασίγνηται Νηρηΐδες, ὄφρʼ ἐῢ πᾶσαι</l><l n="53">εἴδετʼ ἀκούουσαι ὅσʼ ἐμῷ ἔνι κήδεα θυμῷ.</l><l n="54">ὤ μοι ἐγὼ δειλή, ὤ μοι δυσαριστοτόκεια,</l><l n="55">ἥ τʼ ἐπεὶ ἂρ τέκον υἱὸν ἀμύμονά τε κρατερόν τε</l><l n="56">ἔξοχον ἡρώων· ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος·</l><l n="57">τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς</l><l n="58">νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω</l><l n="59">Τρωσὶ μαχησόμενον· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις</l><l n="60">οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.</l><l n="61">ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο</l><l n="62">ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.</l><l n="63">ἀλλʼ εἶμʼ, ὄφρα ἴδωμι φίλον τέκος, ἠδʼ ἐπακούσω</l><l n="64">ὅττί μιν ἵκετο πένθος ἀπὸ πτολέμοιο μένοντα.</l></q><milestone ed="p" n="65" unit="card"/><l n="65"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασα λίπε σπέος· αἳ δὲ σὺν αὐτῇ</l><l n="66">δακρυόεσσαι ἴσαν, περὶ δέ σφισι κῦμα θαλάσσης</l><l n="67">ῥήγνυτο· ταὶ δʼ ὅτε δὴ Τροίην ἐρίβωλον ἵκοντο</l><l n="68">ἀκτὴν εἰσανέβαινον ἐπισχερώ, ἔνθα θαμειαὶ</l><l n="69">Μυρμιδόνων εἴρυντο νέες ταχὺν ἀμφʼ Ἀχιλῆα.</l><l n="70">τῷ δὲ βαρὺ στενάχοντι παρίστατο πότνια μήτηρ,</l><l n="71">ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο,</l><l n="72">καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="73">τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;</l><l n="74">ἐξαύδα, μὴ κεῦθε· τὰ μὲν δή τοι τετέλεσται</l><l n="75">ἐκ Διός, ὡς ἄρα δὴ πρίν γʼ εὔχεο χεῖρας ἀνασχὼν</l><l n="76">πάντας ἐπὶ πρύμνῃσιν ἀλήμεναι υἷας Ἀχαιῶν</l><l n="77">σεῦ ἐπιδευομένους, παθέειν τʼ ἀεκήλια ἔργα.</l></q><l n="78"><milestone ed="P" unit="para"/>τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="79">μῆτερ ἐμή, τὰ μὲν ἄρ μοι Ὀλύμπιος ἐξετέλεσσεν·</l><l n="80">ἀλλὰ τί μοι τῶν ἦδος ἐπεὶ φίλος ὤλεθʼ ἑταῖρος</l><l n="81">Πάτροκλος, τὸν ἐγὼ περὶ πάντων τῖον ἑταίρων</l><l n="82">ἶσον ἐμῇ κεφαλῇ; τὸν ἀπώλεσα, τεύχεα δʼ Ἕκτωρ</l><l n="83">δῃώσας ἀπέδυσε πελώρια θαῦμα ἰδέσθαι</l><l n="84">καλά· τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα</l><l n="85">ἤματι τῷ ὅτε σε βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ.</l><l n="86">αἴθʼ ὄφελες σὺ μὲν αὖθι μετʼ ἀθανάτῃς ἁλίῃσι</l><l n="87">ναίειν, Πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν.</l><l n="88">νῦν δʼ ἵνα καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴη</l><l n="89">παιδὸς ἀποφθιμένοιο, τὸν οὐχ ὑποδέξεαι αὖτις</l><l n="90">οἴκαδε νοστήσαντʼ, ἐπεὶ οὐδʼ ἐμὲ θυμὸς ἄνωγε</l><l n="91">ζώειν οὐδʼ ἄνδρεσσι μετέμμεναι, αἴ κε μὴ Ἕκτωρ</l><l n="92">πρῶτος ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃ,</l><l n="93">Πατρόκλοιο δʼ ἕλωρα Μενοιτιάδεω ἀποτίσῃ.</l></q><l n="94"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε Θέτις κατὰ δάκρυ χέουσα·</l><q><l n="95">ὠκύμορος δή μοι τέκος ἔσσεαι, οἷʼ ἀγορεύεις·</l><l n="96">αὐτίκα γάρ τοι ἔπειτα μεθʼ Ἕκτορα πότμος ἑτοῖμος.</l></q><milestone ed="p" n="97" unit="card"/><l n="97"><milestone ed="P" unit="para"/>τὴν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="98">αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἑταίρῳ</l><l n="99">κτεινομένῳ ἐπαμῦναι· ὃ μὲν μάλα τηλόθι πάτρης</l><l n="100">ἔφθιτʼ, ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι.</l><l n="101">νῦν δʼ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν,</l><l n="102">οὐδέ τι Πατρόκλῳ γενόμην φάος οὐδʼ ἑτάροισι</l><l n="103">τοῖς ἄλλοις, οἳ δὴ πολέες δάμεν Ἕκτορι δίῳ,</l><l n="104">ἀλλʼ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης,</l><l n="105">τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων</l><l n="106">ἐν πολέμῳ· ἀγορῇ δέ τʼ ἀμείνονές εἰσι καὶ ἄλλοι.</l><l n="107">ὡς ἔρις ἔκ τε θεῶν ἔκ τʼ ἀνθρώπων ἀπόλοιτο</l><l n="108">καὶ χόλος, ὅς τʼ ἐφέηκε πολύφρονά περ χαλεπῆναι,</l><l n="109">ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο</l><l n="110">ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός·</l><l n="111">ὡς ἐμὲ νῦν ἐχόλωσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.</l><l n="112">ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ,</l><l n="113">θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·</l><l n="114">νῦν δʼ εἶμʼ ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω</l><l n="115">Ἕκτορα· κῆρα δʼ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ</l><l n="116">Ζεὺς ἐθέλῃ τελέσαι ἠδʼ ἀθάνατοι θεοὶ ἄλλοι.</l><l n="117">οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα,</l><l n="118">ὅς περ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι·</l><l n="119">ἀλλά ἑ μοῖρα δάμασσε καὶ ἀργαλέος χόλος Ἥρης.</l><l n="120">ὣς καὶ ἐγών, εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται,</l><l n="121">κείσομʼ ἐπεί κε θάνω· νῦν δὲ κλέος ἐσθλὸν ἀροίμην,</l><l n="122">καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπων</l><l n="123">ἀμφοτέρῃσιν χερσὶ παρειάων ἁπαλάων</l><l n="124">δάκρυʼ ὀμορξαμένην ἁδινὸν στοναχῆσαι ἐφείην,</l><l n="125">γνοῖεν δʼ ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι·</l><l n="126">μὴ δέ μʼ ἔρυκε μάχης φιλέουσά περ· οὐδέ με πείσεις.</l><milestone ed="p" n="127" unit="card"/></q><l n="127"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·</l><q><l n="128">ναὶ δὴ ταῦτά γε τέκνον ἐτήτυμον οὐ κακόν ἐστι</l><l n="129">τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον.</l><l n="130">ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται</l><l n="131">χάλκεα μαρμαίροντα· τὰ μὲν κορυθαίολος Ἕκτωρ</l><l n="132">αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται· οὐδέ ἕ φημι</l><l n="133">δηρὸν ἐπαγλαϊεῖσθαι, ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ.</l><l n="134">ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον Ἄρηος</l><l n="135">πρίν γʼ ἐμὲ δεῦρʼ ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδηαι·</l><l n="136">ἠῶθεν γὰρ νεῦμαι ἅμʼ ἠελίῳ ἀνιόντι</l><l n="137">τεύχεα καλὰ φέρουσα παρʼ Ἡφαίστοιο ἄνακτος.</l></q><l n="138"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασα πάλιν τράπεθʼ υἷος ἑοῖο,</l><l n="139">καὶ στρεφθεῖσʼ ἁλίῃσι κασιγνήτῃσι μετηύδα·</l><q><l n="140">ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον</l><l n="141">ὀψόμεναί τε γέρονθʼ ἅλιον καὶ δώματα πατρός,</l><l n="142">καί οἱ πάντʼ ἀγορεύσατʼ· ἐγὼ δʼ ἐς μακρὸν Ὄλυμπον</l><l n="143">εἶμι παρʼ Ἥφαιστον κλυτοτέχνην, αἴ κʼ ἐθέλῃσιν</l><l n="144">υἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα.</l></q><l n="145"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, αἳ δʼ ὑπὸ κῦμα θαλάσσης αὐτίκʼ ἔδυσαν·</l><l n="146">ἣ δʼ αὖτʼ Οὔλυμπον δὲ θεὰ Θέτις ἀργυρόπεζα</l><l n="147">ἤϊεν ὄφρα φίλῳ παιδὶ κλυτὰ τεύχεʼ ἐνείκαι.</l><milestone ed="p" n="148" unit="card"/><l n="148"><milestone ed="P" unit="para"/>τὴν μὲν ἄρʼ Οὔλυμπον δὲ πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ</l><l n="149">θεσπεσίῳ ἀλαλητῷ ὑφʼ Ἕκτορος ἀνδροφόνοιο</l><l n="150">φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο.</l><l n="151">οὐδέ κε Πάτροκλόν περ ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="152">ἐκ βελέων ἐρύσαντο νέκυν θεράποντʼ Ἀχιλῆος·</l><l n="153">αὖτις γὰρ δὴ τόν γε κίχον λαός τε καὶ ἵπποι</l><l n="154">Ἕκτωρ τε Πριάμοιο πάϊς φλογὶ εἴκελος ἀλκήν.</l><l n="155">τρὶς μέν μιν μετόπισθε ποδῶν λάβε φαίδιμος Ἕκτωρ</l><l n="156">ἑλκέμεναι μεμαώς, μέγα δὲ Τρώεσσιν ὁμόκλα·</l><l n="157">τρὶς δὲ δύʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκὴν</l><l n="158">νεκροῦ ἀπεστυφέλιξαν· ὃ δʼ ἔμπεδον ἀλκὶ πεποιθὼς</l><l n="159">ἄλλοτʼ ἐπαΐξασκε κατὰ μόθον, ἄλλοτε δʼ αὖτε</l><l n="160">στάσκε μέγα ἰάχων· ὀπίσω δʼ οὐ χάζετο πάμπαν.</l><l n="161">ὡς δʼ ἀπὸ σώματος οὔ τι λέοντʼ αἴθωνα δύνανται</l><l n="162">ποιμένες ἄγραυλοι μέγα πεινάοντα δίεσθαι,</l><l n="163">ὥς ῥα τὸν οὐκ ἐδύναντο δύω Αἴαντε κορυστὰ</l><l n="164">Ἕκτορα Πριαμίδην ἀπὸ νεκροῦ δειδίξασθαι.</l><l n="165">καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,</l><l n="166">εἰ μὴ Πηλεΐωνι ποδήνεμος ὠκέα Ἶρις</l><l n="167">ἄγγελος ἦλθε θέουσʼ ἀπʼ Ὀλύμπου θωρήσσεσθαι</l><l n="168">κρύβδα Διὸς ἄλλων τε θεῶν· πρὸ γὰρ ἧκέ μιν Ἥρη.</l><l n="169">ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="170">ὄρσεο Πηλεΐδη, πάντων ἐκπαγλότατʼ ἀνδρῶν·</l><l n="171">Πατρόκλῳ ἐπάμυνον, οὗ εἵνεκα φύλοπις αἰνὴ</l><l n="172">ἕστηκε πρὸ νεῶν· οἳ δʼ ἀλλήλους ὀλέκουσιν</l><l n="173">οἳ μὲν ἀμυνόμενοι νέκυος πέρι τεθνηῶτος,</l><l n="174">οἳ δὲ ἐρύσσασθαι ποτὶ Ἴλιον ἠνεμόεσσαν</l><l n="175">Τρῶες ἐπιθύουσι· μάλιστα δὲ φαίδιμος Ἕκτωρ</l><l n="176">ἑλκέμεναι μέμονεν· κεφαλὴν δέ ἑ θυμὸς ἄνωγε</l><l n="177">πῆξαι ἀνὰ σκολόπεσσι ταμόνθʼ ἁπαλῆς ἀπὸ δειρῆς.</l><l n="178">ἀλλʼ ἄνα μηδʼ ἔτι κεῖσο· σέβας δέ σε θυμὸν ἱκέσθω</l><l n="179">Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι·</l><l n="180">σοὶ λώβη, αἴ κέν τι νέκυς ᾐσχυμμένος ἔλθῃ.</l><milestone ed="p" n="181" unit="card"/></q><l n="181"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς·</l><q><l n="182">Ἶρι θεὰ τίς γάρ σε θεῶν ἐμοὶ ἄγγελον ἧκε;</l></q><l n="183"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις·</l><q><l n="184">Ἥρη με προέηκε Διὸς κυδρὴ παράκοιτις·</l><l n="185">οὐδʼ οἶδε Κρονίδης ὑψίζυγος οὐδέ τις ἄλλος</l><l n="186">ἀθανάτων, οἳ Ὄλυμπον ἀγάννιφον ἀμφινέμονται.</l></q><l n="187"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="188">πῶς τὰρ ἴω μετὰ μῶλον; ἔχουσι δὲ τεύχεʼ ἐκεῖνοι·</l><l n="189">μήτηρ δʼ οὔ με φίλη πρίν γʼ εἴα θωρήσσεσθαι</l><l n="190">πρίν γʼ αὐτὴν ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι·</l><l n="191">στεῦτο γὰρ Ἡφαίστοιο πάρʼ οἰσέμεν ἔντεα καλά.</l><l n="192">ἄλλου δʼ οὔ τευ οἶδα τεῦ ἂν κλυτὰ τεύχεα δύω,</l><l n="193">εἰ μὴ Αἴαντός γε σάκος Τελαμωνιάδαο.</l><l n="194">ἀλλὰ καὶ αὐτὸς ὅ γʼ ἔλπομʼ ἐνὶ πρώτοισιν ὁμιλεῖ</l><l n="195">ἔγχεϊ δηϊόων περὶ Πατρόκλοιο θανόντος.</l></q><l n="196"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις·</l><q><l n="197">εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι κλυτὰ τεύχεʼ ἔχονται·</l><l n="198">ἀλλʼ αὔτως ἐπὶ τάφρον ἰὼν Τρώεσσι φάνηθι,</l><l n="199">αἴ κέ σʼ ὑποδείσαντες ἀπόσχωνται πολέμοιο</l><l n="200">Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν</l><l n="201">τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.</l></q><l n="202"><milestone ed="P" unit="para"/>ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,</l><l n="203">αὐτὰρ Ἀχιλλεὺς ὦρτο Διῒ φίλος· ἀμφὶ δʼ Ἀθήνη</l><l n="204">ὤμοις ἰφθίμοισι βάλʼ αἰγίδα θυσσανόεσσαν,</l><l n="205">ἀμφὶ δέ οἱ κεφαλῇ νέφος ἔστεφε δῖα θεάων</l><l n="206">χρύσεον, ἐκ δʼ αὐτοῦ δαῖε φλόγα παμφανόωσαν.</l><l n="207">ὡς δʼ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρʼ ἵκηται</l><l n="208">τηλόθεν ἐκ νήσου, τὴν δήϊοι ἀμφιμάχωνται,</l><l n="209">οἵ τε πανημέριοι στυγερῷ κρίνονται Ἄρηϊ</l><l n="210">ἄστεος ἐκ σφετέρου· ἅμα δʼ ἠελίῳ καταδύντι</l><l n="211">πυρσοί τε φλεγέθουσιν ἐπήτριμοι, ὑψόσε δʼ αὐγὴ</l><l n="212">γίγνεται ἀΐσσουσα περικτιόνεσσιν ἰδέσθαι,</l><l n="213">αἴ κέν πως σὺν νηυσὶν ἄρεω ἀλκτῆρες ἵκωνται·</l><l n="214">ὣς ἀπʼ Ἀχιλλῆος κεφαλῆς σέλας αἰθέρʼ ἵκανε·</l><l n="215">στῆ δʼ ἐπὶ τάφρον ἰὼν ἀπὸ τείχεος, οὐδʼ ἐς Ἀχαιοὺς</l><l n="216">μίσγετο· μητρὸς γὰρ πυκινὴν ὠπίζετʼ ἐφετμήν.</l><l n="217">ἔνθα στὰς ἤϋσʼ, ἀπάτερθε δὲ Παλλὰς Ἀθήνη</l><l n="218">φθέγξατʼ· ἀτὰρ Τρώεσσιν ἐν ἄσπετον ὦρσε κυδοιμόν.</l><milestone ed="p" n="219" unit="card"/><l n="219">ὡς δʼ ὅτʼ ἀριζήλη φωνή, ὅτε τʼ ἴαχε σάλπιγξ</l><l n="220">ἄστυ περιπλομένων δηΐων ὕπο θυμοραϊστέων,</l><l n="221">ὣς τότʼ ἀριζήλη φωνὴ γένετʼ Αἰακίδαο.</l><l n="222">οἳ δʼ ὡς οὖν ἄϊον ὄπα χάλκεον Αἰακίδαο,</l><l n="223">πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ καλλίτριχες ἵπποι</l><l n="224">ἂψ ὄχεα τρόπεον· ὄσσοντο γὰρ ἄλγεα θυμῷ.</l><l n="225">ἡνίοχοι δʼ ἔκπληγεν, ἐπεὶ ἴδον ἀκάματον πῦρ</l><l n="226">δεινὸν ὑπὲρ κεφαλῆς μεγαθύμου Πηλεΐωνος</l><l n="227">δαιόμενον· τὸ δὲ δαῖε θεὰ γλαυκῶπις Ἀθήνη.</l><l n="228">τρὶς μὲν ὑπὲρ τάφρου μεγάλʼ ἴαχε δῖος Ἀχιλλεύς,</l><l n="229">τρὶς δὲ κυκήθησαν Τρῶες κλειτοί τʼ ἐπίκουροι.</l><l n="230">ἔνθα δὲ καὶ τότʼ ὄλοντο δυώδεκα φῶτες ἄριστοι</l><l n="231">ἀμφὶ σφοῖς ὀχέεσσι καὶ ἔγχεσιν. αὐτὰρ Ἀχαιοὶ</l><l n="232">ἀσπασίως Πάτροκλον ὑπʼ ἐκ βελέων ἐρύσαντες</l><l n="233">κάτθεσαν ἐν λεχέεσσι· φίλοι δʼ ἀμφέσταν ἑταῖροι</l><l n="234">μυρόμενοι· μετὰ δέ σφι ποδώκης εἵπετʼ Ἀχιλλεὺς</l><l n="235">δάκρυα θερμὰ χέων, ἐπεὶ εἴσιδε πιστὸν ἑταῖρον</l><l n="236">κείμενον ἐν φέρτρῳ δεδαϊγμένον ὀξέϊ χαλκῷ,</l><l n="237">τόν ῥʼ ἤτοι μὲν ἔπεμπε σὺν ἵπποισιν καὶ ὄχεσφιν</l><l n="238">ἐς πόλεμον, οὐδʼ αὖτις ἐδέξατο νοστήσαντα.</l><l n="239"><milestone ed="P" unit="para"/>Ἠέλιον δʼ ἀκάμαντα βοῶπις πότνια Ἥρη</l><l n="240">πέμψεν ἐπʼ Ὠκεανοῖο ῥοὰς ἀέκοντα νέεσθαι·</l><l n="241">ἠέλιος μὲν ἔδυ, παύσαντο δὲ δῖοι Ἀχαιοὶ</l><l n="242">φυλόπιδος κρατερῆς καὶ ὁμοιΐου πολέμοιο.</l><milestone ed="p" n="243" unit="card"/><l n="243"><milestone ed="P" unit="para"/>Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἀπὸ κρατερῆς ὑσμίνης</l><l n="244">χωρήσαντες ἔλυσαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,</l><l n="245">ἐς δʼ ἀγορὴν ἀγέροντο πάρος δόρποιο μέδεσθαι.</l><l n="246">ὀρθῶν δʼ ἑσταότων ἀγορὴ γένετʼ, οὐδέ τις ἔτλη</l><l n="247">ἕζεσθαι· πάντας γὰρ ἔχε τρόμος, οὕνεκʼ Ἀχιλλεὺς</l><l n="248">ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς.</l><l n="249">τοῖσι δὲ Πουλυδάμας πεπνυμένος ἦρχʼ ἀγορεύειν</l><l n="250">Πανθοΐδης· ὃ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·</l><l n="251">Ἕκτορι δʼ ἦεν ἑταῖρος, ἰῇ δʼ ἐν νυκτὶ γένοντο,</l><l n="252">ἀλλʼ ὃ μὲν ἂρ μύθοισιν, ὃ δʼ ἔγχεϊ πολλὸν ἐνίκα·</l><l n="253">ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q><l n="254">ἀμφὶ μάλα φράζεσθε φίλοι· κέλομαι γὰρ ἔγωγε</l><l n="255">ἄστυδε νῦν ἰέναι, μὴ μίμνειν ἠῶ δῖαν</l><l n="256">ἐν πεδίῳ παρὰ νηυσίν· ἑκὰς δʼ ἀπὸ τείχεός εἰμεν.</l><l n="257">ὄφρα μὲν οὗτος ἀνὴρ Ἀγαμέμνονι μήνιε δίῳ</l><l n="258">τόφρα δὲ ῥηΐτεροι πολεμίζειν ἦσαν Ἀχαιοί·</l><l n="259">χαίρεσκον γὰρ ἔγωγε θοῇς ἐπὶ νηυσὶν ἰαύων</l><l n="260">ἐλπόμενος νῆας αἱρησέμεν ἀμφιελίσσας.</l><l n="261">νῦν δʼ αἰνῶς δείδοικα ποδώκεα Πηλεΐωνα·</l><l n="262">οἷος κείνου θυμὸς ὑπέρβιος, οὐκ ἐθελήσει</l><l n="263">μίμνειν ἐν πεδίῳ, ὅθι περ Τρῶες καὶ Ἀχαιοὶ</l><l n="264">ἐν μέσῳ ἀμφότεροι μένος Ἄρηος δατέονται,</l><l n="265">ἀλλὰ περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικῶν.</l><l n="266">ἀλλʼ ἴομεν προτὶ ἄστυ, πίθεσθέ μοι· ὧδε γὰρ ἔσται·</l><l n="267">νῦν μὲν νὺξ ἀπέπαυσε ποδώκεα Πηλεΐωνα</l><l n="268">ἀμβροσίη· εἰ δʼ ἄμμε κιχήσεται ἐνθάδʼ ἐόντας</l><l n="269">αὔριον ὁρμηθεὶς σὺν τεύχεσιν, εὖ νύ τις αὐτὸν</l><l n="270">γνώσεται· ἀσπασίως γὰρ ἀφίξεται Ἴλιον ἱρὴν</l><l n="271">ὅς κε φύγῃ, πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονται</l><l n="272">Τρώων· αἲ γὰρ δή μοι ἀπʼ οὔατος ὧδε γένοιτο.</l><l n="273">εἰ δʼ ἂν ἐμοῖς ἐπέεσσι πιθώμεθα κηδόμενοί περ,</l><l n="274">νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν, ἄστυ δὲ πύργοι</l><l n="275">ὑψηλαί τε πύλαι σανίδες τʼ ἐπὶ τῇς ἀραρυῖαι</l><l n="276">μακραὶ ἐΰξεστοι ἐζευγμέναι εἰρύσσονται·</l><l n="277">πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες</l><l n="278">στησόμεθʼ ἂμ πύργους· τῷ δʼ ἄλγιον, αἴ κʼ ἐθέλῃσιν</l><l n="279">ἐλθὼν ἐκ νηῶν περὶ τείχεος ἄμμι μάχεσθαι.</l><l n="280">ἂψ πάλιν εἶσʼ ἐπὶ νῆας, ἐπεί κʼ ἐριαύχενας ἵππους</l><l n="281">παντοίου δρόμου ἄσῃ ὑπὸ πτόλιν ἠλασκάζων·</l><l n="282">εἴσω δʼ οὔ μιν θυμὸς ἐφορμηθῆναι ἐάσει,</l><l n="283">οὐδέ ποτʼ ἐκπέρσει· πρίν μιν κύνες ἀργοὶ ἔδονται.</l></q><milestone ed="p" n="284" unit="card"/><l n="284"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="285">Πουλυδάμα σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις,</l><l n="286">ὃς κέλεαι κατὰ ἄστυ ἀλήμεναι αὖτις ἰόντας.</l><l n="287">ἦ οὔ πω κεκόρησθε ἐελμένοι ἔνδοθι πύργων;</l><l n="288">πρὶν μὲν γὰρ Πριάμοιο πόλιν μέροπες ἄνθρωποι</l><l n="289">πάντες μυθέσκοντο πολύχρυσον πολύχαλκον·</l><l n="290">νῦν δὲ δὴ ἐξαπόλωλε δόμων κειμήλια καλά,</l><l n="291">πολλὰ δὲ δὴ Φρυγίην καὶ Μῃονίην ἐρατεινὴν</l><l n="292">κτήματα περνάμενʼ ἵκει, ἐπεὶ μέγας ὠδύσατο Ζεύς.</l><l n="293">νῦν δʼ ὅτε πέρ μοι ἔδωκε Κρόνου πάϊς ἀγκυλομήτεω</l><l n="294">κῦδος ἀρέσθʼ ἐπὶ νηυσί, θαλάσσῃ τʼ ἔλσαι Ἀχαιούς,</l><l n="295">νήπιε μηκέτι ταῦτα νοήματα φαῖνʼ ἐνὶ δήμῳ·</l><l n="296">οὐ γάρ τις Τρώων ἐπιπείσεται· οὐ γὰρ ἐάσω.</l><l n="297">ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.</l><l n="298">νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν ἐν τελέεσσι,</l><l n="299">καὶ φυλακῆς μνήσασθε, καὶ ἐγρήγορθε ἕκαστος·</l><l n="300">Τρώων δʼ ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει,</l><l n="301">συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι·</l><l n="302">τῶν τινὰ βέλτερόν ἐστιν ἐπαυρέμεν ἤ περ Ἀχαιούς.</l><l n="303">πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες</l><l n="304">νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.</l><l n="305">εἰ δʼ ἐτεὸν παρὰ ναῦφιν ἀνέστη δῖος Ἀχιλλεύς,</l><l n="306">ἄλγιον αἴ κʼ ἐθέλῃσι τῷ ἔσσεται· οὔ μιν ἔγωγε</l><l n="307">φεύξομαι ἐκ πολέμοιο δυσηχέος, ἀλλὰ μάλʼ ἄντην</l><l n="308">στήσομαι, ἤ κε φέρῃσι μέγα κράτος, ἦ κε φεροίμην.</l><l n="309">ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα.</l></q><l n="310"><milestone ed="P" unit="para"/>ὣς Ἕκτωρ ἀγόρευʼ, ἐπὶ δὲ Τρῶες κελάδησαν</l><l n="311">νήπιοι· ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Ἀθήνη.</l><l n="312">Ἕκτορι μὲν γὰρ ἐπῄνησαν κακὰ μητιόωντι,</l><l n="313">Πουλυδάμαντι δʼ ἄρʼ οὔ τις ὃς ἐσθλὴν φράζετο βουλήν.</l><l n="314">δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατόν· αὐτὰρ Ἀχαιοὶ</l><l n="315">παννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοῶντες.</l><l n="316">τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο</l><l n="317">χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου</l><l n="318">πυκνὰ μάλα στενάχων ὥς τε λὶς ἠϋγένειος,</l><l n="319">ᾧ ῥά θʼ ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνὴρ</l><l n="320">ὕλης ἐκ πυκινῆς· ὃ δέ τʼ ἄχνυται ὕστερος ἐλθών,</l><l n="321">πολλὰ δέ τʼ ἄγκεʼ ἐπῆλθε μετʼ ἀνέρος ἴχνιʼ ἐρευνῶν</l><l n="322">εἴ ποθεν ἐξεύροι· μάλα γὰρ δριμὺς χόλος αἱρεῖ·</l><l n="323">ὣς ὃ βαρὺ στενάχων μετεφώνεε Μυρμιδόνεσσιν·</l><milestone ed="p" n="324" unit="card"/><q><l n="324"><milestone ed="P" unit="para"/>ὢ πόποι ἦ ῥʼ ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ</l><l n="325">θαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισι·</l><l n="326">φῆν δέ οἱ εἰς Ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξειν</l><l n="327">Ἴλιον ἐκπέρσαντα, λαχόντα τε ληΐδος αἶσαν.</l><l n="328">ἀλλʼ οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ·</l><l n="329">ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι</l><l n="330">αὐτοῦ ἐνὶ Τροίῃ, ἐπεὶ οὐδʼ ἐμὲ νοστήσαντα</l><l n="331">δέξεται ἐν μεγάροισι γέρων ἱππηλάτα Πηλεὺς</l><l n="332">οὐδὲ Θέτις μήτηρ, ἀλλʼ αὐτοῦ γαῖα καθέξει.</l><l n="333">νῦν δʼ ἐπεὶ οὖν Πάτροκλε σεῦ ὕστερος εἶμʼ ὑπὸ γαῖαν,</l><l n="334">οὔ σε πρὶν κτεριῶ πρίν γʼ Ἕκτορος ἐνθάδʼ ἐνεῖκαι</l><l n="335">τεύχεα καὶ κεφαλὴν μεγαθύμου σοῖο φονῆος·</l><l n="336">δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσω</l><l n="337">Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.</l><l n="338">τόφρα δέ μοι παρὰ νηυσὶ κορωνίσι κείσεαι αὔτως,</l><l n="339">ἀμφὶ δὲ σὲ Τρῳαὶ καὶ Δαρδανίδες βαθύκολποι</l><l n="340">κλαύσονται νύκτάς τε καὶ ἤματα δάκρυ χέουσαι,</l><l n="341">τὰς αὐτοὶ καμόμεσθα βίηφί τε δουρί τε μακρῷ</l><l n="342">πιείρας πέρθοντε πόλεις μερόπων ἀνθρώπων.</l></q><l n="343"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἑτάροισιν ἐκέκλετο δῖος Ἀχιλλεὺς</l><l n="344">ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα τάχιστα</l><l n="345">Πάτροκλον λούσειαν ἄπο βρότον αἱματόεντα.</l><l n="346">οἳ δὲ λοετροχόον τρίποδʼ ἵστασαν ἐν πυρὶ κηλέῳ,</l><l n="347">ἐν δʼ ἄρʼ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλόντες.</l><l n="348">γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δʼ ὕδωρ·</l><l n="349">αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,</l><l n="350">καὶ τότε δὴ λοῦσάν τε καὶ ἤλειψαν λίπʼ ἐλαίῳ,</l><l n="351">ἐν δʼ ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο·</l><l n="352">ἐν λεχέεσσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν</l><l n="353">ἐς πόδας ἐκ κεφαλῆς, καθύπερθε δὲ φάρεϊ λευκῷ.</l><l n="354">παννύχιοι μὲν ἔπειτα πόδας ταχὺν ἀμφʼ Ἀχιλῆα</l><l n="355">Μυρμιδόνες Πάτροκλον ἀνεστενάχοντο γοῶντες·</l><l n="356">Ζεὺς δʼ Ἥρην προσέειπε κασιγνήτην ἄλοχόν τε·</l><q><l n="357">ἔπρηξας καὶ ἔπειτα βοῶπις πότνια Ἥρη</l><l n="358">ἀνστήσασʼ Ἀχιλῆα πόδας ταχύν· ἦ ῥά νυ σεῖο</l><l n="359">ἐξ αὐτῆς ἐγένοντο κάρη κομόωντες Ἀχαιοί.</l><milestone ed="p" n="360" unit="card"/></q><l n="360"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·</l><q><l n="361">αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.</l><l n="362">καὶ μὲν δή πού τις μέλλει βροτὸς ἀνδρὶ τελέσσαι,</l><l n="363">ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδε·</l><l n="364">πῶς δὴ ἔγωγʼ, ἥ φημι θεάων ἔμμεν ἀρίστη,</l><l n="365">ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις</l><l n="366">κέκλημαι, σὺ δὲ πᾶσι μετʼ ἀθανάτοισιν ἀνάσσεις,</l><l n="367">οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι;</l></q><l n="368"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·</l><l n="369">Ἡφαίστου δʼ ἵκανε δόμον Θέτις ἀργυρόπεζα</l><l n="370">ἄφθιτον ἀστερόεντα μεταπρεπέʼ ἀθανάτοισι</l><l n="371">χάλκεον, ὅν ῥʼ αὐτὸς ποιήσατο κυλλοποδίων.</l><l n="372">τὸν δʼ εὗρʼ ἱδρώοντα ἑλισσόμενον περὶ φύσας</l><l n="373">σπεύδοντα· τρίποδας γὰρ ἐείκοσι πάντας ἔτευχεν</l><l n="374">ἑστάμεναι περὶ τοῖχον ἐϋσταθέος μεγάροιο,</l><l n="375">χρύσεα δέ σφʼ ὑπὸ κύκλα ἑκάστῳ πυθμένι θῆκεν,</l><l n="376">ὄφρά οἱ αὐτόματοι θεῖον δυσαίατʼ ἀγῶνα</l><l n="377">ἠδʼ αὖτις πρὸς δῶμα νεοίατο θαῦμα ἰδέσθαι.</l><l n="378">οἳ δʼ ἤτοι τόσσον μὲν ἔχον τέλος, οὔατα δʼ οὔ πω</l><l n="379">δαιδάλεα προσέκειτο· τά ῥʼ ἤρτυε, κόπτε δὲ δεσμούς.</l><l n="380">ὄφρʼ ὅ γε ταῦτʼ ἐπονεῖτο ἰδυίῃσι πραπίδεσσι,</l><l n="381">τόφρά οἱ ἐγγύθεν ἦλθε θεὰ Θέτις ἀργυρόπεζα.</l><l n="382">τὴν δὲ ἴδε προμολοῦσα Χάρις λιπαροκρήδεμνος</l><l n="383">καλή, τὴν ὤπυιε περικλυτὸς ἀμφιγυήεις·</l><l n="384">ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="385">τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ</l><l n="386">αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις.</l><l n="387">ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.</l><milestone ed="p" n="388" unit="card"/></q><l n="388"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασα πρόσω ἄγε δῖα θεάων.</l><l n="389">τὴν μὲν ἔπειτα καθεῖσεν ἐπὶ θρόνου ἀργυροήλου</l><l n="390">καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·</l><l n="391">κέκλετο δʼ Ἥφαιστον κλυτοτέχνην εἶπέ τε μῦθον·</l><q><l n="392">Ἥφαιστε πρόμολʼ ὧδε· Θέτις νύ τι σεῖο χατίζει.</l></q><l n="393">τὴν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·</l><q><l n="394">ἦ ῥά νύ μοι δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον,</l><l n="395">ἥ μʼ ἐσάωσʼ ὅτε μʼ ἄλγος ἀφίκετο τῆλε πεσόντα</l><l n="396">μητρὸς ἐμῆς ἰότητι κυνώπιδος, ἥ μʼ ἐθέλησε</l><l n="397">κρύψαι χωλὸν ἐόντα· τότʼ ἂν πάθον ἄλγεα θυμῷ,</l><l n="398">εἰ μή μʼ Εὐρυνόμη τε Θέτις θʼ ὑπεδέξατο κόλπῳ</l><l n="399">Εὐρυνόμη θυγάτηρ ἀψορρόου Ὠκεανοῖο.</l><l n="400">τῇσι παρʼ εἰνάετες χάλκευον δαίδαλα πολλά,</l><l n="401">πόρπας τε γναμπτάς θʼ ἕλικας κάλυκάς τε καὶ ὅρμους</l><l n="402">ἐν σπῆϊ γλαφυρῷ· περὶ δὲ ῥόος Ὠκεανοῖο</l><l n="403">ἀφρῷ μορμύρων ῥέεν ἄσπετος· οὐδέ τις ἄλλος</l><l n="404">ᾔδεεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων,</l><l n="405">ἀλλὰ Θέτις τε καὶ Εὐρυνόμη ἴσαν, αἵ μʼ ἐσάωσαν.</l><l n="406">ἣ νῦν ἡμέτερον δόμον ἵκει· τώ με μάλα χρεὼ</l><l n="407">πάντα Θέτι καλλιπλοκάμῳ ζῳάγρια τίνειν.</l><l n="408">ἀλλὰ σὺ μὲν νῦν οἱ παράθες ξεινήϊα καλά,</l><l n="409">ὄφρʼ ἂν ἐγὼ φύσας ἀποθείομαι ὅπλά τε πάντα.</l></q><l n="410"><milestone ed="P" unit="para"/>ἦ, καὶ ἀπʼ ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη</l><l n="411">χωλεύων· ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.</l><l n="412">φύσας μέν ῥʼ ἀπάνευθε τίθει πυρός, ὅπλά τε πάντα</l><l n="413">λάρνακʼ ἐς ἀργυρέην συλλέξατο, τοῖς ἐπονεῖτο·</l><l n="414">σπόγγῳ δʼ ἀμφὶ πρόσωπα καὶ ἄμφω χεῖρʼ ἀπομόργνυ</l><l n="415">αὐχένα τε στιβαρὸν καὶ στήθεα λαχνήεντα,</l><l n="416">δῦ δὲ χιτῶνʼ, ἕλε δὲ σκῆπτρον παχύ, βῆ δὲ θύραζε</l><l n="417">χωλεύων· ὑπὸ δʼ ἀμφίπολοι ῥώοντο ἄνακτι</l><l n="418">χρύσειαι ζωῇσι νεήνισιν εἰοικυῖαι.</l><l n="419">τῇς ἐν μὲν νόος ἐστὶ μετὰ φρεσίν, ἐν δὲ καὶ αὐδὴ</l><l n="420">καὶ σθένος, ἀθανάτων δὲ θεῶν ἄπο ἔργα ἴσασιν.</l><l n="421">αἳ μὲν ὕπαιθα ἄνακτος ἐποίπνυον· αὐτὰρ ὃ ἔρρων</l><l n="422">πλησίον, ἔνθα Θέτις περ, ἐπὶ θρόνου ἷζε φαεινοῦ,</l><l n="423">ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="424">τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ</l><l n="425">αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις.</l><l n="426">αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,</l><l n="427">εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.</l><milestone ed="p" n="428" unit="card"/></q><l n="428"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα·</l><q><l n="429">Ἥφαιστʼ, ἦ ἄρα δή τις, ὅσαι θεαί εἰσʼ ἐν Ὀλύμπῳ,</l><l n="430">τοσσάδʼ ἐνὶ φρεσὶν ᾗσιν ἀνέσχετο κήδεα λυγρὰ</l><l n="431">ὅσσʼ ἐμοὶ ἐκ πασέων Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν;</l><l n="432">ἐκ μέν μʼ ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν</l><l n="433">Αἰακίδῃ Πηλῆϊ, καὶ ἔτλην ἀνέρος εὐνὴν</l><l n="434">πολλὰ μάλʼ οὐκ ἐθέλουσα. ὃ μὲν δὴ γήραϊ λυγρῷ</l><l n="435">κεῖται ἐνὶ μεγάροις ἀρημένος, ἄλλα δέ μοι νῦν·</l><l n="436">υἱὸν ἐπεί μοι δῶκε γενέσθαί τε τραφέμεν τε</l><l n="437">ἔξοχον ἡρώων· ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος·</l><l n="438">τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς</l><l n="439">νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω</l><l n="440">Τρωσὶ μαχησόμενον· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις</l><l n="441">οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.</l><l n="442">ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο</l><l n="443">ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.</l><l n="444">κούρην ἣν ἄρα οἱ γέρας ἔξελον υἷες Ἀχαιῶν,</l><l n="445">τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων.</l><l n="446">ἤτοι ὃ τῆς ἀχέων φρένας ἔφθιεν· αὐτὰρ Ἀχαιοὺς</l><l n="447">Τρῶες ἐπὶ πρύμνῃσιν ἐείλεον, οὐδὲ θύραζε</l><l n="448">εἴων ἐξιέναι· τὸν δὲ λίσσοντο γέροντες</l><l n="449">Ἀργείων, καὶ πολλὰ περικλυτὰ δῶρʼ ὀνόμαζον.</l><l n="450">ἔνθʼ αὐτὸς μὲν ἔπειτʼ ἠναίνετο λοιγὸν ἀμῦναι,</l><l n="451">αὐτὰρ ὃ Πάτροκλον περὶ μὲν τὰ ἃ τεύχεα ἕσσε,</l><l n="452">πέμπε δέ μιν πόλεμον δέ, πολὺν δʼ ἅμα λαὸν ὄπασσε.</l><l n="453">πᾶν δʼ ἦμαρ μάρναντο περὶ Σκαιῇσι πύλῃσι·</l><l n="454">καί νύ κεν αὐτῆμαρ πόλιν ἔπραθον, εἰ μὴ Ἀπόλλων</l><l n="455">πολλὰ κακὰ ῥέξαντα Μενοιτίου ἄλκιμον υἱὸν</l><l n="456">ἔκτανʼ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε.</l><l n="457">τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα</l><l n="458">υἱεῖ ἐμῷ ὠκυμόρῳ δόμεν ἀσπίδα καὶ τρυφάλειαν</l><l n="459">καὶ καλὰς κνημῖδας ἐπισφυρίοις ἀραρυίας</l><l n="460">καὶ θώρηχʼ· ὃ γὰρ ἦν οἱ ἀπώλεσε πιστὸς ἑταῖρος</l><l n="461">Τρωσὶ δαμείς· ὃ δὲ κεῖται ἐπὶ χθονὶ θυμὸν ἀχεύων.</l><milestone ed="p" n="462" unit="card"/></q><l n="462"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·</l><q><l n="463">θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.</l><l n="464">αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην</l><l n="465">νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι,</l><l n="466">ὥς οἱ τεύχεα καλὰ παρέσσεται, οἷά τις αὖτε</l><l n="467">ἀνθρώπων πολέων θαυμάσσεται, ὅς κεν ἴδηται.</l></q><l n="468"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν τὴν μὲν λίπεν αὐτοῦ, βῆ δʼ ἐπὶ φύσας·</l><l n="469">τὰς δʼ ἐς πῦρ ἔτρεψε κέλευσέ τε ἐργάζεσθαι.</l><l n="470">φῦσαι δʼ ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων</l><l n="471">παντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιεῖσαι,</l><l n="472">ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι, ἄλλοτε δʼ αὖτε,</l><l n="473">ὅππως Ἥφαιστός τʼ ἐθέλοι καὶ ἔργον ἄνοιτο.</l><l n="474">χαλκὸν δʼ ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε</l><l n="475">καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον· αὐτὰρ ἔπειτα</l><l n="476">θῆκεν ἐν ἀκμοθέτῳ μέγαν ἄκμονα, γέντο δὲ χειρὶ</l><l n="477">ῥαιστῆρα κρατερήν, ἑτέρηφι δὲ γέντο πυράγρην.</l><l n="478"><milestone ed="P" unit="para"/>ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τε</l><l n="479">πάντοσε δαιδάλλων, περὶ δʼ ἄντυγα βάλλε φαεινὴν</l><l n="480">τρίπλακα μαρμαρέην, ἐκ δʼ ἀργύρεον τελαμῶνα.</l><l n="481">πέντε δʼ ἄρʼ αὐτοῦ ἔσαν σάκεος πτύχες· αὐτὰρ ἐν αὐτῷ</l><l n="482">ποίει δαίδαλα πολλὰ ἰδυίῃσι πραπίδεσσιν.</l><l n="483"><milestone ed="P" unit="para"/>ἐν μὲν γαῖαν ἔτευξʼ, ἐν δʼ οὐρανόν, ἐν δὲ θάλασσαν,</l><l n="484">ἠέλιόν τʼ ἀκάμαντα σελήνην τε πλήθουσαν,</l><l n="485">ἐν δὲ τὰ τείρεα πάντα, τά τʼ οὐρανὸς ἐστεφάνωται,</l><l n="486">Πληϊάδας θʼ Ὑάδας τε τό τε σθένος Ὠρίωνος</l><l n="487">Ἄρκτόν θʼ, ἣν καὶ Ἄμαξαν ἐπίκλησιν καλέουσιν,</l><l n="488">ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει,</l><l n="489">οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο.</l><milestone ed="p" n="490" unit="card"/><l n="490"><milestone ed="P" unit="para"/>ἐν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπων</l><l n="491">καλάς. ἐν τῇ μέν ῥα γάμοι τʼ ἔσαν εἰλαπίναι τε,</l><l n="492">νύμφας δʼ ἐκ θαλάμων δαΐδων ὕπο λαμπομενάων</l><l n="493">ἠγίνεον ἀνὰ ἄστυ, πολὺς δʼ ὑμέναιος ὀρώρει·</l><l n="494">κοῦροι δʼ ὀρχηστῆρες ἐδίνεον, ἐν δʼ ἄρα τοῖσιν</l><l n="495">αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον· αἳ δὲ γυναῖκες</l><l n="496">ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη.</l><l n="497">λαοὶ δʼ εἰν ἀγορῇ ἔσαν ἀθρόοι· ἔνθα δὲ νεῖκος</l><l n="498">ὠρώρει, δύο δʼ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς</l><l n="499">ἀνδρὸς ἀποφθιμένου· ὃ μὲν εὔχετο πάντʼ ἀποδοῦναι</l><l n="500">δήμῳ πιφαύσκων, ὃ δʼ ἀναίνετο μηδὲν ἑλέσθαι·</l><l n="501">ἄμφω δʼ ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι.</l><l n="502">λαοὶ δʼ ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί·</l><l n="503">κήρυκες δʼ ἄρα λαὸν ἐρήτυον· οἳ δὲ γέροντες</l><l n="504">εἵατʼ ἐπὶ ξεστοῖσι λίθοις ἱερῷ ἐνὶ κύκλῳ,</l><l n="505">σκῆπτρα δὲ κηρύκων ἐν χέρσʼ ἔχον ἠεροφώνων·</l><l n="506">τοῖσιν ἔπειτʼ ἤϊσσον, ἀμοιβηδὶς δὲ δίκαζον.</l><l n="507">κεῖτο δʼ ἄρʼ ἐν μέσσοισι δύω χρυσοῖο τάλαντα,</l><l n="508">τῷ δόμεν ὃς μετὰ τοῖσι δίκην ἰθύντατα εἴποι.</l><l n="509"><milestone ed="P" unit="para"/>τὴν δʼ ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ ἥατο λαῶν</l><l n="510">τεύχεσι λαμπόμενοι· δίχα δέ σφισιν ἥνδανε βουλή,</l><l n="511">ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι</l><l n="512">κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἔεργεν·</l><l n="513">οἳ δʼ οὔ πω πείθοντο, λόχῳ δʼ ὑπεθωρήσσοντο.</l><l n="514">τεῖχος μέν ῥʼ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα</l><l n="515">ῥύατʼ ἐφεσταότες, μετὰ δʼ ἀνέρες οὓς ἔχε γῆρας·</l><l n="516">οἳ δʼ ἴσαν· ἦρχε δʼ ἄρά σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη</l><l n="517">ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην,</l><l n="518">καλὼ καὶ μεγάλω σὺν τεύχεσιν, ὥς τε θεώ περ</l><l n="519">ἀμφὶς ἀριζήλω· λαοὶ δʼ ὑπολίζονες ἦσαν.</l><l n="520">οἳ δʼ ὅτε δή ῥʼ ἵκανον ὅθι σφίσιν εἶκε λοχῆσαι</l><l n="521">ἐν ποταμῷ, ὅθι τʼ ἀρδμὸς ἔην πάντεσσι βοτοῖσιν,</l><l n="522">ἔνθʼ ἄρα τοί γʼ ἵζοντʼ εἰλυμένοι αἴθοπι χαλκῷ.</l><l n="523">τοῖσι δʼ ἔπειτʼ ἀπάνευθε δύω σκοποὶ εἵατο λαῶν</l><l n="524">δέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς.</l><l n="525">οἳ δὲ τάχα προγένοντο, δύω δʼ ἅμʼ ἕποντο νομῆες</l><l n="526">τερπόμενοι σύριγξι· δόλον δʼ οὔ τι προνόησαν.</l><milestone ed="p" n="527" unit="card"/><l n="527">οἳ μὲν τὰ προϊδόντες ἐπέδραμον, ὦκα δʼ ἔπειτα</l><l n="528">τάμνοντʼ ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα καλὰ</l><l n="529">ἀργεννέων οἰῶν, κτεῖνον δʼ ἐπὶ μηλοβοτῆρας.</l><l n="530">οἳ δʼ ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶν</l><l n="531">εἰράων προπάροιθε καθήμενοι, αὐτίκʼ ἐφʼ ἵππων</l><l n="532">βάντες ἀερσιπόδων μετεκίαθον, αἶψα δʼ ἵκοντο.</l><l n="533">στησάμενοι δʼ ἐμάχοντο μάχην ποταμοῖο παρʼ ὄχθας,</l><l n="534">βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.</l><l n="535">ἐν δʼ Ἔρις ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δʼ ὀλοὴ Κήρ,</l><l n="536">ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,</l><l n="537">ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν·</l><l n="538">εἷμα δʼ ἔχʼ ἀμφʼ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν.</l><l n="539">ὡμίλευν δʼ ὥς τε ζωοὶ βροτοὶ ἠδʼ ἐμάχοντο,</l><l n="540">νεκρούς τʼ ἀλλήλων ἔρυον κατατεθνηῶτας.</l><l n="541"><milestone ed="P" unit="para"/>ἐν δʼ ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουραν</l><l n="542">εὐρεῖαν τρίπολον· πολλοὶ δʼ ἀροτῆρες ἐν αὐτῇ</l><l n="543">ζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα.</l><l n="544">οἳ δʼ ὁπότε στρέψαντες ἱκοίατο τέλσον ἀρούρης,</l><l n="545">τοῖσι δʼ ἔπειτʼ ἐν χερσὶ δέπας μελιηδέος οἴνου</l><l n="546">δόσκεν ἀνὴρ ἐπιών· τοὶ δὲ στρέψασκον ἀνʼ ὄγμους,</l><l n="547">ἱέμενοι νειοῖο βαθείης τέλσον ἱκέσθαι.</l><l n="548">ἣ δὲ μελαίνετʼ ὄπισθεν, ἀρηρομένῃ δὲ ἐῴκει,</l><l n="549">χρυσείη περ ἐοῦσα· τὸ δὴ περὶ θαῦμα τέτυκτο.</l><l n="550"><milestone ed="P" unit="para"/>ἐν δʼ ἐτίθει τέμενος βασιλήϊον· ἔνθα δʼ ἔριθοι</l><l n="551">ἤμων ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες.</l><l n="552">δράγματα δʼ ἄλλα μετʼ ὄγμον ἐπήτριμα πῖπτον ἔραζε,</l><l n="553">ἄλλα δʼ ἀμαλλοδετῆρες ἐν ἐλλεδανοῖσι δέοντο.</l><l n="554">τρεῖς δʼ ἄρʼ ἀμαλλοδετῆρες ἐφέστασαν· αὐτὰρ ὄπισθε</l><l n="555">παῖδες δραγμεύοντες ἐν ἀγκαλίδεσσι φέροντες</l><l n="556">ἀσπερχὲς πάρεχον· βασιλεὺς δʼ ἐν τοῖσι σιωπῇ</l><l n="557">σκῆπτρον ἔχων ἑστήκει ἐπʼ ὄγμου γηθόσυνος κῆρ.</l><l n="558">κήρυκες δʼ ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο,</l><l n="559">βοῦν δʼ ἱερεύσαντες μέγαν ἄμφεπον· αἳ δὲ γυναῖκες</l><l n="560">δεῖπνον ἐρίθοισιν λεύκʼ ἄλφιτα πολλὰ πάλυνον.</l><milestone ed="p" n="561" unit="card"/><l n="561"><milestone ed="P" unit="para"/>ἐν δʼ ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωὴν</l><l n="562">καλὴν χρυσείην· μέλανες δʼ ἀνὰ βότρυες ἦσαν,</l><l n="563">ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν.</l><l n="564">ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δʼ ἕρκος ἔλασσε</l><l n="565">κασσιτέρου· μία δʼ οἴη ἀταρπιτὸς ἦεν ἐπʼ αὐτήν,</l><l n="566">τῇ νίσοντο φορῆες ὅτε τρυγόῳεν ἀλωήν.</l><l n="567">παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες</l><l n="568">πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν.</l><l n="569">τοῖσιν δʼ ἐν μέσσοισι πάϊς φόρμιγγι λιγείῃ</l><l n="570">ἱμερόεν κιθάριζε, λίνον δʼ ὑπὸ καλὸν ἄειδε</l><l n="571">λεπταλέῃ φωνῇ· τοὶ δὲ ῥήσσοντες ἁμαρτῇ</l><l n="572">μολπῇ τʼ ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο.</l><l n="573"><milestone ed="P" unit="para"/>ἐν δʼ ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων·</l><l n="574">αἳ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε,</l><l n="575">μυκηθμῷ δʼ ἀπὸ κόπρου ἐπεσσεύοντο νομὸν δὲ</l><l n="576">πὰρ ποταμὸν κελάδοντα, παρὰ ῥοδανὸν δονακῆα.</l><l n="577">χρύσειοι δὲ νομῆες ἅμʼ ἐστιχόωντο βόεσσι</l><l n="578">τέσσαρες, ἐννέα δέ σφι κύνες πόδας ἀργοὶ ἕποντο.</l><l n="579">σμερδαλέω δὲ λέοντε δύʼ ἐν πρώτῃσι βόεσσι</l><l n="580">ταῦρον ἐρύγμηλον ἐχέτην· ὃ δὲ μακρὰ μεμυκὼς</l><l n="581">ἕλκετο· τὸν δὲ κύνες μετεκίαθον ἠδʼ αἰζηοί.</l><l n="582">τὼ μὲν ἀναρρήξαντε βοὸς μεγάλοιο βοείην</l><l n="583">ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον· οἳ δὲ νομῆες</l><l n="584">αὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες.</l><l n="585">οἳ δʼ ἤτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων,</l><l n="586">ἱστάμενοι δὲ μάλʼ ἐγγὺς ὑλάκτεον ἔκ τʼ ἀλέοντο.</l><l n="587"><milestone ed="P" unit="para"/>ἐν δὲ νομὸν ποίησε περικλυτὸς ἀμφιγυήεις</l><l n="588">ἐν καλῇ βήσσῃ μέγαν οἰῶν ἀργεννάων,</l><l n="589">σταθμούς τε κλισίας τε κατηρεφέας ἰδὲ σηκούς.</l><milestone ed="p" n="590" unit="card"/><l n="590"><milestone ed="P" unit="para"/>ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεις,</l><l n="591">τῷ ἴκελον οἷόν ποτʼ ἐνὶ Κνωσῷ εὐρείῃ</l><l n="592">Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ.</l><l n="593">ἔνθα μὲν ἠΐθεοι καὶ παρθένοι ἀλφεσίβοιαι</l><l n="594">ὀρχεῦντʼ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχοντες.</l><l n="595">τῶν δʼ αἳ μὲν λεπτὰς ὀθόνας ἔχον, οἳ δὲ χιτῶνας</l><l n="596">εἵατʼ ἐϋννήτους, ἦκα στίλβοντας ἐλαίῳ·</l><l n="597">καί ῥʼ αἳ μὲν καλὰς στεφάνας ἔχον, οἳ δὲ μαχαίρας</l><l n="598">εἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων.</l><l n="599">οἳ δʼ ὁτὲ μὲν θρέξασκον ἐπισταμένοισι πόδεσσι</l><l n="600">ῥεῖα μάλʼ, ὡς ὅτε τις τροχὸν ἄρμενον ἐν παλάμῃσιν</l><l n="601">ἑζόμενος κεραμεὺς πειρήσεται, αἴ κε θέῃσιν·</l><l n="602">ἄλλοτε δʼ αὖ θρέξασκον ἐπὶ στίχας ἀλλήλοισι.</l><l n="603">πολλὸς δʼ ἱμερόεντα χορὸν περιίσταθʼ ὅμιλος</l><l n="604">τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς</l><l n="605">φορμίζων· δοιὼ δὲ κυβιστητῆρε κατ' αὐτοὺς</l><l n="606">μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους.</l><l n="607"><milestone ed="P" unit="para"/>ἐν δʼ ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο</l><l n="608">ἄντυγα πὰρ πυμάτην σάκεος πύκα ποιητοῖο.</l><l n="609"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ δὴ τεῦξε σάκος μέγα τε στιβαρόν τε,</l><l n="610">τεῦξʼ ἄρα οἱ θώρηκα φαεινότερον πυρὸς αὐγῆς,</l><l n="611">τεῦξε δέ οἱ κόρυθα βριαρὴν κροτάφοις ἀραρυῖαν</l><l n="612">καλὴν δαιδαλέην, ἐπὶ δὲ χρύσεον λόφον ἧκε,</l><l n="613">τεῦξε δέ οἱ κνημῖδας ἑανοῦ κασσιτέροιο.</l><l n="614"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ πάνθʼ ὅπλα κάμε κλυτὸς ἀμφιγυήεις,</l><l n="615">μητρὸς Ἀχιλλῆος θῆκε προπάροιθεν ἀείρας.</l><l n="616">ἣ δʼ ἴρηξ ὣς ἆλτο κατʼ Οὐλύμπου νιφόεντος</l><l n="617">τεύχεα μαρμαίροντα παρʼ Ἡφαίστοιο φέρουσα.</l></div><div type="textpart" subtype="Book" n="19"><milestone ed="p" n="1" unit="card"/><l n="1">Ἠὼς μὲν κροκόπεπλος ἀπʼ Ὠκεανοῖο ῥοάων</l><l n="2">ὄρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·</l><l n="3">ἣ δʼ ἐς νῆας ἵκανε θεοῦ πάρα δῶρα φέρουσα.</l><l n="4">εὗρε δὲ Πατρόκλῳ περικείμενον ὃν φίλον υἱὸν</l><l n="5">κλαίοντα λιγέως· πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι</l><l n="6">μύρονθʼ· ἣ δʼ ἐν τοῖσι παρίστατο δῖα θεάων,</l><l n="7">ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="8">τέκνον ἐμὸν τοῦτον μὲν ἐάσομεν ἀχνύμενοί περ</l><l n="9">κεῖσθαι, ἐπεὶ δὴ πρῶτα θεῶν ἰότητι δαμάσθη·</l><l n="10">τύνη δʼ Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο</l><l n="11">καλὰ μάλʼ, οἷʼ οὔ πώ τις ἀνὴρ ὤμοισι φόρησεν.</l></q><l n="12"><milestone ed="P" unit="para"/>ὡς ἄρα φωνήσασα θεὰ κατὰ τεύχεʼ ἔθηκε</l><l n="13">πρόσθεν Ἀχιλλῆος· τὰ δʼ ἀνέβραχε δαίδαλα πάντα.</l><l n="14">Μυρμιδόνας δʼ ἄρα πάντας ἕλε τρόμος, οὐδέ τις ἔτλη</l><l n="15">ἄντην εἰσιδέειν, ἀλλʼ ἔτρεσαν. αὐτὰρ Ἀχιλλεὺς</l><l n="16">ὡς εἶδʼ, ὥς μιν μᾶλλον ἔδυ χόλος, ἐν δέ οἱ ὄσσε</l><l n="17">δεινὸν ὑπὸ βλεφάρων ὡς εἰ σέλας ἐξεφάανθεν·</l><l n="18">τέρπετο δʼ ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα.</l><l n="19">αὐτὰρ ἐπεὶ φρεσὶν ᾗσι τετάρπετο δαίδαλα λεύσσων</l><l n="20">αὐτίκα μητέρα ἣν ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="21">μῆτερ ἐμὴ τὰ μὲν ὅπλα θεὸς πόρεν οἷʼ ἐπιεικὲς</l><l n="22">ἔργʼ ἔμεν ἀθανάτων, μὴ δὲ βροτὸν ἄνδρα τελέσσαι.</l><l n="23">νῦν δʼ ἤτοι μὲν ἐγὼ θωρήξομαι· ἀλλὰ μάλʼ αἰνῶς</l><l n="24">δείδω μή μοι τόφρα Μενοιτίου ἄλκιμον υἱὸν</l><l n="25">μυῖαι καδδῦσαι κατὰ χαλκοτύπους ὠτειλὰς</l><l n="26">εὐλὰς ἐγγείνωνται, ἀεικίσσωσι δὲ νεκρόν,</l><l n="27">ἐκ δʼ αἰὼν πέφαται, κατὰ δὲ χρόα πάντα σαπήῃ.</l></q><l n="28"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·</l><q><l n="29">τέκνον μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.</l><l n="30">τῷ μὲν ἐγὼ πειρήσω ἀλαλκεῖν ἄγρια φῦλα</l><l n="31">μυίας, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν·</l><l n="32">ἤν περ γὰρ κεῖταί γε τελεσφόρον εἰς ἐνιαυτόν,</l><l n="33">αἰεὶ τῷ γʼ ἔσται χρὼς ἔμπεδος, ἢ καὶ ἀρείων.</l><l n="34">ἀλλὰ σύ γʼ εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς</l><l n="35">μῆνιν ἀποειπὼν Ἀγαμέμνονι ποιμένι λαῶν</l><l n="36">αἶψα μάλʼ ἐς πόλεμον θωρήσσεο, δύσεο δʼ ἀλκήν.</l><milestone ed="p" n="37" unit="card"/></q><l n="37"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασα μένος πολυθαρσὲς ἐνῆκε,</l><l n="38">Πατρόκλῳ δʼ αὖτʼ ἀμβροσίην καὶ νέκταρ ἐρυθρὸν</l><l n="39">στάξε κατὰ ῥινῶν, ἵνα οἱ χρὼς ἔμπεδος εἴη.</l><l n="40"><milestone ed="P" unit="para"/>αὐτὰρ ὃ βῆ παρὰ θῖνα θαλάσσης δῖος Ἀχιλλεὺς</l><l n="41">σμερδαλέα ἰάχων, ὦρσεν δʼ ἥρωας Ἀχαιούς.</l><l n="42">καί ῥʼ οἵ περ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι μένεσκον</l><l n="43">οἵ τε κυβερνῆται καὶ ἔχον οἰήϊα νηῶν</l><l n="44">καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν σίτοιο δοτῆρες,</l><l n="45">καὶ μὴν οἳ τότε γʼ εἰς ἀγορὴν ἴσαν, οὕνεκʼ Ἀχιλλεὺς</l><l n="46">ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς.</l><l n="47">τὼ δὲ δύω σκάζοντε βάτην Ἄρεος θεράποντε</l><l n="48">Τυδεΐδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεὺς</l><l n="49">ἔγχει ἐρειδομένω· ἔτι γὰρ ἔχον ἕλκεα λυγρά·</l><l n="50">κὰδ δὲ μετὰ πρώτῃ ἀγορῇ ἵζοντο κιόντες.</l><l n="51">αὐτὰρ ὃ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="52">ἕλκος ἔχων· καὶ γὰρ τὸν ἐνὶ κρατερῇ ὑσμίνῃ</l><l n="53">οὖτα Κόων Ἀντηνορίδης χαλκήρεϊ δουρί.</l><l n="54">αὐτὰρ ἐπεὶ δὴ πάντες ἀολλίσθησαν Ἀχαιοί,</l><l n="55">τοῖσι δʼ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="56">Ἀτρεΐδη ἦ ἄρ τι τόδʼ ἀμφοτέροισιν ἄρειον</l><l n="57">ἔπλετο σοὶ καὶ ἐμοί, ὅ τε νῶΐ περ ἀχνυμένω κῆρ</l><l n="58">θυμοβόρῳ ἔριδι μενεήναμεν εἵνεκα κούρης;</l><l n="59">τὴν ὄφελʼ ἐν νήεσσι κατακτάμεν Ἄρτεμις ἰῷ</l><l n="60">ἤματι τῷ ὅτʼ ἐγὼν ἑλόμην Λυρνησσὸν ὀλέσσας·</l><l n="61">τώ κʼ οὐ τόσσοι Ἀχαιοὶ ὀδὰξ ἕλον ἄσπετον οὖδας</l><l n="62">δυσμενέων ὑπὸ χερσὶν ἐμεῦ ἀπομηνίσαντος.</l><l n="63">Ἕκτορι μὲν καὶ Τρωσὶ τὸ κέρδιον· αὐτὰρ Ἀχαιοὺς</l><l n="64">δηρὸν ἐμῆς καὶ σῆς ἔριδος μνήσεσθαι ὀΐω.</l><l n="65">ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ</l><l n="66">θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·</l><l n="67">νῦν δʼ ἤτοι μὲν ἐγὼ παύω χόλον, οὐδέ τί με χρὴ</l><l n="68">ἀσκελέως αἰεὶ μενεαινέμεν· ἀλλʼ ἄγε θᾶσσον</l><l n="69">ὄτρυνον πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς,</l><l n="70">ὄφρʼ ἔτι καὶ Τρώων πειρήσομαι ἀντίον ἐλθὼν</l><l n="71">αἴ κʼ ἐθέλωσʼ ἐπὶ νηυσὶν ἰαύειν· ἀλλά τινʼ οἴω</l><l n="72">ἀσπασίως αὐτῶν γόνυ κάμψειν, ὅς κε φύγῃσι</l><l n="73">δηΐου ἐκ πολέμοιο ὑπʼ ἔγχεος ἡμετέροιο.</l><milestone ed="p" n="74" unit="card"/></q><l n="74"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἐχάρησαν ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="75">μῆνιν ἀπειπόντος μεγαθύμου Πηλεΐωνος.</l><l n="76">τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="77">αὐτόθεν ἐξ ἕδρης, οὐδʼ ἐν μέσσοισιν ἀναστάς·</l><q><l n="78">ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος</l><l n="79">ἑσταότος μὲν καλὸν ἀκούειν, οὐδὲ ἔοικεν</l><l n="80">ὑββάλλειν· χαλεπὸν γὰρ ἐπισταμένῳ περ ἐόντι.</l><l n="81">ἀνδρῶν δʼ ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσαι</l><l n="82">ἢ εἴποι; βλάβεται δὲ λιγύς περ ἐὼν ἀγορητής.</l><l n="83">Πηλεΐδῃ μὲν ἐγὼν ἐνδείξομαι· αὐτὰρ οἱ ἄλλοι</l><l n="84">σύνθεσθʼ Ἀργεῖοι, μῦθόν τʼ εὖ γνῶτε ἕκαστος.</l><l n="85">πολλάκι δή μοι τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον</l><l n="86">καί τέ με νεικείεσκον· ἐγὼ δʼ οὐκ αἴτιός εἰμι,</l><l n="87">ἀλλὰ Ζεὺς καὶ Μοῖρα καὶ ἠεροφοῖτις Ἐρινύς,</l><l n="88">οἵ τέ μοι εἰν ἀγορῇ φρεσὶν ἔμβαλον ἄγριον ἄτην,</l><l n="89">ἤματι τῷ ὅτʼ Ἀχιλλῆος γέρας αὐτὸς ἀπηύρων.</l><l n="90">ἀλλὰ τί κεν ῥέξαιμι; θεὸς διὰ πάντα τελευτᾷ.</l><l n="91">πρέσβα Διὸς θυγάτηρ Ἄτη, ἣ πάντας ἀᾶται,</l><l n="92">οὐλομένη· τῇ μέν θʼ ἁπαλοὶ πόδες· οὐ γὰρ ἐπʼ οὔδει</l><l n="93">πίλναται, ἀλλʼ ἄρα ἥ γε κατʼ ἀνδρῶν κράατα βαίνει</l><l n="94">βλάπτουσʼ ἀνθρώπους· κατὰ δʼ οὖν ἕτερόν γε πέδησε.</l><l n="95">καὶ γὰρ δή νύ ποτε Ζεὺς ἄσατο, τόν περ ἄριστον</l><l n="96">ἀνδρῶν ἠδὲ θεῶν φασʼ ἔμμεναι· ἀλλʼ ἄρα καὶ τὸν</l><l n="97">Ἥρη θῆλυς ἐοῦσα δολοφροσύνῃς ἀπάτησεν,</l><l n="98">ἤματι τῷ ὅτʼ ἔμελλε βίην Ἡρακληείην</l><l n="99">Ἀλκμήνη τέξεσθαι ἐϋστεφάνῳ ἐνὶ Θήβῃ.</l><l n="100">ἤτοι ὅ γʼ εὐχόμενος μετέφη πάντεσσι θεοῖσι·</l><q><l n="101">κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,</l><l n="102">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσιν ἀνώγει.</l><l n="103">σήμερον ἄνδρα φόως δὲ μογοστόκος Εἰλείθυια</l><l n="104">ἐκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει,</l><l n="105">τῶν ἀνδρῶν γενεῆς οἵ θʼ αἵματος ἐξ ἐμεῦ εἰσί.</l></q><l n="106">τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·</l><q><l n="107">ψευστήσεις, οὐδʼ αὖτε τέλος μύθῳ ἐπιθήσεις.</l><l n="108">εἰ δʼ ἄγε νῦν μοι ὄμοσσον Ὀλύμπιε καρτερὸν ὅρκον,</l><l n="109">ἦ μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξειν</l><l n="110">ὅς κεν ἐπʼ ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικὸς</l><l n="111">τῶν ἀνδρῶν οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης.</l></q><l n="112">ὣς ἔφατο· Ζεὺς δʼ οὔ τι δολοφροσύνην ἐνόησεν,</l><l n="113">ἀλλʼ ὄμοσεν μέγαν ὅρκον, ἔπειτα δὲ πολλὸν ἀάσθη.</l><milestone ed="p" n="114" unit="card"/><l n="114">Ἥρη δʼ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο,</l><l n="115">καρπαλίμως δʼ ἵκετʼ Ἄργος Ἀχαιικόν, ἔνθʼ ἄρα ᾔδη</l><l n="116">ἰφθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο.</l><l n="117">ἣ δʼ ἐκύει φίλον υἱόν, ὃ δʼ ἕβδομος ἑστήκει μείς·</l><l n="118">ἐκ δʼ ἄγαγε πρὸ φόως δὲ καὶ ἠλιτόμηνον ἐόντα,</l><l n="119">Ἀλκμήνης δʼ ἀπέπαυσε τόκον, σχέθε δʼ Εἰλειθυίας.</l><l n="120">αὐτὴ δʼ ἀγγελέουσα Δία Κρονίωνα προσηύδα·</l><q><l n="121">Ζεῦ πάτερ ἀργικέραυνε ἔπος τί τοι ἐν φρεσὶ θήσω·</l><l n="122">ἤδη ἀνὴρ γέγονʼ ἐσθλὸς ὃς Ἀργείοισιν ἀνάξει</l><l n="123">Εὐρυσθεὺς Σθενέλοιο πάϊς Περσηϊάδαο</l><l n="124">σὸν γένος· οὔ οἱ ἀεικὲς ἀνασσέμεν Ἀργείοισιν.</l></q><l n="125">ὣς φάτο, τὸν δʼ ἄχος ὀξὺ κατὰ φρένα τύψε βαθεῖαν·</l><l n="126">αὐτίκα δʼ εἷλʼ Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο</l><l n="127">χωόμενος φρεσὶν ᾗσι, καὶ ὤμοσε καρτερὸν ὅρκον</l><l n="128">μή ποτʼ ἐς Οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντα</l><l n="129">αὖτις ἐλεύσεσθαι Ἄτην, ἣ πάντας ἀᾶται.</l><l n="130">ὣς εἰπὼν ἔρριψεν ἀπʼ οὐρανοῦ ἀστερόεντος</l><l n="131">χειρὶ περιστρέψας· τάχα δʼ ἵκετο ἔργʼ ἀνθρώπων.</l><l n="132">τὴν αἰεὶ στενάχεσχʼ ὅθʼ ἑὸν φίλον υἱὸν ὁρῷτο</l><l n="133">ἔργον ἀεικὲς ἔχοντα ὑπʼ Εὐρυσθῆος ἀέθλων.</l><l n="134">ὣς καὶ ἐγών, ὅτε δʼ αὖτε μέγας κορυθαίολος Ἕκτωρ</l><l n="135">Ἀργείους ὀλέκεσκεν ἐπὶ πρυμνῇσι νέεσσιν,</l><l n="136">οὐ δυνάμην λελαθέσθʼ Ἄτης ᾗ πρῶτον ἀάσθην.</l><l n="137">ἀλλʼ ἐπεὶ ἀασάμην καί μευ φρένας ἐξέλετο Ζεύς,</l><l n="138">ἂψ ἐθέλω ἀρέσαι, δόμεναί τʼ ἀπερείσιʼ ἄποινα·</l><l n="139">ἀλλʼ ὄρσευ πόλεμον δὲ καὶ ἄλλους ὄρνυθι λαούς.</l><l n="140">δῶρα δʼ ἐγὼν ὅδε πάντα παρασχέμεν ὅσσά τοι ἐλθὼν</l><l n="141">χθιζὸς ἐνὶ κλισίῃσιν ὑπέσχετο δῖος Ὀδυσσεύς.</l><l n="142">εἰ δʼ ἐθέλεις, ἐπίμεινον ἐπειγόμενός περ Ἄρηος,</l><l n="143">δῶρα δέ τοι θεράποντες ἐμῆς παρὰ νηὸς ἑλόντες</l><l n="144">οἴσουσʼ, ὄφρα ἴδηαι ὅ τοι μενοεικέα δώσω.</l></q><l n="145"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="146">Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον</l><l n="147">δῶρα μὲν αἴ κʼ ἐθέλῃσθα παρασχέμεν, ὡς ἐπιεικές,</l><l n="148">ἤ τʼ ἐχέμεν παρὰ σοί· νῦν δὲ μνησώμεθα χάρμης</l><l n="149">αἶψα μάλʼ· οὐ γὰρ χρὴ κλοτοπεύειν ἐνθάδʼ ἐόντας</l><l n="150">οὐδὲ διατρίβειν· ἔτι γὰρ μέγα ἔργον ἄρεκτον·</l><l n="151">ὥς κέ τις αὖτʼ Ἀχιλῆα μετὰ πρώτοισιν ἴδηται</l><l n="152">ἔγχεϊ χαλκείῳ Τρώων ὀλέκοντα φάλαγγας.</l><l n="153">ὧδέ τις ὑμείων μεμνημένος ἀνδρὶ μαχέσθω.</l></q><milestone ed="p" n="154" unit="card"/><l n="154"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·</l><q><l n="155">μὴ δʼ οὕτως, ἀγαθός περ ἐών, θεοείκελʼ Ἀχιλλεῦ</l><l n="156">νήστιας ὄτρυνε προτὶ Ἴλιον υἷας Ἀχαιῶν</l><l n="157">Τρωσὶ μαχησομένους, ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσται</l><l n="158">φύλοπις, εὖτʼ ἂν πρῶτον ὁμιλήσωσι φάλαγγες</l><l n="159">ἀνδρῶν, ἐν δὲ θεὸς πνεύσῃ μένος ἀμφοτέροισιν.</l><l n="160">ἀλλὰ πάσασθαι ἄνωχθι θοῇς ἐπὶ νηυσὶν Ἀχαιοὺς</l><l n="161">σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή.</l><l n="162">οὐ γὰρ ἀνὴρ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="163">ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι·</l><l n="164">εἴ περ γὰρ θυμῷ γε μενοινάᾳ πολεμίζειν,</l><l n="165">ἀλλά τε λάθρῃ γυῖα βαρύνεται, ἠδὲ κιχάνει</l><l n="166">δίψά τε καὶ λιμός, βλάβεται δέ τε γούνατʼ ἰόντι.</l><l n="167">ὃς δέ κʼ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς</l><l n="168">ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζῃ,</l><l n="169">θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν, οὐδέ τι γυῖα</l><l n="170">πρὶν κάμνει πρὶν πάντας ἐρωῆσαι πολέμοιο.</l><l n="171">ἀλλʼ ἄγε λαὸν μὲν σκέδασον καὶ δεῖπνον ἄνωχθι</l><l n="172">ὅπλεσθαι· τὰ δὲ δῶρα ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="173">οἰσέτω ἐς μέσσην ἀγορήν, ἵνα πάντες Ἀχαιοὶ</l><l n="174">ὀφθαλμοῖσιν ἴδωσι, σὺ δὲ φρεσὶ σῇσιν ἰανθῇς.</l><l n="175">ὀμνυέτω δέ τοι ὅρκον ἐν Ἀργείοισιν ἀναστὰς</l><l n="176">μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι·</l><l n="177">ἣ θέμις ἐστὶν ἄναξ ἤ τʼ ἀνδρῶν ἤ τε γυναικῶν·</l><l n="178">καὶ δὲ σοὶ αὐτῷ θυμὸς ἐνὶ φρεσὶν ἵλαος ἔστω.</l><l n="179">αὐτὰρ ἔπειτά σε δαιτὶ ἐνὶ κλισίῃς ἀρεσάσθω</l><l n="180">πιείρῃ, ἵνα μή τι δίκης ἐπιδευὲς ἔχῃσθα.</l><l n="181">Ἀτρεΐδη σὺ δʼ ἔπειτα δικαιότερος καὶ ἐπʼ ἄλλῳ</l><l n="182">ἔσσεαι. οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆα</l><l n="183">ἄνδρʼ ἀπαρέσσασθαι ὅτε τις πρότερος χαλεπήνῃ.</l></q><milestone ed="p" n="184" unit="card"/><l n="184"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="185">χαίρω σεῦ Λαερτιάδη τὸν μῦθον ἀκούσας·</l><l n="186">ἐν μοίρῃ γὰρ πάντα διίκεο καὶ κατέλεξας.</l><l n="187">ταῦτα δʼ ἐγὼν ἐθέλω ὀμόσαι, κέλεται δέ με θυμός,</l><l n="188">οὐδʼ ἐπιορκήσω πρὸς δαίμονος. αὐτὰρ Ἀχιλλεὺς</l><l n="189">μιμνέτω αὐτόθι τεῖος ἐπειγόμενός περ Ἄρηος·</l><l n="190">μίμνετε δʼ ἄλλοι πάντες ἀολλέες, ὄφρά κε δῶρα</l><l n="191">ἐκ κλισίης ἔλθῃσι καὶ ὅρκια πιστὰ τάμωμεν.</l><l n="192">σοὶ δʼ αὐτῷ τόδʼ ἐγὼν ἐπιτέλλομαι ἠδὲ κελεύω·</l><l n="193">κρινάμενος κούρητας ἀριστῆας Παναχαιῶν</l><l n="194">δῶρα ἐμῆς παρὰ νηὸς ἐνεικέμεν, ὅσσʼ Ἀχιλῆϊ</l><l n="195">χθιζὸν ὑπέστημεν δώσειν, ἀγέμεν τε γυναῖκας.</l><l n="196">Ταλθύβιος δέ μοι ὦκα κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν</l><l n="197">κάπρον ἑτοιμασάτω ταμέειν Διί τʼ Ἠελίῳ τε.</l></q><l n="198"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="199">Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον</l><l n="200">ἄλλοτέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαι,</l><l n="201">ὁππότε τις μεταπαυσωλὴ πολέμοιο γένηται</l><l n="202">καὶ μένος οὐ τόσον ᾖσιν ἐνὶ στήθεσσιν ἐμοῖσι.</l><l n="203">νῦν δʼ οἳ μὲν κέαται δεδαϊγμένοι, οὓς ἐδάμασσεν</l><l n="204">Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν,</l><l n="205">ὑμεῖς δʼ ἐς βρωτὺν ὀτρύνετον· ἦ τʼ ἂν ἔγωγε</l><l n="206">νῦν μὲν ἀνώγοιμι πτολεμίζειν υἷας Ἀχαιῶν</l><l n="207">νήστιας ἀκμήνους, ἅμα δʼ ἠελίῳ καταδύντι</l><l n="208">τεύξεσθαι μέγα δόρπον, ἐπὴν τεισαίμεθα λώβην.</l><l n="209">πρὶν δʼ οὔ πως ἂν ἔμοιγε φίλον κατὰ λαιμὸν ἰείη</l><l n="210">οὐ πόσις οὐδὲ βρῶσις ἑταίρου τεθνηῶτος</l><l n="211">ὅς μοι ἐνὶ κλισίῃ δεδαϊγμένος ὀξέϊ χαλκῷ</l><l n="212">κεῖται ἀνὰ πρόθυρον τετραμμένος, ἀμφὶ δʼ ἑταῖροι</l><l n="213">μύρονται· τό μοι οὔ τι μετὰ φρεσὶ ταῦτα μέμηλεν,</l><l n="214">ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν.</l></q><milestone ed="p" n="215" unit="card"/><l n="215"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·</l><q><l n="216">ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατʼ Ἀχαιῶν,</l><l n="217">κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ</l><l n="218">ἔγχει, ἐγὼ δέ κε σεῖο νοήματί γε προβαλοίμην</l><l n="219">πολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.</l><l n="220">τώ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσιν.</l><l n="221">αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν,</l><l n="222">ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν,</l><l n="223">ἄμητος δʼ ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα</l><l n="224">Ζεύς, ὅς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.</l><l n="225">γαστέρι δʼ οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς·</l><l n="226">λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα</l><l n="227">πίπτουσιν· πότε κέν τις ἀναπνεύσειε πόνοιο;</l><l n="228">ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν ὅς κε θάνῃσι</l><l n="229">νηλέα θυμὸν ἔχοντας ἐπʼ ἤματι δακρύσαντας·</l><l n="230">ὅσσοι δʼ ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνται</l><l n="231">μεμνῆσθαι πόσιος καὶ ἐδητύος, ὄφρʼ ἔτι μᾶλλον</l><l n="232">ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεὶ</l><l n="233">ἑσσάμενοι χροῒ χαλκὸν ἀτειρέα. μηδέ τις ἄλλην</l><l n="234">λαῶν ὀτρυντὺν ποτιδέγμενος ἰσχαναάσθω·</l><l n="235">ἥδε γὰρ ὀτρυντὺς κακὸν ἔσσεται ὅς κε λίπηται</l><l n="236">νηυσὶν ἐπʼ Ἀργείων· ἀλλʼ ἀθρόοι ὁρμηθέντες</l><l n="237">Τρωσὶν ἐφʼ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα.</l></q><milestone ed="p" n="238" unit="card"/><l n="238"><milestone ed="P" unit="para"/>ἦ, καὶ Νέστορος υἷας ὀπάσσατο κυδαλίμοιο</l><l n="239">Φυλεΐδην τε Μέγητα Θόαντά τε Μηριόνην τε</l><l n="240">καὶ Κρειοντιάδην Λυκομήδεα καὶ Μελάνιππον·</l><l n="241">βὰν δʼ ἴμεν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο.</l><l n="242">αὐτίκʼ ἔπειθʼ ἅμα μῦθος ἔην, τετέλεστο δὲ ἔργον·</l><l n="243">ἑπτὰ μὲν ἐκ κλισίης τρίποδας φέρον, οὕς οἱ ὑπέστη,</l><l n="244">αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους·</l><l n="245">ἐκ δʼ ἄγον αἶψα γυναῖκας ἀμύμονα ἔργα ἰδυίας</l><l n="246">ἕπτʼ, ἀτὰρ ὀγδοάτην Βρισηΐδα καλλιπάρῃον.</l><l n="247">χρυσοῦ δὲ στήσας Ὀδυσεὺς δέκα πάντα τάλαντα</l><l n="248">ἦρχʼ, ἅμα δʼ ἄλλοι δῶρα φέρον κούρητες Ἀχαιῶν.</l><l n="249">καὶ τὰ μὲν ἐν μέσσῃ ἀγορῇ θέσαν, ἂν δʼ Ἀγαμέμνων</l><l n="250">ἵστατο· Ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδὴν</l><l n="251">κάπρον ἔχων ἐν χερσὶ παρίστατο ποιμένι λαῶν.</l><l n="252">Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,</l><l n="253">ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο,</l><l n="254">κάπρου ἀπὸ τρίχας ἀρξάμενος Διὶ χεῖρας ἀνασχὼν</l><l n="255">εὔχετο· τοὶ δʼ ἄρα πάντες ἐπʼ αὐτόφιν εἵατο σιγῇ</l><l n="256">Ἀργεῖοι κατὰ μοῖραν ἀκούοντες βασιλῆος.</l><l n="257">εὐξάμενος δʼ ἄρα εἶπεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·</l><q><l n="258">ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ὕπατος καὶ ἄριστος</l><l n="259">Γῆ τε καὶ Ἠέλιος καὶ Ἐρινύες, αἵ θʼ ὑπὸ γαῖαν</l><l n="260">ἀνθρώπους τίνυνται, ὅτις κʼ ἐπίορκον ὀμόσσῃ,</l><l n="261">μὴ μὲν ἐγὼ κούρῃ Βρισηΐδι χεῖρʼ ἐπένεικα,</l><l n="262">οὔτʼ εὐνῆς πρόφασιν κεχρημένος οὔτέ τευ ἄλλου.</l><l n="263">ἀλλʼ ἔμενʼ ἀπροτίμαστος ἐνὶ κλισίῃσιν ἐμῇσιν.</l><l n="264">εἰ δέ τι τῶνδʼ ἐπίορκον ἐμοὶ θεοὶ ἄλγεα δοῖεν</l><l n="265">πολλὰ μάλʼ, ὅσσα διδοῦσιν ὅτίς σφʼ ἀλίτηται ὀμόσσας.</l></q><l n="266"><milestone ed="P" unit="para"/>ἦ, καὶ ἀπὸ στόμαχον κάπρου τάμε νηλέϊ χαλκῷ.</l><l n="267">τὸν μὲν Ταλθύβιος πολιῆς ἁλὸς ἐς μέγα λαῖτμα</l><l n="268">ῥῖψʼ ἐπιδινήσας βόσιν ἰχθύσιν· αὐτὰρ Ἀχιλλεὺς</l><l n="269">ἀνστὰς Ἀργείοισι φιλοπτολέμοισι μετηύδα·</l><q><l n="270">Ζεῦ πάτερ ἦ μεγάλας ἄτας ἄνδρεσσι διδοῖσθα·</l><l n="271">οὐκ ἂν δή ποτε θυμὸν ἐνὶ στήθεσσιν ἐμοῖσιν</l><l n="272">Ἀτρεΐδης ὤρινε διαμπερές, οὐδέ κε κούρην</l><l n="273">ἦγεν ἐμεῦ ἀέκοντος ἀμήχανος· ἀλλά ποθι Ζεὺς</l><l n="274">ἤθελʼ Ἀχαιοῖσιν θάνατον πολέεσσι γενέσθαι.</l><l n="275">νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα.</l><milestone ed="p" n="276" unit="card"/></q><l n="276"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἐφώνησεν, λῦσεν δʼ ἀγορὴν αἰψηρήν.</l><l n="277">οἳ μὲν ἄρʼ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,</l><l n="278">δῶρα δὲ Μυρμιδόνες μεγαλήτορες ἀμφεπένοντο,</l><l n="279">βὰν δʼ ἐπὶ νῆα φέροντες Ἀχιλλῆος θείοιο.</l><l n="280">καὶ τὰ μὲν ἐν κλισίῃσι θέσαν, κάθισαν δὲ γυναῖκας,</l><l n="281">ἵππους δʼ εἰς ἀγέλην ἔλασαν θεράποντες ἀγαυοί.</l><l n="282"><milestone ed="P" unit="para"/>Βρισηῒς δʼ ἄρʼ ἔπειτʼ ἰκέλη χρυσέῃ Ἀφροδίτῃ</l><l n="283">ὡς ἴδε Πάτροκλον δεδαϊγμένον ὀξέϊ χαλκῷ,</l><l n="284">ἀμφʼ αὐτῷ χυμένη λίγʼ ἐκώκυε, χερσὶ δʼ ἄμυσσε</l><l n="285">στήθεά τʼ ἠδʼ ἁπαλὴν δειρὴν ἰδὲ καλὰ πρόσωπα.</l><l n="286">εἶπε δʼ ἄρα κλαίουσα γυνὴ ἐϊκυῖα θεῇσι·</l><q><l n="287">Πάτροκλέ μοι δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ</l><l n="288">ζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα,</l><l n="289">νῦν δέ σε τεθνηῶτα κιχάνομαι ὄρχαμε λαῶν</l><l n="290">ἂψ ἀνιοῦσʼ· ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί.</l><l n="291">ἄνδρα μὲν ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ</l><l n="292">εἶδον πρὸ πτόλιος δεδαϊγμένον ὀξέϊ χαλκῷ,</l><l n="293">τρεῖς τε κασιγνήτους, τούς μοι μία γείνατο μήτηρ,</l><l n="294">κηδείους, οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον.</l><l n="295">οὐδὲ μὲν οὐδέ μʼ ἔασκες, ὅτʼ ἄνδρʼ ἐμὸν ὠκὺς Ἀχιλλεὺς</l><l n="296">ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος,</l><l n="297">κλαίειν, ἀλλά μʼ ἔφασκες Ἀχιλλῆος θείοιο</l><l n="298">κουριδίην ἄλοχον θήσειν, ἄξειν τʼ ἐνὶ νηυσὶν</l><l n="299">ἐς Φθίην, δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι.</l><l n="300">τώ σʼ ἄμοτον κλαίω τεθνηότα μείλιχον αἰεί.</l></q><l n="301"><milestone ed="P" unit="para"/>ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες</l><l n="302">Πάτροκλον πρόφασιν, σφῶν δʼ αὐτῶν κήδεʼ ἑκάστη.</l><l n="303">αὐτὸν δʼ ἀμφὶ γέροντες Ἀχαιῶν ἠγερέθοντο</l><l n="304">λισσόμενοι δειπνῆσαι· ὃ δʼ ἠρνεῖτο στεναχίζων·</l><q><l n="305">λίσσομαι, εἴ τις ἔμοιγε φίλων ἐπιπείθεθʼ ἑταίρων,</l><l n="306">μή με πρὶν σίτοιο κελεύετε μηδὲ ποτῆτος</l><l n="307">ἄσασθαι φίλον ἦτορ, ἐπεί μʼ ἄχος αἰνὸν ἱκάνει·</l><l n="308">δύντα δʼ ἐς ἠέλιον μενέω καὶ τλήσομαι ἔμπης.</l><milestone ed="p" n="309" unit="card"/></q><l n="309"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἄλλους μὲν ἀπεσκέδασεν βασιλῆας,</l><l n="310">δοιὼ δʼ Ἀτρεΐδα μενέτην καὶ δῖος Ὀδυσσεὺς</l><l n="311">Νέστωρ Ἰδομενεύς τε γέρων θʼ ἱππηλάτα Φοῖνιξ</l><l n="312">τέρποντες πυκινῶς ἀκαχήμενον· οὐδέ τι θυμῷ</l><l n="313">τέρπετο, πρὶν πολέμου στόμα δύμεναι αἱματόεντος.</l><l n="314">μνησάμενος δʼ ἁδινῶς ἀνενείκατο φώνησέν τε·</l><q><l n="315">ἦ ῥά νύ μοί ποτε καὶ σὺ δυσάμμορε φίλταθʼ ἑταίρων</l><l n="316">αὐτὸς ἐνὶ κλισίῃ λαρὸν παρὰ δεῖπνον ἔθηκας</l><l n="317">αἶψα καὶ ὀτραλέως, ὁπότε σπερχοίατʼ Ἀχαιοὶ</l><l n="318">Τρωσὶν ἐφʼ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.</l><l n="319">νῦν δὲ σὺ μὲν κεῖσαι δεδαϊγμένος, αὐτὰρ ἐμὸν κῆρ</l><l n="320">ἄκμηνον πόσιος καὶ ἐδητύος, ἔνδον ἐόντων,</l><l n="321">σῇ ποθῇ· οὐ μὲν γάρ τι κακώτερον ἄλλο πάθοιμι,</l><l n="322">οὐδʼ εἴ κεν τοῦ πατρὸς ἀποφθιμένοιο πυθοίμην,</l><l n="323">ὅς που νῦν Φθίηφι τέρεν κατὰ δάκρυον εἴβει</l><l n="324">χήτεϊ τοιοῦδʼ υἷος· ὃ δʼ ἀλλοδαπῷ ἐνὶ δήμῳ</l><l n="325">εἵνεκα ῥιγεδανῆς Ἑλένης Τρωσὶν πολεμίζω·</l><l n="326">ἠὲ τὸν ὃς Σκύρῳ μοι ἔνι τρέφεται φίλος υἱός,</l><l n="327">εἴ που ἔτι ζώει γε Νεοπτόλεμος θεοειδής.</l><l n="328">πρὶν μὲν γάρ μοι θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει</l><l n="329">οἶον ἐμὲ φθίσεσθαι ἀπʼ Ἄργεος ἱπποβότοιο</l><l n="330">αὐτοῦ ἐνὶ Τροίῃ, σὲ δέ τε Φθίην δὲ νέεσθαι,</l><l n="331">ὡς ἄν μοι τὸν παῖδα θοῇ ἐνὶ νηῒ μελαίνῃ</l><l n="332">Σκυρόθεν ἐξαγάγοις καί οἱ δείξειας ἕκαστα</l><l n="333">κτῆσιν ἐμὴν δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.</l><l n="334">ἤδη γὰρ Πηλῆά γʼ ὀΐομαι ἢ κατὰ πάμπαν</l><l n="335">τεθνάμεν, ἤ που τυτθὸν ἔτι ζώοντʼ ἀκάχησθαι</l><l n="336">γήραΐ τε στυγερῷ καὶ ἐμὴν ποτιδέγμενον αἰεὶ</l><l n="337">λυγρὴν ἀγγελίην, ὅτʼ ἀποφθιμένοιο πύθηται.</l></q><l n="338"><milestone ed="P" unit="para"/>ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο γέροντες,</l><l n="339">μνησάμενοι τὰ ἕκαστος ἐνὶ μεγάροισιν ἔλειπον·</l><l n="340">μυρομένους δʼ ἄρα τούς γε ἰδὼν ἐλέησε Κρονίων,</l><l n="341">αἶψα δʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="342">τέκνον ἐμόν, δὴ πάμπαν ἀποίχεαι ἀνδρὸς ἑῆος.</l><l n="343">ἦ νύ τοι οὐκέτι πάγχυ μετὰ φρεσὶ μέμβλετʼ Ἀχιλλεύς;</l><l n="344">κεῖνος ὅ γε προπάροιθε νεῶν ὀρθοκραιράων</l><l n="345">ἧσται ὀδυρόμενος ἕταρον φίλον· οἳ δὲ δὴ ἄλλοι</l><l n="346">οἴχονται μετὰ δεῖπνον, ὃ δʼ ἄκμηνος καὶ ἄπαστος.</l><l n="347">ἀλλʼ ἴθι οἱ νέκτάρ τε καὶ ἀμβροσίην ἐρατεινὴν</l><l n="348">στάξον ἐνὶ στήθεσσʼ, ἵνα μή μιν λιμὸς ἵκηται.</l><milestone ed="p" n="349" unit="card"/></q><l n="349"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην·</l><l n="350">ἣ δʼ ἅρπῃ ἐϊκυῖα τανυπτέρυγι λιγυφώνῳ</l><l n="351">οὐρανοῦ ἐκκατεπᾶλτο διʼ αἰθέρος. αὐτὰρ Ἀχαιοὶ</l><l n="352">αὐτίκα θωρήσσοντο κατὰ στρατόν· ἣ δʼ Ἀχιλῆϊ</l><l n="353">νέκταρ ἐνὶ στήθεσσι καὶ ἀμβροσίην ἐρατεινὴν</l><l n="354">στάξʼ, ἵνα μή μιν λιμὸς ἀτερπὴς γούναθʼ ἵκοιτο·</l><l n="355">αὐτὴ δὲ πρὸς πατρὸς ἐρισθενέος πυκινὸν δῶ</l><l n="356">ᾤχετο, τοὶ δʼ ἀπάνευθε νεῶν ἐχέοντο θοάων.</l><l n="357">ὡς δʼ ὅτε ταρφειαὶ νιφάδες Διὸς ἐκποτέονται</l><l n="358">ψυχραὶ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,</l><l n="359">ὣς τότε ταρφειαὶ κόρυθες λαμπρὸν γανόωσαι</l><l n="360">νηῶν ἐκφορέοντο καὶ ἀσπίδες ὀμφαλόεσσαι</l><l n="361">θώρηκές τε κραταιγύαλοι καὶ μείλινα δοῦρα.</l><l n="362">αἴγλη δʼ οὐρανὸν ἷκε, γέλασσε δὲ πᾶσα περὶ χθὼν</l><l n="363">χαλκοῦ ὑπὸ στεροπῆς· ὑπὸ δὲ κτύπος ὄρνυτο ποσσὶν</l><l n="364">ἀνδρῶν· ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεύς.</l><l n="365">τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε, τὼ δέ οἱ ὄσσε</l><l n="366">λαμπέσθην ὡς εἴ τε πυρὸς σέλας, ἐν δέ οἱ ἦτορ</l><l n="367">δῦνʼ ἄχος ἄτλητον· ὃ δʼ ἄρα Τρωσὶν μενεαίνων</l><l n="368">δύσετο δῶρα θεοῦ, τά οἱ Ἥφαιστος κάμε τεύχων.</l><l n="369">κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε</l><l n="370">καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·</l><l n="371">δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν.</l><l n="372">ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον</l><l n="373">χάλκεον· αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε</l><l n="374">εἵλετο, τοῦ δʼ ἀπάνευθε σέλας γένετʼ ἠΰτε μήνης.</l><l n="375">ὡς δʼ ὅτʼ ἂν ἐκ πόντοιο σέλας ναύτῃσι φανήῃ</l><l n="376">καιομένοιο πυρός, τό τε καίεται ὑψόθʼ ὄρεσφι</l><l n="377">σταθμῷ ἐν οἰοπόλῳ· τοὺς δʼ οὐκ ἐθέλοντας ἄελλαι</l><l n="378">πόντον ἐπʼ ἰχθυόεντα φίλων ἀπάνευθε φέρουσιν·</l><l n="379">ὣς ἀπʼ Ἀχιλλῆος σάκεος σέλας αἰθέρʼ ἵκανε</l><l n="380">καλοῦ δαιδαλέου· περὶ δὲ τρυφάλειαν ἀείρας</l><l n="381">κρατὶ θέτο βριαρήν· ἣ δʼ ἀστὴρ ὣς ἀπέλαμπεν</l><l n="382">ἵππουρις τρυφάλεια, περισσείοντο δʼ ἔθειραι</l><l n="383">χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.</l><l n="384">πειρήθη δʼ ἕο αὐτοῦ ἐν ἔντεσι δῖος Ἀχιλλεύς,</l><l n="385">εἰ οἷ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλαὰ γυῖα·</l><l n="386">τῷ δʼ εὖτε πτερὰ γίγνετʼ, ἄειρε δὲ ποιμένα λαῶν.</l><milestone ed="p" n="387" unit="card"/><l n="387">ἐκ δʼ ἄρα σύριγγος πατρώϊον ἐσπάσατʼ ἔγχος</l><l n="388">βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατʼ ἄλλος Ἀχαιῶν</l><l n="389">πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς,</l><l n="390">Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων</l><l n="391">Πηλίου ἐκ κορυφῆς φόνον ἔμμεναι ἡρώεσσιν·</l><l n="392">ἵππους δʼ Αὐτομέδων τε καὶ Ἄλκιμος ἀμφιέποντες</l><l n="393">ζεύγνυον· ἀμφὶ δὲ καλὰ λέπαδνʼ ἕσαν, ἐν δὲ χαλινοὺς</l><l n="394">γαμφηλῇς ἔβαλον, κατὰ δʼ ἡνία τεῖναν ὀπίσσω</l><l n="395">κολλητὸν ποτὶ δίφρον. ὃ δὲ μάστιγα φαεινὴν</l><l n="396">χειρὶ λαβὼν ἀραρυῖαν ἐφʼ ἵπποιιν ἀνόρουσεν</l><l n="397">Αὐτομέδων· ὄπιθεν δὲ κορυσσάμενος βῆ Ἀχιλλεὺς</l><l n="398">τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ Ὑπερίων,</l><l n="399">σμερδαλέον δʼ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο·</l><q><l n="400">Ξάνθέ τε καὶ Βαλίε τηλεκλυτὰ τέκνα Ποδάργης</l><l n="401">ἄλλως δὴ φράζεσθε σαωσέμεν ἡνιοχῆα</l><l n="402">ἂψ Δαναῶν ἐς ὅμιλον ἐπεί χʼ ἕωμεν πολέμοιο,</l><l n="403">μηδʼ ὡς Πάτροκλον λίπετʼ αὐτόθι τεθνηῶτα.</l></q><l n="404"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπὸ ζυγόφι προσέφη πόδας αἰόλος ἵππος</l><l n="405">Ξάνθος, ἄφαρ δʼ ἤμυσε καρήατι· πᾶσα δὲ χαίτη</l><l n="406">ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν οὖδας ἵκανεν·</l><l n="407">αὐδήεντα δʼ ἔθηκε θεὰ λευκώλενος Ἥρη·</l><q><l n="408">καὶ λίην σʼ ἔτι νῦν γε σαώσομεν ὄβριμʼ Ἀχιλλεῦ·</l><l n="409">ἀλλά τοι ἐγγύθεν ἦμαρ ὀλέθριον· οὐδέ τοι ἡμεῖς</l><l n="410">αἴτιοι, ἀλλὰ θεός τε μέγας καὶ Μοῖρα κραταιή.</l><l n="411">οὐδὲ γὰρ ἡμετέρῃ βραδυτῆτί τε νωχελίῃ τε</l><l n="412">Τρῶες ἀπʼ ὤμοιιν Πατρόκλου τεύχεʼ ἕλοντο·</l><l n="413">ἀλλὰ θεῶν ὤριστος, ὃν ἠΰκομος τέκε Λητώ,</l><l n="414">ἔκτανʼ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε.</l><l n="415">νῶϊ δὲ καί κεν ἅμα πνοιῇ Ζεφύροιο θέοιμεν,</l><l n="416">ἥν περ ἐλαφροτάτην φάσʼ ἔμμεναι· ἀλλὰ σοὶ αὐτῷ</l><l n="417">μόρσιμόν ἐστι θεῷ τε καὶ ἀνέρι ἶφι δαμῆναι.</l></q><l n="418"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσαντος Ἐρινύες ἔσχεθον αὐδήν.</l><l n="419">τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="420">Ξάνθε τί μοι θάνατον μαντεύεαι; οὐδέ τί σε χρή.</l><l n="421">εὖ νυ τὸ οἶδα καὶ αὐτὸς ὅ μοι μόρος ἐνθάδʼ ὀλέσθαι</l><l n="422">νόσφι φίλου πατρὸς καὶ μητέρος· ἀλλὰ καὶ ἔμπης</l><l n="423">οὐ λήξω πρὶν Τρῶας ἅδην ἐλάσαι πολέμοιο.</l></q><l n="424"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἐν πρώτοις ἰάχων ἔχε μώνυχας ἵππους.</l></div><div type="textpart" subtype="Book" n="20"><milestone ed="p" n="1" unit="card"/><l n="1">ὣς οἳ μὲν παρὰ νηυσὶ κορωνίσι θωρήσσοντο</l><l n="2">ἀμφὶ σὲ Πηλέος υἱὲ μάχης ἀκόρητον Ἀχαιοί,</l><l n="3">Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο·</l><l n="4">Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς ἀγορὴν δὲ καλέσσαι</l><l n="5">κρατὸς ἀπʼ Οὐλύμποιο πολυπτύχου· ἣ δʼ ἄρα πάντῃ</l><l n="6">φοιτήσασα κέλευσε Διὸς πρὸς δῶμα νέεσθαι.</l><l n="7">οὔτέ τις οὖν ποταμῶν ἀπέην νόσφʼ Ὠκεανοῖο,</l><l n="8">οὔτʼ ἄρα νυμφάων αἵ τʼ ἄλσεα καλὰ νέμονται</l><l n="9">καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.</l><l n="10">ἐλθόντες δʼ ἐς δῶμα Διὸς νεφεληγερέταο</l><l n="11">ξεστῇς αἰθούσῃσιν ἐνίζανον, ἃς Διὶ πατρὶ</l><l n="12">Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσιν.</l><l n="13"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν Διὸς ἔνδον ἀγηγέρατʼ· οὐδʼ ἐνοσίχθων</l><l n="14">νηκούστησε θεᾶς, ἀλλʼ ἐξ ἁλὸς ἦλθε μετʼ αὐτούς,</l><l n="15">ἷζε δʼ ἄρʼ ἐν μέσσοισι, Διὸς δʼ ἐξείρετο βουλήν·</l><q><l n="16">τίπτʼ αὖτʼ ἀργικέραυνε θεοὺς ἀγορὴν δὲ κάλεσσας;</l><l n="17">ἦ τι περὶ Τρώων καὶ Ἀχαιῶν μερμηρίζεις;</l><l n="18">τῶν γὰρ νῦν ἄγχιστα μάχη πόλεμός τε δέδηε.</l></q><l n="19"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="20">ἔγνως ἐννοσίγαιε ἐμὴν ἐν στήθεσι βουλὴν</l><l n="21">ὧν ἕνεκα ξυνάγειρα· μέλουσί μοι ὀλλύμενοί περ.</l><l n="22">ἀλλʼ ἤτοι μὲν ἐγὼ μενέω πτυχὶ Οὐλύμποιο</l><l n="23">ἥμενος, ἔνθʼ ὁρόων φρένα τέρψομαι· οἳ δὲ δὴ ἄλλοι</l><l n="24">ἔρχεσθʼ ὄφρʼ ἂν ἵκησθε μετὰ Τρῶας καὶ Ἀχαιούς,</l><l n="25">ἀμφοτέροισι δʼ ἀρήγεθʼ ὅπῃ νόος ἐστὶν ἑκάστου.</l><l n="26">εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται</l><l n="27">οὐδὲ μίνυνθʼ ἕξουσι ποδώκεα Πηλεΐωνα.</l><l n="28">καὶ δέ τί μιν καὶ πρόσθεν ὑποτρομέεσκον ὁρῶντες·</l><l n="29">νῦν δʼ ὅτε δὴ καὶ θυμὸν ἑταίρου χώεται αἰνῶς</l><l n="30">δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξῃ.</l><milestone ed="p" n="30" unit="card"/></q><l n="31"><milestone ed="P" unit="para"/>ὣς ἔφατο Κρονίδης, πόλεμον δʼ ἀλίαστον ἔγειρε.</l><l n="32">βὰν δʼ ἴμεναι πόλεμον δὲ θεοὶ δίχα θυμὸν ἔχοντες·</l><l n="33">Ἥρη μὲν μετʼ ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνη</l><l n="34">ἠδὲ Ποσειδάων γαιήοχος ἠδʼ ἐριούνης</l><l n="35">Ἑρμείας, ὃς ἐπὶ φρεσὶ πευκαλίμῃσι κέκασται·</l><l n="36">Ἥφαιστος δʼ ἅμα τοῖσι κίε σθένεϊ βλεμεαίνων</l><l n="37">χωλεύων, ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.</l><l n="38">ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος, αὐτὰρ ἅμʼ αὐτῷ</l><l n="39">Φοῖβος ἀκερσεκόμης ἠδʼ Ἄρτεμις ἰοχέαιρα</l><l n="40">Λητώ τε Ξάνθός τε φιλομειδής τʼ Ἀφροδίτη.</l><l n="41"><milestone ed="P" unit="para"/>εἷος μέν ῥʼ ἀπάνευθε θεοὶ θνητῶν ἔσαν ἀνδρῶν,</l><l n="42">τεῖος Ἀχαιοὶ μὲν μέγα κύδανον, οὕνεκʼ Ἀχιλλεὺς</l><l n="43">ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς·</l><l n="44">Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον</l><l n="45">δειδιότας, ὅθʼ ὁρῶντο ποδώκεα Πηλεΐωνα</l><l n="46">τεύχεσι λαμπόμενον βροτολοιγῷ ἶσον Ἄρηϊ.</l><l n="47">αὐτὰρ ἐπεὶ μεθʼ ὅμιλον Ὀλύμπιοι ἤλυθον ἀνδρῶν,</l><l n="48">ὦρτο δʼ Ἔρις κρατερὴ λαοσσόος, αὖε δʼ Ἀθήνη</l><l n="49">στᾶσʼ ὁτὲ μὲν παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός,</l><l n="50">ἄλλοτʼ ἐπʼ ἀκτάων ἐριδούπων μακρὸν ἀΰτει.</l><l n="51">αὖε δʼ Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος</l><l n="52">ὀξὺ κατʼ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων,</l><l n="53">ἄλλοτε πὰρ Σιμόεντι θέων ἐπὶ Καλλικολώνῃ.</l><milestone ed="p" n="54" unit="card"/><l n="54"><milestone ed="P" unit="para"/>ὣς τοὺς ἀμφοτέρους μάκαρες θεοὶ ὀτρύνοντες</l><l n="55">σύμβαλον, ἐν δʼ αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν·</l><l n="56">δεινὸν δὲ βρόντησε πατὴρ ἀνδρῶν τε θεῶν τε</l><l n="57">ὑψόθεν· αὐτὰρ νέρθε Ποσειδάων ἐτίναξε</l><l n="58">γαῖαν ἀπειρεσίην ὀρέων τʼ αἰπεινὰ κάρηνα.</l><l n="59">πάντες δʼ ἐσσείοντο πόδες πολυπίδακος Ἴδης</l><l n="60">καὶ κορυφαί, Τρώων τε πόλις καὶ νῆες Ἀχαιῶν.</l><l n="61">ἔδεισεν δʼ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς,</l><l n="62">δείσας δʼ ἐκ θρόνου ἆλτο καὶ ἴαχε, μή οἱ ὕπερθε</l><l n="63">γαῖαν ἀναρρήξειε Ποσειδάων ἐνοσίχθων,</l><l n="64">οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη</l><l n="65">σμερδαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ·</l><l n="66">τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων.</l><l n="67">ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος</l><l n="68">ἵστατʼ Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα,</l><l n="69">ἄντα δʼ Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη·</l><l n="70">Ἥρῃ δʼ ἀντέστη χρυσηλάκατος κελαδεινὴ</l><l n="71">Ἄρτεμις ἰοχέαιρα κασιγνήτη ἑκάτοιο·</l><l n="72">Λητοῖ δʼ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς,</l><l n="73">ἄντα δʼ ἄρʼ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης,</l><l n="74">ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον.</l><l n="75"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν θεοὶ ἄντα θεῶν ἴσαν· αὐτὰρ Ἀχιλλεὺς</l><l n="76">Ἕκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλον</l><l n="77">Πριαμίδεω· τοῦ γάρ ῥα μάλιστά ἑ θυμὸς ἀνώγει</l><l n="78">αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.</l><l n="79">Αἰνείαν δʼ ἰθὺς λαοσσόος ὦρσεν Ἀπόλλων</l><l n="80">ἀντία Πηλεΐωνος, ἐνῆκε δέ οἱ μένος ἠΰ·</l><l n="81">υἱέϊ δὲ Πριάμοιο Λυκάονι εἴσατο φωνήν·</l><l n="82">τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·</l><q><l n="83">Αἰνεία Τρώων βουληφόρε ποῦ τοι ἀπειλαὶ</l><l n="84">ἃς Τρώων βασιλεῦσιν ὑπίσχεο οἰνοποτάζων</l><l n="85">Πηλεΐδεω Ἀχιλῆος ἐναντίβιον πολεμίξειν;</l></q><milestone ed="p" n="86" unit="card"/><l n="86"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Αἰνείας ἀπαμειβόμενος προσέειπε·</l><q><l n="87">Πριαμίδη τί με ταῦτα καὶ οὐκ ἐθέλοντα κελεύεις</l><l n="88">ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι;</l><l n="89">οὐ μὲν γὰρ νῦν πρῶτα ποδώκεος ἄντʼ Ἀχιλῆος</l><l n="90">στήσομαι, ἀλλʼ ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησεν</l><l n="91">ἐξ Ἴδης, ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσι,</l><l n="92">πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον· αὐτὰρ ἐμὲ Ζεὺς</l><l n="93">εἰρύσαθʼ, ὅς μοι ἐπῶρσε μένος λαιψηρά τε γοῦνα.</l><l n="94">ἦ κʼ ἐδάμην ὑπὸ χερσὶν Ἀχιλλῆος καὶ Ἀθήνης,</l><l n="95">ἥ οἱ πρόσθεν ἰοῦσα τίθει φάος ἠδʼ ἐκέλευεν</l><l n="96">ἔγχεϊ χαλκείῳ Λέλεγας καὶ Τρῶας ἐναίρειν.</l><l n="97">τὼ οὐκ ἔστʼ Ἀχιλῆος ἐναντίον ἄνδρα μάχεσθαι·</l><l n="98">αἰεὶ γὰρ πάρα εἷς γε θεῶν ὃς λοιγὸν ἀμύνει.</l><l n="99">καὶ δʼ ἄλλως τοῦ γʼ ἰθὺ βέλος πέτετʼ, οὐδʼ ἀπολήγει</l><l n="100">πρὶν χροὸς ἀνδρομέοιο διελθέμεν. εἰ δὲ θεός περ</l><l n="101">ἶσον τείνειεν πολέμου τέλος, οὔ κε μάλα ῥέα</l><l n="102">νικήσειʼ, οὐδʼ εἰ παγχάλκεος εὔχεται εἶναι.</l></q><l n="103"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·</l><q><l n="104">ἥρως ἀλλʼ ἄγε καὶ σὺ θεοῖς αἰειγενέτῃσιν</l><l n="105">εὔχεο· καὶ δὲ σέ φασι Διὸς κούρης Ἀφροδίτης</l><l n="106">ἐκγεγάμεν, κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστίν·</l><l n="107">ἣ μὲν γὰρ Διός ἐσθʼ, ἣ δʼ ἐξ ἁλίοιο γέροντος.</l><l n="108">ἀλλʼ ἰθὺς φέρε χαλκὸν ἀτειρέα, μηδέ σε πάμπαν</l><l n="109">λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ.</l><milestone ed="p" n="110" unit="card"/></q><l n="110"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν,</l><l n="111">βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.</l><l n="112">οὐδʼ ἔλαθʼ Ἀγχίσαο πάϊς λευκώλενον Ἥρην</l><l n="113">ἀντία Πηλεΐωνος ἰὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·</l><l n="114">ἣ δʼ ἄμυδις στήσασα θεοὺς μετὰ μῦθον ἔειπε·</l><q><l n="115">φράζεσθον δὴ σφῶϊ Ποσείδαον καὶ Ἀθήνη</l><l n="116">ἐν φρεσὶν ὑμετέρῃσιν, ὅπως ἔσται τάδε ἔργα.</l><l n="117">Αἰνείας ὅδʼ ἔβη κεκορυθμένος αἴθοπι χαλκῷ</l><l n="118">ἀντία Πηλεΐωνος, ἀνῆκε δὲ Φοῖβος Ἀπόλλων.</l><l n="119">ἀλλʼ ἄγεθʼ, ἡμεῖς πέρ μιν ἀποτρωπῶμεν ὀπίσσω</l><l n="120">αὐτόθεν· ἤ τις ἔπειτα καὶ ἡμείων Ἀχιλῆϊ</l><l n="121">παρσταίη, δοίη δὲ κράτος μέγα, μηδέ τι θυμῷ</l><l n="122">δευέσθω, ἵνα εἰδῇ ὅ μιν φιλέουσιν ἄριστοι</l><l n="123">ἀθανάτων, οἳ δʼ αὖτʼ ἀνεμώλιοι οἳ τὸ πάρος περ</l><l n="124">Τρωσὶν ἀμύνουσιν πόλεμον καὶ δηϊοτῆτα.</l><l n="125">πάντες δʼ Οὐλύμποιο κατήλθομεν ἀντιόωντες</l><l n="126">τῆσδε μάχης, ἵνα μή τι μετὰ Τρώεσσι πάθῃσι</l><l n="127">σήμερον· ὕστερον αὖτε τὰ πείσεται ἅσσά οἱ αἶσα</l><l n="128">γιγνομένῳ ἐπένησε λίνῳ ὅτε μιν τέκε μήτηρ.</l><l n="129">εἰ δʼ Ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκ πεύσεται ὀμφῆς</l><l n="130">δείσετʼ ἔπειθʼ, ὅτε κέν τις ἐναντίβιον θεὸς ἔλθῃ</l><l n="131">ἐν πολέμῳ· χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.</l></q><l n="132"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·</l><q><l n="133">Ἥρη μὴ χαλέπαινε παρʼ ἐκ νόον· οὐδέ τί σε χρή.</l><l n="134">οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσσαι</l><l n="135">ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν·</l><l n="136">ἀλλʼ ἡμεῖς μὲν ἔπειτα καθεζώμεσθα κιόντες</l><l n="137">ἐκ πάτου ἐς σκοπιήν, πόλεμος δʼ ἄνδρεσσι μελήσει.</l><l n="138">εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων,</l><l n="139">ἢ Ἀχιλῆʼ ἴσχωσι καὶ οὐκ εἰῶσι μάχεσθαι,</l><l n="140">αὐτίκʼ ἔπειτα καὶ ἄμμι παρʼ αὐτόθι νεῖκος ὀρεῖται</l><l n="141">φυλόπιδος· μάλα δʼ ὦκα διακρινθέντας ὀΐω</l><l n="142">ἂψ ἴμεν Οὔλυμπον δὲ θεῶν μεθʼ ὁμήγυριν ἄλλων</l><l n="143">ἡμετέρῃς ὑπὸ χερσὶν ἀναγκαίηφι δαμέντας.</l><milestone ed="p" n="144" unit="card"/></q><l n="144"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἡγήσατο κυανοχαίτης</l><l n="145">τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο</l><l n="146">ὑψηλόν, τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη</l><l n="147">ποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο,</l><l n="148">ὁππότε μιν σεύαιτο ἀπʼ ἠϊόνος πεδίον δέ.</l><l n="149">ἔνθα Ποσειδάων κατʼ ἄρʼ ἕζετο καὶ θεοὶ ἄλλοι,</l><l n="150">ἀμφὶ δʼ ἄρʼ ἄρρηκτον νεφέλην ὤμοισιν ἕσαντο·</l><l n="151">οἳ δʼ ἑτέρωσε καθῖζον ἐπʼ ὀφρύσι Καλλικολώνης</l><l n="152">ἀμφὶ σὲ ἤϊε Φοῖβε καὶ Ἄρηα πτολίπορθον.</l><l n="153"><milestone ed="P" unit="para"/>ὣς οἳ μέν ῥʼ ἑκάτερθε καθήατο μητιόωντες</l><l n="154">βουλάς· ἀρχέμεναι δὲ δυσηλεγέος πολέμοιο</l><l n="155">ὄκνεον ἀμφότεροι, Ζεὺς δʼ ἥμενος ὕψι κέλευε.</l><l n="156"><milestone ed="P" unit="para"/>τῶν δʼ ἅπαν ἐπλήσθη πεδίον καὶ λάμπετο χαλκῷ</l><l n="157">ἀνδρῶν ἠδʼ ἵππων· κάρκαιρε δὲ γαῖα πόδεσσιν</l><l n="158">ὀρνυμένων ἄμυδις. δύο δʼ ἀνέρες ἔξοχʼ ἄριστοι</l><l n="159">ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι</l><l n="160">Αἰνείας τʼ Ἀγχισιάδης καὶ δῖος Ἀχιλλεύς.</l><l n="161">Αἰνείας δὲ πρῶτος ἀπειλήσας ἐβεβήκει</l><l n="162">νευστάζων κόρυθι βριαρῇ· ἀτὰρ ἀσπίδα θοῦριν</l><l n="163">πρόσθεν ἔχε στέρνοιο, τίνασσε δὲ χάλκεον ἔγχος.</l><l n="164">Πηλεΐδης δʼ ἑτέρωθεν ἐναντίον ὦρτο λέων ὣς</l><l n="165">σίντης, ὅν τε καὶ ἄνδρες ἀποκτάμεναι μεμάασιν</l><l n="166">ἀγρόμενοι πᾶς δῆμος· ὃ δὲ πρῶτον μὲν ἀτίζων</l><l n="167">ἔρχεται, ἀλλʼ ὅτε κέν τις ἀρηϊθόων αἰζηῶν</l><l n="168">δουρὶ βάλῃ ἐάλη τε χανών, περί τʼ ἀφρὸς ὀδόντας</l><l n="169">γίγνεται, ἐν δέ τέ οἱ κραδίῃ στένει ἄλκιμον ἦτορ,</l><l n="170">οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν</l><l n="171">μαστίεται, ἑὲ δʼ αὐτὸν ἐποτρύνει μαχέσασθαι,</l><l n="172">γλαυκιόων δʼ ἰθὺς φέρεται μένει, ἤν τινα πέφνῃ</l><l n="173">ἀνδρῶν, ἢ αὐτὸς φθίεται πρώτῳ ἐν ὁμίλῳ·</l><l n="174">ὣς Ἀχιλῆʼ ὄτρυνε μένος καὶ θυμὸς ἀγήνωρ</l><l n="175">ἀντίον ἐλθέμεναι μεγαλήτορος Αἰνείαο.</l><milestone ed="p" n="176" unit="card"/><l n="176">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,</l><l n="177">τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·</l><q><l n="178">Αἰνεία τί σὺ τόσσον ὁμίλου πολλὸν ἐπελθὼν</l><l n="179">ἔστης; ἦ σέ γε θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει</l><l n="180">ἐλπόμενον Τρώεσσιν ἀνάξειν ἱπποδάμοισι</l><l n="181">τιμῆς τῆς Πριάμου; ἀτὰρ εἴ κεν ἔμʼ ἐξεναρίξῃς,</l><l n="182">οὔ τοι τοὔνεκά γε Πρίαμος γέρας ἐν χερὶ θήσει·</l><l n="183">εἰσὶν γάρ οἱ παῖδες, ὃ δʼ ἔμπεδος οὐδʼ ἀεσίφρων.</l><l n="184">ἦ νύ τί τοι Τρῶες τέμενος τάμον ἔξοχον ἄλλων</l><l n="185">καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμηαι</l><l n="186">αἴ κεν ἐμὲ κτείνῃς; χαλεπῶς δέ σʼ ἔολπα τὸ ῥέξειν.</l><l n="187">ἤδη μὲν σέ γέ φημι καὶ ἄλλοτε δουρὶ φοβῆσαι.</l><l n="188">ἦ οὐ μέμνῃ ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντα</l><l n="189">σεῦα κατʼ Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσι</l><l n="190">καρπαλίμως; τότε δʼ οὔ τι μετατροπαλίζεο φεύγων.</l><l n="191">ἔνθεν δʼ ἐς Λυρνησσὸν ὑπέκφυγες· αὐτὰρ ἐγὼ τὴν</l><l n="192">πέρσα μεθορμηθεὶς σὺν Ἀθήνῃ καὶ Διὶ πατρί,</l><l n="193">ληϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας</l><l n="194">ἦγον· ἀτὰρ σὲ Ζεὺς ἐρρύσατο καὶ θεοὶ ἄλλοι.</l><l n="195">ἀλλʼ οὐ νῦν ἐρύεσθαι ὀΐομαι, ὡς ἐνὶ θυμῷ</l><l n="196">βάλλεαι· ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κελεύω</l><l n="197">ἐς πληθὺν ἰέναι, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο,</l><l n="198">πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.</l></q><milestone ed="p" n="199" unit="card"/><l n="199"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Αἰνείας ἀπαμείβετο φώνησέν τε·</l><q><l n="200">Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς</l><l n="201">ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς</l><l n="202">ἠμὲν κερτομίας ἠδʼ αἴσυλα μυθήσασθαι.</l><l n="203">ἴδμεν δʼ ἀλλήλων γενεήν, ἴδμεν δὲ τοκῆας</l><l n="204">πρόκλυτʼ ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων·</l><l n="205">ὄψει δʼ οὔτʼ ἄρ πω σὺ ἐμοὺς ἴδες οὔτʼ ἄρʼ ἐγὼ σούς.</l><l n="206">φασὶ σὲ μὲν Πηλῆος ἀμύμονος ἔκγονον εἶναι,</l><l n="207">μητρὸς δʼ ἐκ Θέτιδος καλλιπλοκάμου ἁλοσύδνης·</l><l n="208">αὐτὰρ ἐγὼν υἱὸς μεγαλήτορος Ἀγχίσαο</l><l n="209">εὔχομαι ἐκγεγάμεν, μήτηρ δέ μοί ἐστʼ Ἀφροδίτη·</l><l n="210">τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονται</l><l n="211">σήμερον· οὐ γάρ φημʼ ἐπέεσσί γε νηπυτίοισιν</l><l n="212">ὧδε διακρινθέντε μάχης ἐξαπονέεσθαι.</l><l n="213">εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇς</l><l n="214">ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασι·</l><l n="215">Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς,</l><l n="216">κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔ πω Ἴλιος ἱρὴ</l><l n="217">ἐν πεδίῳ πεπόλιστο πόλις μερόπων ἀνθρώπων,</l><l n="218">ἀλλʼ ἔθʼ ὑπωρείας ᾤκεον πολυπίδακος Ἴδης.</l><l n="219">Δάρδανος αὖ τέκεθʼ υἱὸν Ἐριχθόνιον βασιλῆα,</l><l n="220">ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων·</l><l n="221">τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο</l><l n="222">θήλειαι, πώλοισιν ἀγαλλόμεναι ἀταλῇσι.</l><l n="223">τάων καὶ Βορέης ἠράσσατο βοσκομενάων,</l><l n="224">ἵππῳ δʼ εἰσάμενος παρελέξατο κυανοχαίτῃ·</l><l n="225">αἳ δʼ ὑποκυσάμεναι ἔτεκον δυοκαίδεκα πώλους.</l><l n="226">αἳ δʼ ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν,</l><l n="227">ἄκρον ἐπʼ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων·</l><l n="228">ἀλλʼ ὅτε δὴ σκιρτῷεν ἐπʼ εὐρέα νῶτα θαλάσσης,</l><l n="229">ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον.</l><l n="230">Τρῶα δʼ Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα·</l><l n="231">Τρωὸς δʼ αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο</l><l n="232">Ἶλός τʼ Ἀσσάρακός τε καὶ ἀντίθεος Γανυμήδης,</l><l n="233">ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων·</l><l n="234">τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν</l><l n="235">κάλλεος εἵνεκα οἷο ἵνʼ ἀθανάτοισι μετείη.</l><l n="236">Ἶλος δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Λαομέδοντα·</l><l n="237">Λαομέδων δʼ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε</l><l n="238">Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος·</l><l n="239">Ἀσσάρακος δὲ Κάπυν, ὃ δʼ ἄρʼ Ἀγχίσην τέκε παῖδα·</l><l n="240">αὐτὰρ ἔμʼ Ἀγχίσης, Πρίαμος δʼ ἔτεχʼ Ἕκτορα δῖον.</l><l n="241">ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.</l><milestone ed="p" n="242" unit="card"/><l n="242">Ζεὺς δʼ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε</l><l n="243">ὅππως κεν ἐθέλῃσιν· ὃ γὰρ κάρτιστος ἁπάντων.</l><l n="244">ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς</l><l n="245">ἑσταότʼ ἐν μέσσῃ ὑσμίνῃ δηϊοτῆτος.</l><l n="246">ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι</l><l n="247">πολλὰ μάλʼ, οὐδʼ ἂν νηῦς ἑκατόζυγος ἄχθος ἄροιτο.</l><l n="248">στρεπτὴ δὲ γλῶσσʼ ἐστὶ βροτῶν, πολέες δʼ ἔνι μῦθοι</l><l n="249">παντοῖοι, ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα.</l><l n="250">ὁπποῖόν κʼ εἴπῃσθα ἔπος, τοῖόν κʼ ἐπακούσαις.</l><l n="251">ἀλλὰ τί ἢ ἔριδας καὶ νείκεα νῶϊν ἀνάγκη</l><l n="252">νεικεῖν ἀλλήλοισιν ἐναντίον ὥς τε γυναῖκας,</l><l n="253">αἵ τε χολωσάμεναι ἔριδος πέρι θυμοβόροιο</l><l n="254">νεικεῦσʼ ἀλλήλῃσι μέσην ἐς ἄγυιαν ἰοῦσαι</l><l n="255">πόλλʼ ἐτεά τε καὶ οὐκί· χόλος δέ τε καὶ τὰ κελεύει.</l><l n="256">ἀλκῆς δʼ οὔ μʼ ἐπέεσσιν ἀποτρέψεις μεμαῶτα</l><l n="257">πρὶν χαλκῷ μαχέσασθαι ἐναντίον· ἀλλʼ ἄγε θᾶσσον</l><l n="258">γευσόμεθʼ ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν.</l></q><l n="259"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἐν δεινῷ σάκει ἤλασεν ὄβριμον ἔγχος</l><l n="260">σμερδαλέῳ· μέγα δʼ ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκῇ.</l><l n="261">Πηλεΐδης δὲ σάκος μὲν ἀπὸ ἕο χειρὶ παχείῃ</l><l n="262">ἔσχετο ταρβήσας· φάτο γὰρ δολιχόσκιον ἔγχος</l><l n="263">ῥέα διελεύσεσθαι μεγαλήτορος Αἰνείαο</l><l n="264">νήπιος, οὐδʼ ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸν</l><l n="265">ὡς οὐ ῥηΐδιʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα</l><l n="266">ἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐδʼ ὑποείκειν.</l><l n="267">οὐδὲ τότʼ Αἰνείαο δαΐφρονος ὄβριμον ἔγχος</l><l n="268">ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε, δῶρα θεοῖο·</l><l n="269">ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύχας, αἳ δʼ ἄρʼ ἔτι τρεῖς</l><l n="270">ἦσαν, ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων,</l><l n="271">τὰς δύο χαλκείας, δύο δʼ ἔνδοθι κασσιτέροιο,</l><l n="272">τὴν δὲ μίαν χρυσῆν, τῇ ῥʼ ἔσχετο μείλινον ἔγχος.</l><milestone ed="p" n="273" unit="card"/><l n="273"><milestone ed="P" unit="para"/>δεύτερος αὖτʼ Ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος,</l><l n="274">καὶ βάλεν Αἰνείαο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην</l><l n="275">ἄντυγʼ ὕπο πρώτην, ᾗ λεπτότατος θέε χαλκός,</l><l n="276">λεπτοτάτη δʼ ἐπέην ῥινὸς βοός· ἣ δὲ διὰ πρὸ</l><l n="277">Πηλιὰς ἤϊξεν μελίη, λάκε δʼ ἀσπὶς ὑπʼ αὐτῆς.</l><l n="278">Αἰνείας δʼ ἐάλη καὶ ἀπὸ ἕθεν ἀσπίδʼ ἀνέσχε</l><l n="279">δείσας· ἐγχείη δʼ ἄρʼ ὑπὲρ νώτου ἐνὶ γαίῃ</l><l n="280">ἔστη ἱεμένη, διὰ δʼ ἀμφοτέρους ἕλε κύκλους</l><l n="281">ἀσπίδος ἀμφιβρότης· ὃ δʼ ἀλευάμενος δόρυ μακρὸν</l><l n="282">ἔστη, κὰδ δʼ ἄχος οἱ χύτο μυρίον ὀφθαλμοῖσι,</l><l n="283">ταρβήσας ὅ οἱ ἄγχι πάγη βέλος. αὐτὰρ Ἀχιλλεὺς</l><l n="284">ἐμμεμαὼς ἐπόρουσεν ἐρυσσάμενος ξίφος ὀξὺ</l><l n="285">σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶ</l><l n="286">Αἰνείας, μέγα ἔργον, ὃ οὐ δύο γʼ ἄνδρε φέροιεν,</l><l n="287">οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.</l><l n="288">ἔνθά κεν Αἰνείας μὲν ἐπεσσύμενον βάλε πέτρῳ</l><l n="289">ἢ κόρυθʼ ἠὲ σάκος, τό οἱ ἤρκεσε λυγρὸν ὄλεθρον,</l><l n="290">τὸν δέ κε Πηλεΐδης σχεδὸν ἄορι θυμὸν ἀπηύρα,</l><l n="291">εἰ μὴ ἄρʼ ὀξὺ νόησε Ποσειδάων ἐνοσίχθων·</l><l n="292">αὐτίκα δʼ ἀθανάτοισι θεοῖς μετὰ μῦθον ἔειπεν·</l><q><l n="293">ὢ πόποι ἦ μοι ἄχος μεγαλήτορος Αἰνείαο,</l><l n="294">ὃς τάχα Πηλεΐωνι δαμεὶς Ἄϊδος δὲ κάτεισι</l><l n="295">πειθόμενος μύθοισιν Ἀπόλλωνος ἑκάτοιο</l><l n="296">νήπιος, οὐδέ τί οἱ χραισμήσει λυγρὸν ὄλεθρον.</l><l n="297">ἀλλὰ τί ἢ νῦν οὗτος ἀναίτιος ἄλγεα πάσχει</l><l n="298">μὰψ ἕνεκʼ ἀλλοτρίων ἀχέων, κεχαρισμένα δʼ αἰεὶ</l><l n="299">δῶρα θεοῖσι δίδωσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;</l><l n="300">ἀλλʼ ἄγεθʼ ἡμεῖς πέρ μιν ὑπὲκ θανάτου ἀγάγωμεν,</l><l n="301">μή πως καὶ Κρονίδης κεχολώσεται, αἴ κεν Ἀχιλλεὺς</l><l n="302">τόνδε κατακτείνῃ· μόριμον δέ οἵ ἐστʼ ἀλέασθαι,</l><l n="303">ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληται</l><l n="304">Δαρδάνου, ὃν Κρονίδης περὶ πάντων φίλατο παίδων</l><l n="305">οἳ ἕθεν ἐξεγένοντο γυναικῶν τε θνητάων.</l><l n="306">ἤδη γὰρ Πριάμου γενεὴν ἔχθηρε Κρονίων·</l><l n="307">νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει</l><l n="308">καὶ παίδων παῖδες, τοί κεν μετόπισθε γένωνται.</l><milestone ed="p" n="309" unit="card"/></q><l n="309"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·</l><q><l n="310">ἐννοσίγαιʼ, αὐτὸς σὺ μετὰ φρεσὶ σῇσι νόησον</l><l n="311">Αἰνείαν ἤ κέν μιν ἐρύσσεαι ἦ κεν ἐάσῃς</l><l n="312">Πηλεΐδῃ Ἀχιλῆϊ δαμήμεναι, ἐσθλὸν ἐόντα.</l><l n="313">ἤτοι μὲν γὰρ νῶϊ πολέας ὠμόσσαμεν ὅρκους</l><l n="314">πᾶσι μετʼ ἀθανάτοισιν ἐγὼ καὶ Παλλὰς Ἀθήνη</l><l n="315">μή ποτʼ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,</l><l n="316">μηδʼ ὁπότʼ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται</l><l n="317">καιομένη, καίωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν.</l></q><l n="318"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε Ποσειδάων ἐνοσίχθων,</l><l n="319">βῆ ῥʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων,</l><l n="320">ἷξε δʼ ὅθʼ Αἰνείας ἠδʼ ὃ κλυτὸς ἦεν Ἀχιλλεύς.</l><l n="321">αὐτίκα τῷ μὲν ἔπειτα κατʼ ὀφθαλμῶν χέεν ἀχλὺν</l><l n="322">Πηλεΐδῃ Ἀχιλῆϊ· ὃ δὲ μελίην εὔχαλκον</l><l n="323">ἀσπίδος ἐξέρυσεν μεγαλήτορος Αἰνείαο·</l><l n="324">καὶ τὴν μὲν προπάροιθε ποδῶν Ἀχιλῆος ἔθηκεν,</l><l n="325">Αἰνείαν δʼ ἔσσευεν ἀπὸ χθονὸς ὑψόσʼ ἀείρας.</l><l n="326">πολλὰς δὲ στίχας ἡρώων, πολλὰς δὲ καὶ ἵππων</l><l n="327">Αἰνείας ὑπερᾶλτο θεοῦ ἀπὸ χειρὸς ὀρούσας,</l><l n="328">ἷξε δʼ ἐπʼ ἐσχατιὴν πολυάϊκος πολέμοιο,</l><l n="329">ἔνθά τε Καύκωνες πόλεμον μέτα θωρήσσοντο.</l><l n="330">τῷ δὲ μάλʼ ἐγγύθεν ἦλθε Ποσειδάων ἐνοσίχθων,</l><l n="331">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="332">Αἰνεία, τίς σʼ ὧδε θεῶν ἀτέοντα κελεύει</l><l n="333">ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι,</l><l n="334">ὃς σεῦ ἅμα κρείσσων καὶ φίλτερος ἀθανάτοισιν;</l><l n="335">ἀλλʼ ἀναχωρῆσαι ὅτε κεν συμβλήσεαι αὐτῷ,</l><l n="336">μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος εἰσαφίκηαι.</l><l n="337">αὐτὰρ ἐπεί κʼ Ἀχιλεὺς θάνατον καὶ πότμον ἐπίσπῃ,</l><l n="338">θαρσήσας δὴ ἔπειτα μετὰ πρώτοισι μάχεσθαι·</l><l n="339">οὐ μὲν γάρ τίς σʼ ἄλλος Ἀχαιῶν ἐξεναρίξει.</l><milestone ed="p" n="340" unit="card"/></q><l n="340"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν λίπεν αὐτόθʼ, ἐπεὶ διεπέφραδε πάντα.</l><l n="341">αἶψα δʼ ἔπειτʼ Ἀχιλῆος ἀπʼ ὀφθαλμῶν σκέδασʼ ἀχλὺν</l><l n="342">θεσπεσίην· ὃ δʼ ἔπειτα μέγʼ ἔξιδεν ὀφθαλμοῖσιν,</l><l n="343">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q><l n="344">ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·</l><l n="345">ἔγχος μὲν τόδε κεῖται ἐπὶ χθονός, οὐδέ τι φῶτα</l><l n="346">λεύσσω, τῷ ἐφέηκα κατακτάμεναι μενεαίνων.</l><l n="347">ἦ ῥα καὶ Αἰνείας φίλος ἀθανάτοισι θεοῖσιν</l><l n="348">ἦεν· ἀτάρ μιν ἔφην μὰψ αὔτως εὐχετάασθαι.</l><l n="349">ἐρρέτω· οὔ οἱ θυμὸς ἐμεῦ ἔτι πειρηθῆναι</l><l n="350">ἔσσεται, ὃς καὶ νῦν φύγεν ἄσμενος ἐκ θανάτοιο.</l><l n="351">ἀλλʼ ἄγε δὴ Δαναοῖσι φιλοπτολέμοισι κελεύσας</l><l n="352">τῶν ἄλλων Τρώων πειρήσομαι ἀντίος ἐλθών.</l></q><l n="353"><milestone ed="P" unit="para"/>ἦ, καὶ ἐπὶ στίχας ἆλτο, κέλευε δὲ φωτὶ ἑκάστῳ·</l><q><l n="354">μηκέτι νῦν Τρώων ἑκὰς ἕστατε δῖοι Ἀχαιοί,</l><l n="355">ἀλλʼ ἄγʼ ἀνὴρ ἄντʼ ἀνδρὸς ἴτω, μεμάτω δὲ μάχεσθαι.</l><l n="356">ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι</l><l n="357">τοσσούσδʼ ἀνθρώπους ἐφέπειν καὶ πᾶσι μάχεσθαι·</l><l n="358">οὐδέ κʼ Ἄρης, ὅς περ θεὸς ἄμβροτος, οὐδέ κʼ Ἀθήνη</l><l n="359">τοσσῆσδʼ ὑσμίνης ἐφέποι στόμα καὶ πονέοιτο·</l><l n="360">ἀλλʼ ὅσσον μὲν ἐγὼ δύναμαι χερσίν τε ποσίν τε</l><l n="361">καὶ σθένει, οὔ μʼ ἔτι φημὶ μεθησέμεν οὐδʼ ἠβαιόν,</l><l n="362">ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερές, οὐδέ τινʼ οἴω</l><l n="363">Τρώων χαιρήσειν, ὅς τις σχεδὸν ἔγχεος ἔλθῃ.</l></q><l n="364"><milestone ed="P" unit="para"/>ὣς φάτʼ ἐποτρύνων· Τρώεσσι δὲ φαίδιμος Ἕκτωρ</l><l n="365">κέκλεθʼ ὁμοκλήσας, φάτο δʼ ἴμεναι ἄντʼ Ἀχιλῆος·</l><q><l n="366">Τρῶες ὑπέρθυμοι μὴ δείδιτε Πηλεΐωνα.</l><l n="367">καί κεν ἐγὼ ἐπέεσσι καὶ ἀθανάτοισι μαχοίμην,</l><l n="368">ἔγχεϊ δʼ ἀργαλέον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσιν.</l><l n="369">οὐδʼ Ἀχιλεὺς πάντεσσι τέλος μύθοις ἐπιθήσει,</l><l n="370">ἀλλὰ τὸ μὲν τελέει, τὸ δὲ καὶ μεσσηγὺ κολούει.</l><l n="371">τοῦ δʼ ἐγὼ ἀντίος εἶμι καὶ εἰ πυρὶ χεῖρας ἔοικεν,</l><l n="372">εἰ πυρὶ χεῖρας ἔοικε, μένος δʼ αἴθωνι σιδήρῳ.</l><milestone ed="p" n="373" unit="card"/></q><l n="373"><milestone ed="P" unit="para"/>ὣς φάτʼ ἐποτρύνων, οἳ δʼ ἀντίοι ἔγχεʼ ἄειραν</l><l n="374">Τρῶες· τῶν δʼ ἄμυδις μίχθη μένος, ὦρτο δʼ ἀϋτή.</l><l n="375">καὶ τότʼ ἄρʼ Ἕκτορα εἶπε παραστὰς Φοῖβος Ἀπόλλων·</l><q><l n="376">Ἕκτορ μηκέτι πάμπαν Ἀχιλλῆϊ προμάχιζε,</l><l n="377">ἀλλὰ κατὰ πληθύν τε καὶ ἐκ φλοίσβοιο δέδεξο,</l><l n="378">μή πώς σʼ ἠὲ βάλῃ ἠὲ σχεδὸν ἄορι τύψῃ.</l></q><l n="379"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτις ἐδύσετο οὐλαμὸν ἀνδρῶν</l><l n="380">ταρβήσας, ὅτʼ ἄκουσε θεοῦ ὄπα φωνήσαντος.</l><l n="381">ἐν δʼ Ἀχιλεὺς Τρώεσσι θόρε φρεσὶν εἱμένος ἀλκὴν</l><l n="382">σμερδαλέα ἰάχων, πρῶτον δʼ ἕλεν Ἰφιτίωνα</l><l n="383">ἐσθλὸν Ὀτρυντεΐδην πολέων ἡγήτορα λαῶν,</l><l n="384">ὃν νύμφη τέκε νηῒς Ὀτρυντῆϊ πτολιπόρθῳ</l><l n="385">Τμώλῳ ὕπο νιφόεντι Ὕδης ἐν πίονι δήμῳ·</l><l n="386">τὸν δʼ ἰθὺς μεμαῶτα βάλʼ ἔγχεϊ δῖος Ἀχιλλεὺς</l><l n="387">μέσσην κὰκ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη,</l><l n="388">δούπησεν δὲ πεσών, ὃ δʼ ἐπεύξατο δῖος Ἀχιλλεύς·</l><q><l n="389">κεῖσαι Ὀτρυντεΐδη πάντων ἐκπαγλότατʼ ἀνδρῶν·</l><l n="390">ἐνθάδε τοι θάνατος, γενεὴ δέ τοί ἐστʼ ἐπὶ λίμνῃ</l><l n="391">Γυγαίῃ, ὅθι τοι τέμενος πατρώϊόν ἐστιν</l><l n="392">Ὕλλῳ ἐπʼ ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι.</l></q><l n="393"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος, τὸν δὲ σκότος ὄσσε κάλυψε.</l><l n="394">τὸν μὲν Ἀχαιῶν ἵπποι ἐπισσώτροις δατέοντο</l><l n="395">πρώτῃ ἐν ὑσμίνῃ· ὃ δʼ ἐπʼ αὐτῷ Δημολέοντα</l><l n="396">ἐσθλὸν ἀλεξητῆρα μάχης Ἀντήνορος υἱὸν</l><l n="397">νύξε κατὰ κρόταφον, κυνέης διὰ χαλκοπαρῄου.</l><l n="398">οὐδʼ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διʼ αὐτῆς</l><l n="399">αἰχμὴ ἱεμένη ῥῆξʼ ὀστέον, ἐγκέφαλος δὲ</l><l n="400">ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα.</l><l n="401">Ἱπποδάμαντα δʼ ἔπειτα καθʼ ἵππων ἀΐξαντα</l><l n="402">πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρί.</l><l n="403">αὐτὰρ ὃ θυμὸν ἄϊσθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦρος</l><l n="404">ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα</l><l n="405">κούρων ἑλκόντων· γάνυται δέ τε τοῖς ἐνοσίχθων·</l><l n="406">ὣς ἄρα τόν γʼ ἐρυγόντα λίπʼ ὀστέα θυμὸς ἀγήνωρ·</l><l n="407">αὐτὰρ ὃ βῆ σὺν δουρὶ μετʼ ἀντίθεον Πολύδωρον</l><l n="408">Πριαμίδην. τὸν δʼ οὔ τι πατὴρ εἴασκε μάχεσθαι,</l><l n="409">οὕνεκά οἱ μετὰ παισὶ νεώτατος ἔσκε γόνοιο,</l><l n="410">καί οἱ φίλτατος ἔσκε, πόδεσσι δὲ πάντας ἐνίκα</l><l n="411">δὴ τότε νηπιέῃσι ποδῶν ἀρετὴν ἀναφαίνων</l><l n="412">θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν.</l><l n="413">τὸν βάλε μέσσον ἄκοντι ποδάρκης δῖος Ἀχιλλεὺς</l><l n="414">νῶτα παραΐσσοντος, ὅθι ζωστῆρος ὀχῆες</l><l n="415">χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ·</l><l n="416">ἀντικρὺ δὲ διέσχε παρʼ ὀμφαλὸν ἔγχεος αἰχμή,</l><l n="417">γνὺξ δʼ ἔριπʼ οἰμώξας, νεφέλη δέ μιν ἀμφεκάλυψε</l><l n="418">κυανέη, προτὶ οἷ δʼ ἔλαβʼ ἔντερα χερσὶ λιασθείς.</l><milestone ed="p" n="419" unit="card"/><l n="419"><milestone ed="P" unit="para"/>Ἕκτωρ δʼ ὡς ἐνόησε κασίγνητον Πολύδωρον</l><l n="420">ἔντερα χερσὶν ἔχοντα λιαζόμενον ποτὶ γαίη</l><l n="421">κάρ ῥά οἱ ὀφθαλμῶν κέχυτʼ ἀχλύς· οὐδʼ ἄρʼ ἔτʼ ἔτλη</l><l n="422">δηρὸν ἑκὰς στρωφᾶσθʼ, ἀλλʼ ἀντίος ἦλθʼ Ἀχιλῆϊ</l><l n="423">ὀξὺ δόρυ κραδάων φλογὶ εἴκελος· αὐτὰρ Ἀχιλλεὺς</l><l n="424">ὡς εἶδʼ, ὣς ἀνεπᾶλτο, καὶ εὐχόμενος ἔπος ηὔδα·</l><q><l n="425">ἐγγὺς ἀνὴρ ὃς ἐμόν γε μάλιστʼ ἐσεμάσσατο θυμόν,</l><l n="426">ὅς μοι ἑταῖρον ἔπεφνε τετιμένον· οὐδʼ ἂν ἔτι δὴν</l><l n="427">ἀλλήλους πτώσσοιμεν ἀνὰ πτολέμοιο γεφύρας.</l></q><l n="428"><milestone ed="P" unit="para"/>ἦ, καὶ ὑπόδρα ἰδὼν προσεφώνεεν Ἕκτορα δῖον·</l><q><l n="429">ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι.</l></q><l n="430"><milestone ed="P" unit="para"/>τὸν δʼ οὐ ταρβήσας προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="431">Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς</l><l n="432">ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς</l><l n="433">ἠμὲν κερτομίας ἠδʼ αἴσυλα μυθήσασθαι.</l><l n="434">οἶδα δʼ ὅτι σὺ μὲν ἐσθλός, ἐγὼ δὲ σέθεν πολὺ χείρων.</l><l n="435">ἀλλʼ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,</l><l n="436">αἴ κέ σε χειρότερός περ ἐὼν ἀπὸ θυμὸν ἕλωμαι</l><l n="437">δουρὶ βαλών, ἐπεὶ ἦ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν.</l></q><l n="438"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δόρυ, καὶ τό γʼ Ἀθήνη</l><l n="439">πνοιῇ Ἀχιλλῆος πάλιν ἔτραπε κυδαλίμοιο</l><l n="440">ἦκα μάλα ψύξασα· τὸ δʼ ἂψ ἵκεθʼ Ἕκτορα δῖον,</l><l n="441">αὐτοῦ δὲ προπάροιθε ποδῶν πέσεν. αὐτὰρ Ἀχιλλεὺς</l><l n="442">ἐμμεμαὼς ἐπόρουσε κατακτάμεναι μενεαίνων,</l><l n="443">σμερδαλέα ἰάχων· τὸν δʼ ἐξήρπαξεν Ἀπόλλων</l><l n="444">ῥεῖα μάλʼ ὥς τε θεός, ἐκάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ.</l><l n="445">τρὶς μὲν ἔπειτʼ ἐπόρουσε ποδάρκης δῖος Ἀχιλλεὺς</l><l n="446">ἔγχεϊ χαλκείῳ, τρὶς δʼ ἠέρα τύψε βαθεῖαν.</l><l n="447">ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,</l><l n="448">δεινὰ δʼ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="449">ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι</l><l n="450">ἦλθε κακόν· νῦν αὖτέ σʼ ἐρύσατο Φοῖβος Ἀπόλλων,</l><l n="451">ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.</l><l n="452">ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,</l><l n="453">εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.</l><l n="454">νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.</l><milestone ed="p" n="455" unit="card"/></q><l n="455"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν Δρύοπʼ οὖτα κατʼ αὐχένα μέσσον ἄκοντι·</l><l n="456">ἤριπε δὲ προπάροιθε ποδῶν· ὃ δὲ τὸν μὲν ἔασε,</l><l n="457">Δημοῦχον δὲ Φιλητορίδην ἠΰν τε μέγαν τε</l><l n="458">κὰγ γόνυ δουρὶ βαλὼν ἠρύκακε. τὸν μὲν ἔπειτα</l><l n="459">οὐτάζων ξίφεϊ μεγάλῳ ἐξαίνυτο θυμόν·</l><l n="460">αὐτὰρ ὃ Λαόγονον καὶ Δάρδανον υἷε Βίαντος</l><l n="461">ἄμφω ἐφορμηθεὶς ἐξ ἵππων ὦσε χαμᾶζε,</l><l n="462">τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν ἄορι τύψας.</l><l n="463">Τρῶα δʼ Ἀλαστορίδην, ὃ μὲν ἀντίος ἤλυθε γούνων,</l><l n="464">εἴ πώς εὑ πεφίδοιτο λαβὼν καὶ ζωὸν ἀφείη</l><l n="465">μηδὲ κατακτείνειεν ὁμηλικίην ἐλεήσας,</l><l n="466">νήπιος, οὐδὲ τὸ ᾔδη ὃ οὐ πείσεσθαι ἔμελλεν·</l><l n="467">οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδʼ ἀγανόφρων,</l><l n="468">ἀλλὰ μάλʼ ἐμμεμαώς· ὃ μὲν ἥπτετο χείρεσι γούνων</l><l n="469">ἱέμενος λίσσεσθʼ, ὃ δὲ φασγάνῳ οὖτα καθʼ ἧπαρ·</l><l n="470">ἐκ δέ οἱ ἧπαρ ὄλισθεν, ἀτὰρ μέλαν αἷμα κατʼ αὐτοῦ</l><l n="471">κόλπον ἐνέπλησεν· τὸν δὲ σκότος ὄσσε κάλυψε</l><l n="472">θυμοῦ δευόμενον· ὃ δὲ Μούλιον οὖτα παραστὰς</l><l n="473">δουρὶ κατʼ οὖς· εἶθαρ δὲ διʼ οὔατος ἦλθʼ ἑτέροιο</l><l n="474">αἰχμὴ χαλκείη· ὃ δʼ Ἀγήνορος υἱὸν Ἔχεκλον</l><l n="475">μέσσην κὰκ κεφαλὴν ξίφει ἤλασε κωπήεντι,</l><l n="476">πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατʼ ὄσσε</l><l n="477">ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.</l><l n="478">Δευκαλίωνα δʼ ἔπειθʼ, ἵνα τε ξυνέχουσι τένοντες</l><l n="479">ἀγκῶνος, τῇ τόν γε φίλης διὰ χειρὸς ἔπειρεν</l><l n="480">αἰχμῇ χαλκείῃ· ὃ δέ μιν μένε χεῖρα βαρυνθεὶς</l><l n="481">πρόσθʼ ὁρόων θάνατον· ὃ δὲ φασγάνῳ αὐχένα θείνας</l><l n="482">τῆλʼ αὐτῇ πήληκι κάρη βάλε· μυελὸς αὖτε</l><l n="483">σφονδυλίων ἔκπαλθʼ, ὃ δʼ ἐπὶ χθονὶ κεῖτο τανυσθείς.</l><l n="484">αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετʼ ἀμύμονα Πείρεω υἱὸν</l><l n="485">Ῥίγμον, ὃς ἐκ Θρῄκης ἐριβώλακος εἰληλούθει·</l><l n="486">τὸν βάλε μέσσον ἄκοντι, πάγη δʼ ἐν νηδύϊ χαλκός,</l><l n="487">ἤριπε δʼ ἐξ ὀχέων· ὃ δʼ Ἀρηΐθοον θεράποντα</l><l n="488">ἂψ ἵππους στρέψαντα μετάφρενον ὀξέϊ δουρὶ</l><l n="489">νύξʼ, ἀπὸ δʼ ἅρματος ὦσε· κυκήθησαν δέ οἱ ἵπποι.</l><milestone ed="p" n="490" unit="card"/><l n="490"><milestone ed="P" unit="para"/>ὡς δʼ ἀναμαιμάει βαθέʼ ἄγκεα θεσπιδαὲς πῦρ</l><l n="491">οὔρεος ἀζαλέοιο, βαθεῖα δὲ καίεται ὕλη,</l><l n="492">πάντῃ τε κλονέων ἄνεμος φλόγα εἰλυφάζει,</l><l n="493">ὣς ὅ γε πάντῃ θῦνε σὺν ἔγχεϊ δαίμονι ἶσος</l><l n="494">κτεινομένους ἐφέπων· ῥέε δʼ αἵματι γαῖα μέλαινα.</l><l n="495">ὡς δʼ ὅτε τις ζεύξῃ βόας ἄρσενας εὐρυμετώπους</l><l n="496">τριβέμεναι κρῖ λευκὸν ἐϋκτιμένῃ ἐν ἀλωῇ,</l><l n="497">ῥίμφά τε λέπτʼ ἐγένοντο βοῶν ὑπὸ πόσσʼ ἐριμύκων,</l><l n="498">ὣς ὑπʼ Ἀχιλλῆος μεγαθύμου μώνυχες ἵπποι</l><l n="499">στεῖβον ὁμοῦ νέκυάς τε καὶ ἀσπίδας· αἵματι δʼ ἄξων</l><l n="500">νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,</l><l n="501">ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον</l><l n="502">αἵ τʼ ἀπʼ ἐπισσώτρων· ὃ δὲ ἵετο κῦδος ἀρέσθαι</l><l n="503">Πηλεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.</l></div><div type="textpart" subtype="Book" n="21"><milestone ed="p" n="1" unit="card"/><l n="1">ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο</l><l n="2">Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,</l><l n="3">ἔνθα διατμήξας τοὺς μὲν πεδίον δὲ δίωκε</l><l n="4">πρὸς πόλιν, ᾗ περ Ἀχαιοὶ ἀτυζόμενοι φοβέοντο</l><l n="5">ἤματι τῷ προτέρῳ, ὅτε μαίνετο φαίδιμος Ἕκτωρ·</l><l n="6">τῇ ῥʼ οἵ γε προχέοντο πεφυζότες, ἠέρα δʼ Ἥρη</l><l n="7">πίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν· ἡμίσεες δὲ</l><l n="8">ἐς ποταμὸν εἰλεῦντο βαθύρροον ἀργυροδίνην,</l><l n="9">ἐν δʼ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δʼ αἰπὰ ῥέεθρα,</l><l n="10">ὄχθαι δʼ ἀμφὶ περὶ μεγάλʼ ἴαχον· οἳ δʼ ἀλαλητῷ</l><l n="11">ἔννεον ἔνθα καὶ ἔνθα ἑλισσόμενοι περὶ δίνας.</l><l n="12">ὡς δʼ ὅθʼ ὑπὸ ῥιπῆς πυρὸς ἀκρίδες ἠερέθονται</l><l n="13">φευγέμεναι ποταμὸν δέ· τὸ δὲ φλέγει ἀκάματον πῦρ</l><l n="14">ὄρμενον ἐξαίφνης, ταὶ δὲ πτώσσουσι καθʼ ὕδωρ·</l><l n="15">ὣς ὑπʼ Ἀχιλλῆος Ξάνθου βαθυδινήεντος</l><l n="16">πλῆτο ῥόος κελάδων ἐπιμὶξ ἵππων τε καὶ ἀνδρῶν.</l><l n="17"><milestone ed="P" unit="para"/>αὐτὰρ ὃ διογενὴς δόρυ μὲν λίπεν αὐτοῦ ἐπʼ ὄχθῃ</l><l n="18">κεκλιμένον μυρίκῃσιν, ὃ δʼ ἔσθορε δαίμονι ἶσος</l><l n="19">φάσγανον οἶον ἔχων, κακὰ δὲ φρεσὶ μήδετο ἔργα,</l><l n="20">τύπτε δʼ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτʼ ἀεικὴς</l><l n="21">ἄορι θεινομένων, ἐρυθαίνετο δʼ αἵματι ὕδωρ.</l><l n="22">ὡς δʼ ὑπὸ δελφῖνος μεγακήτεος ἰχθύες ἄλλοι</l><l n="23">φεύγοντες πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου</l><l n="24">δειδιότες· μάλα γάρ τε κατεσθίει ὅν κε λάβῃσιν·</l><l n="25">ὣς Τρῶες ποταμοῖο κατὰ δεινοῖο ῥέεθρα</l><l n="26">πτῶσσον ὑπὸ κρημνούς. ὃ δʼ ἐπεὶ κάμε χεῖρας ἐναίρων,</l><l n="27">ζωοὺς ἐκ ποταμοῖο δυώδεκα λέξατο κούρους</l><l n="28">ποινὴν Πατρόκλοιο Μενοιτιάδαο θανόντος·</l><l n="29">τοὺς ἐξῆγε θύραζε τεθηπότας ἠΰτε νεβρούς,</l><l n="30">δῆσε δʼ ὀπίσσω χεῖρας ἐϋτμήτοισιν ἱμᾶσι,</l><l n="31">τοὺς αὐτοὶ φορέεσκον ἐπὶ στρεπτοῖσι χιτῶσι,</l><l n="32">δῶκε δʼ ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.</l><l n="33">αὐτὰρ ὃ ἂψ ἐπόρουσε δαϊζέμεναι μενεαίνων.</l><milestone ed="p" n="34" unit="card"/><l n="34"><milestone ed="P" unit="para"/>ἔνθʼ υἷι Πριάμοιο συνήντετο Δαρδανίδαο</l><l n="35">ἐκ ποταμοῦ φεύγοντι Λυκάονι, τόν ῥά ποτʼ αὐτὸς</l><l n="36">ἦγε λαβὼν ἐκ πατρὸς ἀλωῆς οὐκ ἐθέλοντα</l><l n="37">ἐννύχιος προμολών· ὃ δʼ ἐρινεὸν ὀξέϊ χαλκῷ</l><l n="38">τάμνε νέους ὄρπηκας, ἵνʼ ἅρματος ἄντυγες εἶεν·</l><l n="39">τῷ δʼ ἄρʼ ἀνώϊστον κακὸν ἤλυθε δῖος Ἀχιλλεύς.</l><l n="40">καὶ τότε μέν μιν Λῆμνον ἐϋκτιμένην ἐπέρασσε</l><l n="41">νηυσὶν ἄγων, ἀτὰρ υἱὸς Ἰήσονος ὦνον ἔδωκε·</l><l n="42">κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο πολλὰ δʼ ἔδωκεν</l><l n="43">Ἴμβριος Ἠετίων, πέμψεν δʼ ἐς δῖαν Ἀρίσβην·</l><l n="44">ἔνθεν ὑπεκπροφυγὼν πατρώϊον ἵκετο δῶμα.</l><l n="45">ἕνδεκα δʼ ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισιν</l><l n="46">ἐλθὼν ἐκ Λήμνοιο· δυωδεκάτῃ δέ μιν αὖτις</l><l n="47">χερσὶν Ἀχιλλῆος θεὸς ἔμβαλεν, ὅς μιν ἔμελλε</l><l n="48">πέμψειν εἰς Ἀΐδαο καὶ οὐκ ἐθέλοντα νέεσθαι.</l><l n="49">τὸν δʼ ὡς οὖν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεὺς</l><l n="50">γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδʼ ἔχεν ἔγχος,</l><l n="51">ἀλλὰ τὰ μέν ῥʼ ἀπὸ πάντα χαμαὶ βάλε· τεῖρε γὰρ ἱδρὼς</l><l n="52">φεύγοντʼ ἐκ ποταμοῦ, κάματος δʼ ὑπὸ γούνατʼ ἐδάμνα·</l><l n="53">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q><l n="54">ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·</l><l n="55">ἦ μάλα δὴ Τρῶες μεγαλήτορες οὕς περ ἔπεφνον</l><l n="56">αὖτις ἀναστήσονται ὑπὸ ζόφου ἠερόεντος,</l><l n="57">οἷον δὴ καὶ ὅδʼ ἦλθε φυγὼν ὕπο νηλεὲς ἦμαρ</l><l n="58">Λῆμνον ἐς ἠγαθέην πεπερημένος· οὐδέ μιν ἔσχε</l><l n="59">πόντος ἁλὸς πολιῆς, ὃ πολέας ἀέκοντας ἐρύκει.</l><l n="60">ἀλλʼ ἄγε δὴ καὶ δουρὸς ἀκωκῆς ἡμετέροιο</l><l n="61">γεύσεται, ὄφρα ἴδωμαι ἐνὶ φρεσὶν ἠδὲ δαείω</l><l n="62">ἢ ἄρʼ ὁμῶς καὶ κεῖθεν ἐλεύσεται, ἦ μιν ἐρύξει</l><l n="63">γῆ φυσίζοος, ἥ τε κατὰ κρατερόν περ ἐρύκει.</l></q><milestone ed="p" n="64" unit="card"/><l n="64"><milestone ed="P" unit="para"/>ὣς ὅρμαινε μένων· ὃ δέ οἱ σχεδὸν ἦλθε τεθηπὼς</l><l n="65">γούνων ἅψασθαι μεμαώς, περὶ δʼ ἤθελε θυμῷ</l><l n="66">ἐκφυγέειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν.</l><l n="67">ἤτοι ὃ μὲν δόρυ μακρὸν ἀνέσχετο δῖος Ἀχιλλεὺς</l><l n="68">οὐτάμεναι μεμαώς, ὃ δʼ ὑπέδραμε καὶ λάβε γούνων</l><l n="69">κύψας· ἐγχείη δʼ ἄρʼ ὑπὲρ νώτου ἐνὶ γαίῃ</l><l n="70">ἔστη ἱεμένη χροὸς ἄμεναι ἀνδρομέοιο.</l><l n="71">αὐτὰρ ὃ τῇ ἑτέρῃ μὲν ἑλὼν ἐλλίσσετο γούνων,</l><l n="72">τῇ δʼ ἑτέρῃ ἔχεν ἔγχος ἀκαχμένον οὐδὲ μεθίει·</l><l n="73">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="74">γουνοῦμαι σʼ Ἀχιλεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·</l><l n="75">ἀντί τοί εἰμʼ ἱκέταο διοτρεφὲς αἰδοίοιο·</l><l n="76">πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημήτερος ἀκτὴν</l><l n="77">ἤματι τῷ ὅτε μʼ εἷλες ἐϋκτιμένῃ ἐν ἀλωῇ,</l><l n="78">καί μʼ ἐπέρασσας ἄνευθεν ἄγων πατρός τε φίλων τε</l><l n="79">Λῆμνον ἐς ἠγαθέην, ἑκατόμβοιον δέ τοι ἦλφον.</l><l n="80">νῦν δὲ λύμην τρὶς τόσσα πορών· ἠὼς δέ μοί ἐστιν</l><l n="81">ἥδε δυωδεκάτη, ὅτʼ ἐς Ἴλιον εἰλήλουθα</l><l n="82">πολλὰ παθών· νῦν αὖ με τεῇς ἐν χερσὶν ἔθηκε</l><l n="83">μοῖρʼ ὀλοή· μέλλω που ἀπεχθέσθαι Διὶ πατρί,</l><l n="84">ὅς με σοὶ αὖτις δῶκε· μινυνθάδιον δέ με μήτηρ</l><l n="85">γείνατο Λαοθόη θυγάτηρ Ἄλταο γέροντος</l><l n="86">Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει</l><l n="87">Πήδασον αἰπήεσσαν ἔχων ἐπὶ Σατνιόεντι.</l><l n="88">τοῦ δʼ ἔχε θυγατέρα Πρίαμος, πολλὰς δὲ καὶ ἄλλας·</l><l n="89">τῆς δὲ δύω γενόμεσθα, σὺ δʼ ἄμφω δειροτομήσεις,</l><l n="90">ἤτοι τὸν πρώτοισι μετὰ πρυλέεσσι δάμασσας</l><l n="91">ἀντίθεον Πολύδωρον, ἐπεὶ βάλες ὀξέϊ δουρί·</l><l n="92">νῦν δὲ δὴ ἐνθάδʼ ἐμοὶ κακὸν ἔσσεται· οὐ γὰρ ὀΐω</l><l n="93">σὰς χεῖρας φεύξεσθαι, ἐπεί ῥʼ ἐπέλασσέ γε δαίμων.</l><l n="94">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·</l><l n="95">μή με κτεῖνʼ, ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός εἰμι,</l><l n="96">ὅς τοι ἑταῖρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε.</l><milestone ed="p" n="97" unit="card"/></q><l n="97"><milestone ed="P" unit="para"/>ὣς ἄρα μιν Πριάμοιο προσηύδα φαίδιμος υἱὸς</l><l n="98">λισσόμενος ἐπέεσσιν, ἀμείλικτον δʼ ὄπʼ ἄκουσε·</l><q><l n="99">νήπιε μή μοι ἄποινα πιφαύσκεο μηδʼ ἀγόρευε·</l><l n="100">πρὶν μὲν γὰρ Πάτροκλον ἐπισπεῖν αἴσιμον ἦμαρ</l><l n="101">τόφρά τί μοι πεφιδέσθαι ἐνὶ φρεσὶ φίλτερον ἦεν</l><l n="102">Τρώων, καὶ πολλοὺς ζωοὺς ἕλον ἠδʼ ἐπέρασσα·</l><l n="103">νῦν δʼ οὐκ ἔσθʼ ὅς τις θάνατον φύγῃ ὅν κε θεός γε</l><l n="104">Ἰλίου προπάροιθεν ἐμῇς ἐν χερσὶ βάλῃσι</l><l n="105">καὶ πάντων Τρώων, περὶ δʼ αὖ Πριάμοιό γε παίδων.</l><l n="106">ἀλλὰ φίλος θάνε καὶ σύ· τί ἦ ὀλοφύρεαι οὕτως;</l><l n="107">κάτθανε καὶ Πάτροκλος, ὅ περ σέο πολλὸν ἀμείνων.</l><l n="108">οὐχ ὁράᾳς οἷος καὶ ἐγὼ καλός τε μέγας τε;</l><l n="109">πατρὸς δʼ εἴμʼ ἀγαθοῖο, θεὰ δέ με γείνατο μήτηρ·</l><l n="110">ἀλλʼ ἔπι τοι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα κραταιή·</l><l n="111">ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ</l><l n="112">ὁππότε τις καὶ ἐμεῖο Ἄρῃ ἐκ θυμὸν ἕληται</l><l n="113">ἢ ὅ γε δουρὶ βαλὼν ἢ ἀπὸ νευρῆφιν ὀϊστῷ.</l></q><l n="114"><milestone ed="P" unit="para"/>ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ·</l><l n="115">ἔγχος μέν ῥʼ ἀφέηκεν, ὃ δʼ ἕζετο χεῖρε πετάσσας</l><l n="116">ἀμφοτέρας· Ἀχιλεὺς δὲ ἐρυσσάμενος ξίφος ὀξὺ</l><l n="117">τύψε κατὰ κληῗδα παρʼ αὐχένα, πᾶν δέ οἱ εἴσω</l><l n="118">δῦ ξίφος ἄμφηκες· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ γαίῃ</l><l n="119">κεῖτο ταθείς, ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.</l><l n="120">τὸν δʼ Ἀχιλεὺς ποταμὸν δὲ λαβὼν ποδὸς ἧκε φέρεσθαι,</l><l n="121">καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντʼ ἀγόρευεν·</l><q><l n="122">ἐνταυθοῖ νῦν κεῖσο μετʼ ἰχθύσιν, οἵ σʼ ὠτειλὴν</l><l n="123">αἷμʼ ἀπολιχμήσονται ἀκηδέες· οὐδέ σε μήτηρ</l><l n="124">ἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ Σκάμανδρος</l><l n="125">οἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον·</l><l n="126">θρῴσκων τις κατὰ κῦμα μέλαιναν φρῖχʼ ὑπαΐξει</l><l n="127">ἰχθύς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν.</l><l n="128">φθείρεσθʼ εἰς ὅ κεν ἄστυ κιχείομεν Ἰλίου ἱρῆς</l><l n="129">ὑμεῖς μὲν φεύγοντες, ἐγὼ δʼ ὄπιθεν κεραΐζων.</l><l n="130">οὐδʼ ὑμῖν ποταμός περ ἐΰρροος ἀργυροδίνης</l><l n="131">ἀρκέσει, ᾧ δὴ δηθὰ πολέας ἱερεύετε ταύρους,</l><l n="132">ζωοὺς δʼ ἐν δίνῃσι καθίετε μώνυχας ἵππους.</l><l n="133">ἀλλὰ καὶ ὧς ὀλέεσθε κακὸν μόρον, εἰς ὅ κε πάντες</l><l n="134">τίσετε Πατρόκλοιο φόνον καὶ λοιγὸν Ἀχαιῶν,</l><l n="135">οὓς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνετε νόσφιν ἐμεῖο.</l><milestone ed="p" n="136" unit="card"/></q><l n="136"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφη, ποταμὸς δὲ χολώσατο κηρόθι μᾶλλον,</l><l n="137">ὅρμηνεν δʼ ἀνὰ θυμὸν ὅπως παύσειε πόνοιο</l><l n="138">δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.</l><l n="139">τόφρα δὲ Πηλέος υἱὸς ἔχων δολιχόσκιον ἔγχος</l><l n="140">Ἀστεροπαίῳ ἐπᾶλτο κατακτάμεναι μενεαίνων</l><l n="141">υἱέϊ Πηλεγόνος· τὸν δʼ Ἀξιὸς εὐρυρέεθρος</l><l n="142">γείνατο καὶ Περίβοια Ἀκεσσαμενοῖο θυγατρῶν</l><l n="143">πρεσβυτάτη· τῇ γάρ ῥα μίγη ποταμὸς βαθυδίνης.</l><l n="144">τῷ ῥʼ Ἀχιλεὺς ἐπόρουσεν, ὃ δʼ ἀντίος ἐκ ποταμοῖο</l><l n="145">ἔστη ἔχων δύο δοῦρε· μένος δέ οἱ ἐν φρεσὶ θῆκε</l><l n="146">Ξάνθος, ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν,</l><l n="147">τοὺς Ἀχιλεὺς ἐδάϊζε κατὰ ῥόον οὐδʼ ἐλέαιρεν.</l><l n="148">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,</l><l n="149">τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·</l><q><l n="150">τίς πόθεν εἰς ἀνδρῶν ὅ μευ ἔτλης ἀντίος ἐλθεῖν;</l><l n="151">δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι.</l></q><l n="152"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖ Πηλεγόνος προσεφώνεε φαίδιμος υἱός·</l><q><l n="153">Πηλεΐδη μεγάθυμε τί ἦ γενεὴν ἐρεείνεις;</l><l n="154">εἴμʼ ἐκ Παιονίης ἐριβώλου τηλόθʼ ἐούσης</l><l n="155">Παίονας ἄνδρας ἄγων δολιχεγχέας· ἥδε δέ μοι νῦν</l><l n="156">ἠὼς ἑνδεκάτη ὅτε Ἴλιον εἰλήλουθα.</l><l n="157">αὐτὰρ ἐμοὶ γενεὴ ἐξ Ἀξιοῦ εὐρὺ ῥέοντος</l><l n="158">Ἀξιοῦ, ὃς κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησιν,</l><l n="159">ὃς τέκε Πηλεγόνα κλυτὸν ἔγχεϊ· τὸν δʼ ἐμέ φασι</l><l n="160">γείνασθαι· νῦν αὖτε μαχώμεθα φαίδιμʼ Ἀχιλλεῦ.</l><milestone ed="p" n="161" unit="card"/></q><l n="161"><milestone ed="P" unit="para"/>ὣς φάτʼ ἀπειλήσας, ὃ δʼ ἀνέσχετο δῖος Ἀχιλλεὺς</l><l n="162">Πηλιάδα μελίην· ὃ δʼ ἁμαρτῇ δούρασιν ἀμφὶς</l><l n="163">ἥρως Ἀστεροπαῖος, ἐπεὶ περιδέξιος ἦεν.</l><l n="164">καί ῥʼ ἑτέρῳ μὲν δουρὶ σάκος βάλεν, οὐδὲ διὰ πρὸ</l><l n="165">ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο·</l><l n="166">τῷ δʼ ἑτέρῳ μιν πῆχυν ἐπιγράβδην βάλε χειρὸς</l><l n="167">δεξιτερῆς, σύτο δʼ αἷμα κελαινεφές· ἣ δʼ ὑπὲρ αὐτοῦ</l><l n="168">γαίῃ ἐνεστήρικτο λιλαιομένη χροὸς ἆσαι.</l><l n="169">δεύτερος αὖτʼ Ἀχιλεὺς μελίην ἰθυπτίωνα</l><l n="170">Ἀστεροπαίῳ ἐφῆκε κατακτάμεναι μενεαίνων.</l><l n="171">καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ὑψηλὴν βάλεν ὄχθην,</l><l n="172">μεσσοπαγὲς δʼ ἄρʼ ἔθηκε κατʼ ὄχθης μείλινον ἔγχος.</l><l n="173">Πηλεΐδης δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ</l><l n="174">ἆλτʼ ἐπί οἱ μεμαώς· ὃ δʼ ἄρα μελίην Ἀχιλῆος</l><l n="175">οὐ δύνατʼ ἐκ κρημνοῖο ἐρύσσαι χειρὶ παχείῃ.</l><l n="176">τρὶς μέν μιν πελέμιξεν ἐρύσσασθαι μενεαίνων,</l><l n="177">τρὶς δὲ μεθῆκε βίης· τὸ δὲ τέτρατον ἤθελε θυμῷ</l><l n="178">ἆξαι ἐπιγνάμψας δόρυ μείλινον Αἰακίδαο,</l><l n="179">ἀλλὰ πρὶν Ἀχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα.</l><l n="180">γαστέρα γάρ μιν τύψε παρʼ ὀμφαλόν, ἐκ δʼ ἄρα πᾶσαι</l><l n="181">χύντο χαμαὶ χολάδες· τὸν δὲ σκότος ὄσσε κάλυψεν</l><l n="182">ἀσθμαίνοντʼ· Ἀχιλεὺς δʼ ἄρʼ ἐνὶ στήθεσσιν ὀρούσας</l><l n="183">τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·</l><q><l n="184">κεῖσʼ οὕτως· χαλεπόν τοι ἐρισθενέος Κρονίωνος</l><l n="185">παισὶν ἐριζέμεναι ποταμοῖό περ ἐκγεγαῶτι.</l><l n="186">φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος,</l><l n="187">αὐτὰρ ἐγὼ γενεὴν μεγάλου Διὸς εὔχομαι εἶναι.</l><l n="188">τίκτέ μʼ ἀνὴρ πολλοῖσιν ἀνάσσων Μυρμιδόνεσσι</l><l n="189">Πηλεὺς Αἰακίδης· ὃ δʼ ἄρʼ Αἰακὸς ἐκ Διὸς ἦεν.</l><l n="190">τὼ κρείσσων μὲν Ζεὺς ποταμῶν ἁλιμυρηέντων,</l><l n="191">κρείσσων αὖτε Διὸς γενεὴ ποταμοῖο τέτυκται.</l><l n="192">καὶ γὰρ σοὶ ποταμός γε πάρα μέγας, εἰ δύναταί τι</l><l n="193">χραισμεῖν· ἀλλʼ οὐκ ἔστι Διὶ Κρονίωνι μάχεσθαι,</l><l n="194">τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει,</l><l n="195">οὐδὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο,</l><l n="196">ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα</l><l n="197">καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν·</l><l n="198">ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλοιο κεραυνὸν</l><l n="199">δεινήν τε βροντήν, ὅτʼ ἀπʼ οὐρανόθεν σμαραγήσῃ.</l></q><milestone ed="p" n="200" unit="card"/><l n="200"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἐκ κρημνοῖο ἐρύσσατο χάλκεον ἔγχος,</l><l n="201">τὸν δὲ κατʼ αὐτόθι λεῖπεν, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,</l><l n="202">κείμενον ἐν ψαμάθοισι, δίαινε δέ μιν μέλαν ὕδωρ.</l><l n="203">τὸν μὲν ἄρʼ ἐγχέλυές τε καὶ ἰχθύες ἀμφεπένοντο</l><l n="204">δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντες·</l><l n="205">αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετὰ Παίονας ἱπποκορυστάς,</l><l n="206">οἵ ῥʼ ἔτι πὰρ ποταμὸν πεφοβήατο δινήεντα,</l><l n="207">ὡς εἶδον τὸν ἄριστον ἐνὶ κρατερῇ ὑσμίνῃ</l><l n="208">χέρσʼ ὕπο Πηλεΐδαο καὶ ἄορι ἶφι δαμέντα.</l><l n="209">ἔνθʼ ἕλε Θερσίλοχόν τε Μύδωνά τε Ἀστύπυλόν τε</l><l n="210">Μνῆσόν τε Θρασίον τε καὶ Αἴνιον ἠδʼ Ὀφελέστην·</l><l n="211">καί νύ κʼ ἔτι πλέονας κτάνε Παίονας ὠκὺς Ἀχιλλεύς,</l><l n="212">εἰ μὴ χωσάμενος προσέφη ποταμὸς βαθυδίνης</l><l n="213">ἀνέρι εἰσάμενος, βαθέης δʼ ἐκ φθέγξατο δίνης·</l><q><l n="214">ὦ Ἀχιλεῦ, περὶ μὲν κρατέεις, περὶ δʼ αἴσυλα ῥέζεις</l><l n="215">ἀνδρῶν· αἰεὶ γάρ τοι ἀμύνουσιν θεοὶ αὐτοί.</l><l n="216">εἴ τοι Τρῶας ἔδωκε Κρόνου παῖς πάντας ὀλέσσαι,</l><l n="217">ἐξ ἐμέθεν γʼ ἐλάσας πεδίον κάτα μέρμερα ῥέζε·</l><l n="218">πλήθει γὰρ δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα,</l><l n="219">οὐδέ τί πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν</l><l n="220">στεινόμενος νεκύεσσι, σὺ δὲ κτείνεις ἀϊδήλως.</l><l n="221">ἀλλʼ ἄγε δὴ καὶ ἔασον· ἄγη μʼ ἔχει ὄρχαμε λαῶν.</l></q><l n="222"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="223">ἔσται ταῦτα Σκάμανδρε διοτρεφές, ὡς σὺ κελεύεις.</l><l n="224">Τρῶας δʼ οὐ πρὶν λήξω ὑπερφιάλους ἐναρίζων,</l><l n="225">πρὶν ἔλσαι κατὰ ἄστυ καὶ Ἕκτορι πειρηθῆναι</l><l n="226">ἀντιβίην, ἤ κέν με δαμάσσεται, ἦ κεν ἐγὼ τόν.</l></q><l n="227"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν Τρώεσσιν ἐπέσσυτο δαίμονι ἶσος·</l><l n="228">καὶ τότʼ Ἀπόλλωνα προσέφη ποταμὸς βαθυδίνης·</l><q><l n="229">ὢ πόποι ἀργυρότοξε Διὸς τέκος οὐ σύ γε βουλὰς</l><l n="230">εἰρύσαο Κρονίωνος, ὅ τοι μάλα πόλλʼ ἐπέτελλε</l><l n="231">Τρωσὶ παρεστάμεναι καὶ ἀμύνειν, εἰς ὅ κεν ἔλθῃ</l><l n="232">δείελος ὀψὲ δύων, σκιάσῃ δʼ ἐρίβωλον ἄρουραν.</l></q><milestone ed="p" n="233" unit="card"/><l n="233"><milestone ed="P" unit="para"/>ἦ, καὶ Ἀχιλλεὺς μὲν δουρικλυτὸς ἔνθορε μέσσῳ</l><l n="234">κρημνοῦ ἀπαΐξας· ὃ δʼ ἐπέσσυτο οἴδματι θύων,</l><l n="235">πάντα δʼ ὄρινε ῥέεθρα κυκώμενος, ὦσε δὲ νεκροὺς</l><l n="236">πολλούς, οἵ ῥα κατʼ αὐτὸν ἅλις ἔσαν, οὓς κτάνʼ Ἀχιλλεύς</l><l n="237">τοὺς ἔκβαλλε θύραζε μεμυκὼς ἠΰτε ταῦρος</l><l n="238">χέρσον δέ· ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα,</l><l n="239">κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσι.</l><l n="240">δεινὸν δʼ ἀμφʼ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα,</l><l n="241">ὤθει δʼ ἐν σάκεϊ πίπτων ῥόος· οὐδὲ πόδεσσιν</l><l n="242">εἶχε στηρίξασθαι· ὃ δὲ πτελέην ἕλε χερσὶν</l><l n="243">εὐφυέα μεγάλην· ἣ δʼ ἐκ ῥιζῶν ἐριποῦσα</l><l n="244">κρημνὸν ἅπαντα διῶσεν, ἐπέσχε δὲ καλὰ ῥέεθρα</l><l n="245">ὄζοισιν πυκινοῖσι, γεφύρωσεν δέ μιν αὐτὸν</l><l n="246">εἴσω πᾶσʼ ἐριποῦσʼ· ὃ δʼ ἄρʼ ἐκ δίνης ἀνορούσας</l><l n="247">ἤϊξεν πεδίοιο ποσὶ κραιπνοῖσι πέτεσθαι</l><l n="248">δείσας· οὐδέ τʼ ἔληγε θεὸς μέγας, ὦρτο δʼ ἐπʼ αὐτῷ</l><l n="249">ἀκροκελαινιόων, ἵνα μιν παύσειε πόνοιο</l><l n="250">δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.</l><l n="251">Πηλεΐδης δʼ ἀπόρουσεν ὅσον τʼ ἐπὶ δουρὸς ἐρωή,</l><l n="252">αἰετοῦ οἴματʼ ἔχων μέλανος τοῦ θηρητῆρος,</l><l n="253">ὅς θʼ ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν·</l><l n="254">τῷ ἐϊκὼς ἤϊξεν, ἐπὶ στήθεσσι δὲ χαλκὸς</l><l n="255">σμερδαλέον κονάβιζεν· ὕπαιθα δὲ τοῖο λιασθεὶς</l><l n="256">φεῦγʼ, ὃ δʼ ὄπισθε ῥέων ἕπετο μεγάλῳ ὀρυμαγδῷ.</l><l n="257">ὡς δʼ ὅτʼ ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου</l><l n="258">ἂμ φυτὰ καὶ κήπους ὕδατι ῥόον ἡγεμονεύῃ</l><l n="259">χερσὶ μάκελλαν ἔχων, ἀμάρης ἐξ ἔχματα βάλλων·</l><l n="260">τοῦ μέν τε προρέοντος ὑπὸ ψηφῖδες ἅπασαι</l><l n="261">ὀχλεῦνται· τὸ δέ τʼ ὦκα κατειβόμενον κελαρύζει</l><l n="262">χώρῳ ἔνι προαλεῖ, φθάνει δέ τε καὶ τὸν ἄγοντα·</l><l n="263">ὣς αἰεὶ Ἀχιλῆα κιχήσατο κῦμα ῥόοιο</l><l n="264">καὶ λαιψηρὸν ἐόντα· θεοὶ δέ τε φέρτεροι ἀνδρῶν.</l><l n="265">ὁσσάκι δʼ ὁρμήσειε ποδάρκης δῖος Ἀχιλλεὺς</l><l n="266">στῆναι ἐναντίβιον καὶ γνώμεναι εἴ μιν ἅπαντες</l><l n="267">ἀθάνατοι φοβέουσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,</l><l n="268">τοσσάκι μιν μέγα κῦμα διιπετέος ποταμοῖο</l><l n="269">πλάζʼ ὤμους καθύπερθεν· ὃ δʼ ὑψόσε ποσσὶν ἐπήδα</l><l n="270">θυμῷ ἀνιάζων· ποταμὸς δʼ ὑπὸ γούνατʼ ἐδάμνα</l><l n="271">λάβρος ὕπαιθα ῥέων, κονίην δʼ ὑπέρεπτε ποδοῖιν.</l><milestone ed="p" n="272" unit="card"/><l n="272">Πηλεΐδης δʼ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·</l><q><l n="273">Ζεῦ πάτερ ὡς οὔ τίς με θεῶν ἐλεεινὸν ὑπέστη</l><l n="274">ἐκ ποταμοῖο σαῶσαι· ἔπειτα δὲ καί τι πάθοιμι.</l><l n="275">ἄλλος δʼ οὔ τις μοι τόσον αἴτιος Οὐρανιώνων,</l><l n="276">ἀλλὰ φίλη μήτηρ, ἥ με ψεύδεσσιν ἔθελγεν·</l><l n="277">ἥ μʼ ἔφατο Τρώων ὑπὸ τείχεϊ θωρηκτάων</l><l n="278">λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν.</l><l n="279">ὥς μʼ ὄφελʼ Ἕκτωρ κτεῖναι ὃς ἐνθάδε γʼ ἔτραφʼ ἄριστος·</l><l n="280">τώ κʼ ἀγαθὸς μὲν ἔπεφνʼ, ἀγαθὸν δέ κεν ἐξενάριξε·</l><l n="281">νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι</l><l n="282">ἐρχθέντʼ ἐν μεγάλῳ ποταμῷ ὡς παῖδα συφορβόν,</l><l n="283">ὅν ῥά τʼ ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα.</l></q><l n="284"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῷ δὲ μάλʼ ὦκα Ποσειδάων καὶ Ἀθήνη</l><l n="285">στήτην ἐγγὺς ἰόντε, δέμας δʼ ἄνδρεσσιν ἐΐκτην,</l><l n="286">χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντʼ ἐπέεσσι.</l><l n="287">τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·</l><q><l n="288">Πηλεΐδη μήτʼ ἄρ τι λίην τρέε μήτέ τι τάρβει·</l><l n="289">τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμὲν</l><l n="290">Ζηνὸς ἐπαινήσαντος ἐγὼ καὶ Παλλὰς Ἀθήνη·</l><l n="291">ὡς οὔ τοι ποταμῷ γε δαμήμεναι αἴσιμόν ἐστιν,</l><l n="292">ἀλλʼ ὅδε μὲν τάχα λωφήσει, σὺ δὲ εἴσεαι αὐτός·</l><l n="293">αὐτάρ τοι πυκινῶς ὑποθησόμεθʼ αἴ κε πίθηαι·</l><l n="294">μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πολέμοιο</l><l n="295">πρὶν κατὰ Ἰλιόφι κλυτὰ τείχεα λαὸν ἐέλσαι</l><l n="296">Τρωϊκόν, ὅς κε φύγῃσι· σὺ δʼ Ἕκτορι θυμὸν ἀπούρας</l><l n="297">ἂψ ἐπὶ νῆας ἴμεν· δίδομεν δέ τοι εὖχος ἀρέσθαι.</l><milestone ed="p" n="298" unit="card"/></q><l n="298"><milestone ed="P" unit="para"/>τὼ μὲν ἄρʼ ὣς εἰπόντε μετʼ ἀθανάτους ἀπεβήτην·</l><l n="299">αὐτὰρ ὃ βῆ, μέγα γάρ ῥα θεῶν ὄτρυνεν ἐφετμή,</l><l n="300">ἐς πεδίον· τὸ δὲ πᾶν πλῆθʼ ὕδατος ἐκχυμένοιο,</l><l n="301">πολλὰ δὲ τεύχεα καλὰ δαὶ κταμένων αἰζηῶν</l><l n="302">πλῶον καὶ νέκυες· τοῦ δʼ ὑψόσε γούνατʼ ἐπήδα</l><l n="303">πρὸς ῥόον ἀΐσσοντος ἀνʼ ἰθύν, οὐδέ μιν ἴσχεν</l><l n="304">εὐρὺ ῥέων ποταμός· μέγα γὰρ σθένος ἔμβαλʼ Ἀθήνη.</l><l n="305">οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος, ἀλλʼ ἔτι μᾶλλον</l><l n="306">χώετο Πηλεΐωνι, κόρυσσε δὲ κῦμα ῥόοιο</l><l n="307">ὑψόσʼ ἀειρόμενος, Σιμόεντι δὲ κέκλετʼ ἀΰσας·</l><q><l n="308">φίλε κασίγνητε σθένος ἀνέρος ἀμφότεροί περ</l><l n="309">σχῶμεν, ἐπεὶ τάχα ἄστυ μέγα Πριάμοιο ἄνακτος</l><l n="310">ἐκπέρσει, Τρῶες δὲ κατὰ μόθον οὐ μενέουσιν.</l><l n="311">ἀλλʼ ἐπάμυνε τάχιστα, καὶ ἐμπίπληθι ῥέεθρα</l><l n="312">ὕδατος ἐκ πηγέων, πάντας δʼ ὀρόθυνον ἐναύλους,</l><l n="313">ἵστη δὲ μέγα κῦμα, πολὺν δʼ ὀρυμαγδὸν ὄρινε</l><l n="314">φιτρῶν καὶ λάων, ἵνα παύσομεν ἄγριον ἄνδρα</l><l n="315">ὃς δὴ νῦν κρατέει, μέμονεν δʼ ὅ γε ἶσα θεοῖσι.</l><l n="316">φημὶ γὰρ οὔτε βίην χραισμησέμεν οὔτέ τι εἶδος</l><l n="317">οὔτε τὰ τεύχεα καλά, τά που μάλα νειόθι λίμνης</l><l n="318">κείσεθʼ ὑπʼ ἰλύος κεκαλυμμένα· κὰδ δέ μιν αὐτὸν</l><l n="319">εἰλύσω ψαμάθοισιν ἅλις χέραδος περιχεύας</l><l n="320">μυρίον, οὐδέ οἱ ὀστέʼ ἐπιστήσονται Ἀχαιοὶ</l><l n="321">ἀλλέξαι· τόσσην οἱ ἄσιν καθύπερθε καλύψω.</l><l n="322">αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται, οὐδέ τί μιν χρεὼ</l><l n="323">ἔσται τυμβοχόης, ὅτε μιν θάπτωσιν Ἀχαιοί.</l></q><milestone ed="p" n="324" unit="card"/><l n="324"><milestone ed="P" unit="para"/>ἦ, καὶ ἐπῶρτʼ Ἀχιλῆϊ κυκώμενος ὑψόσε θύων</l><l n="325">μορμύρων ἀφρῷ τε καὶ αἵματι καὶ νεκύεσσι.</l><l n="326">πορφύρεον δʼ ἄρα κῦμα διιπετέος ποταμοῖο</l><l n="327">ἵστατʼ ἀειρόμενον, κατὰ δʼ ᾕρεε Πηλεΐωνα·</l><l n="328">Ἥρη δὲ μέγʼ ἄϋσε περιδείσασʼ Ἀχιλῆϊ</l><l n="329">μή μιν ἀποέρσειε μέγας ποταμὸς βαθυδίνης,</l><l n="330">αὐτίκα δʼ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν·</l><q><l n="331">ὄρσεο κυλλοπόδιον ἐμὸν τέκος· ἄντα σέθεν γὰρ</l><l n="332">Ξάνθον δινήεντα μάχῃ ἠΐσκομεν εἶναι·</l><l n="333">ἀλλʼ ἐπάμυνε τάχιστα, πιφαύσκεο δὲ φλόγα πολλήν.</l><l n="334">αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεστᾶο Νότοιο</l><l n="335">εἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν,</l><l n="336">ἥ κεν ἀπὸ Τρώων κεφαλὰς καὶ τεύχεα κήαι</l><l n="337">φλέγμα κακὸν φορέουσα· σὺ δὲ Ξάνθοιο παρʼ ὄχθας</l><l n="338">δένδρεα καῖʼ, ἐν δʼ αὐτὸν ἵει πυρί· μὴ δέ σε πάμπαν</l><l n="339">μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ·</l><l n="340">μὴ δὲ πρὶν ἀπόπαυε τεὸν μένος, ἀλλʼ ὁπότʼ ἂν δὴ</l><l n="341">φθέγξομʼ ἐγὼν ἰάχουσα, τότε σχεῖν ἀκάματον πῦρ.</l></q><l n="342"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ.</l><l n="343">πρῶτα μὲν ἐν πεδίῳ πῦρ δαίετο, καῖε δὲ νεκροὺς</l><l n="344">πολλούς, οἵ ῥα κατʼ αὐτὸν ἅλις ἔσαν, οὓς κτάνʼ Ἀχιλλεύς·</l><l n="345">πᾶν δʼ ἐξηράνθη πεδίον, σχέτο δʼ ἀγλαὸν ὕδωρ.</l><l n="346">ὡς δʼ ὅτʼ ὀπωρινὸς Βορέης νεοαρδέʼ ἀλωὴν</l><l n="347">αἶψʼ ἀγξηράνῃ· χαίρει δέ μιν ὅς τις ἐθείρῃ·</l><l n="348">ὣς ἐξηράνθη πεδίον πᾶν, κὰδ δʼ ἄρα νεκροὺς</l><l n="349">κῆεν· ὃ δʼ ἐς ποταμὸν τρέψε φλόγα παμφανόωσαν.</l><l n="350">καίοντο πτελέαι τε καὶ ἰτέαι ἠδὲ μυρῖκαι,</l><l n="351">καίετο δὲ λωτός τε ἰδὲ θρύον ἠδὲ κύπειρον,</l><l n="352">τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει·</l><l n="353">τείροντʼ ἐγχέλυές τε καὶ ἰχθύες οἳ κατὰ δίνας,</l><l n="354">οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα</l><l n="355">πνοιῇ τειρόμενοι πολυμήτιος Ἡφαίστοιο.</l><l n="356">καίετο δʼ ἲς ποταμοῖο ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q><l n="357">Ἥφαιστʼ, οὔ τις σοί γε θεῶν δύνατʼ ἀντιφερίζειν,</l><l n="358">οὐδʼ ἂν ἐγὼ σοί γʼ ὧδε πυρὶ φλεγέθοντι μαχοίμην.</l><l n="359">λῆγʼ ἔριδος, Τρῶας δὲ καὶ αὐτίκα δῖος Ἀχιλλεὺς</l><l n="360">ἄστεος ἐξελάσειε· τί μοι ἔριδος καὶ ἀρωγῆς;</l></q><milestone ed="p" n="361" unit="card"/><l n="361"><milestone ed="P" unit="para"/>φῆ πυρὶ καιόμενος, ἀνὰ δʼ ἔφλυε καλὰ ῥέεθρα.</l><l n="362">ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ</l><l n="363">κνίσην μελδόμενος ἁπαλοτρεφέος σιάλοιο</l><l n="364">πάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται,</l><l n="365">ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δʼ ὕδωρ·</l><l n="366">οὐδʼ ἔθελε προρέειν, ἀλλʼ ἴσχετο· τεῖρε δʼ ἀϋτμὴ</l><l n="367">Ἡφαίστοιο βίηφι πολύφρονος. αὐτὰρ ὅ γʼ Ἥρην</l><l n="368">πολλὰ λισσόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="369">Ἥρη τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν</l><l n="370">ἐξ ἄλλων; οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι</l><l n="371">ὅσσον οἱ ἄλλοι πάντες, ὅσοι Τρώεσσιν ἀρωγοί.</l><l n="372">ἀλλʼ ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι εἰ σὺ κελεύεις,</l><l n="373">παυέσθω δὲ καὶ οὗτος· ἐγὼ δʼ ἐπὶ καὶ τόδʼ ὀμοῦμαι,</l><l n="374">μή ποτʼ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,</l><l n="375">μὴ δʼ ὁπότʼ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται</l><l n="376">καιομένη, καίωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν.</l></q><l n="377"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε θεὰ λευκώλενος Ἥρη,</l><l n="378">αὐτίκʼ ἄρʼ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν·</l><q><l n="379">Ἥφαιστε σχέο τέκνον ἀγακλεές· οὐ γὰρ ἔοικεν</l><l n="380">ἀθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν.</l></q><l n="381"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, Ἥφαιστος δὲ κατέσβεσε θεσπιδαὲς πῦρ,</l><l n="382">ἄψορρον δʼ ἄρα κῦμα κατέσσυτο καλὰ ῥέεθρα.</l><l n="383"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ Ξάνθοιο δάμη μένος, οἳ μὲν ἔπειτα</l><l n="384">παυσάσθην, Ἥρη γὰρ ἐρύκακε χωομένη περ·</l><l n="385">ἐν δʼ ἄλλοισι θεοῖσιν ἔρις πέσε βεβριθυῖα</l><l n="386">ἀργαλέη, δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο·</l><l n="387">σὺν δʼ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δʼ εὐρεῖα χθών,</l><l n="388">ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός. ἄϊε δὲ Ζεὺς</l><l n="389">ἥμενος Οὐλύμπῳ· ἐγέλασσε δέ οἱ φίλον ἦτορ</l><l n="390">γηθοσύνῃ, ὅθʼ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας.</l><l n="391">ἔνθʼ οἵ γʼ οὐκέτι δηρὸν ἀφέστασαν· ἦρχε γὰρ Ἄρης</l><l n="392">ῥινοτόρος, καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσε</l><l n="393">χάλκεον ἔγχος ἔχων, καὶ ὀνείδειον φάτο μῦθον·</l><q><l n="394">τίπτʼ αὖτʼ ὦ κυνάμυια θεοὺς ἔριδι ξυνελαύνεις</l><l n="395">θάρσος ἄητον ἔχουσα, μέγας δέ σε θυμὸς ἀνῆκεν;</l><l n="396">ἦ οὐ μέμνῃ ὅτε Τυδεΐδην Διομήδεʼ ἀνῆκας</l><l n="397">οὐτάμεναι, αὐτὴ δὲ πανόψιον ἔγχος ἑλοῦσα</l><l n="398">ἰθὺς ἐμεῦ ὦσας, διὰ δὲ χρόα καλὸν ἔδαψας;</l><l n="399">τώ σʼ αὖ νῦν ὀΐω ἀποτισέμεν ὅσσα ἔοργας.</l><milestone ed="p" n="400" unit="card"/></q><l n="400"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν οὔτησε κατʼ αἰγίδα θυσσανόεσσαν</l><l n="401">σμερδαλέην, ἣν οὐδὲ Διὸς δάμνησι κεραυνός·</l><l n="402">τῇ μιν Ἄρης οὔτησε μιαιφόνος ἔγχεϊ μακρῷ.</l><l n="403">ἣ δʼ ἀναχασσαμένη λίθον εἵλετο χειρὶ παχείῃ</l><l n="404">κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε,</l><l n="405">τόν ῥʼ ἄνδρες πρότεροι θέσαν ἔμμεναι οὖρον ἀρούρης·</l><l n="406">τῷ βάλε θοῦρον Ἄρηα κατʼ αὐχένα, λῦσε δὲ γυῖα.</l><l n="407">ἑπτὰ δʼ ἐπέσχε πέλεθρα πεσών, ἐκόνισε δὲ χαίτας,</l><l n="408">τεύχεά τʼ ἀμφαράβησε· γέλασσε δὲ Παλλὰς Ἀθήνη,</l><l n="409">καί οἱ ἐπευχομένη ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="410">νηπύτιʼ οὐδέ νύ πώ περ ἐπεφράσω ὅσσον ἀρείων</l><l n="411">εὔχομʼ ἐγὼν ἔμεναι, ὅτι μοι μένος ἰσοφαρίζεις.</l><l n="412">οὕτω κεν τῆς μητρὸς ἐρινύας ἐξαποτίνοις,</l><l n="413">ἥ τοι χωομένη κακὰ μήδεται οὕνεκʼ Ἀχαιοὺς</l><l n="414">κάλλιπες, αὐτὰρ Τρωσὶν ὑπερφιάλοισιν ἀμύνεις.</l></q><l n="415"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασα πάλιν τρέπεν ὄσσε φαεινώ·</l><l n="416">τὸν δʼ ἄγε χειρὸς ἑλοῦσα Διὸς θυγάτηρ Ἀφροδίτη</l><l n="417">πυκνὰ μάλα στενάχοντα· μόγις δʼ ἐσαγείρετο θυμόν.</l><l n="418">τὴν δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη,</l><l n="419">αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="420">ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη</l><l n="421">καὶ δʼ αὖθʼ ἡ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρηα</l><l n="422">δηΐου ἐκ πολέμοιο κατὰ κλόνον· ἀλλὰ μέτελθε.</l></q><l n="423"><milestone ed="P" unit="para"/>ὣς φάτʼ, Ἀθηναίη δὲ μετέσσυτο, χαῖρε δὲ θυμῷ,</l><l n="424">καί ῥʼ ἐπιεισαμένη πρὸς στήθεα χειρὶ παχείῃ</l><l n="425">ἤλασε· τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.</l><l n="426">τὼ μὲν ἄρʼ ἄμφω κεῖντο ἐπὶ χθονὶ πουλυβοτείρῃ,</l><l n="427">ἣ δʼ ἄρʼ ἐπευχομένη ἔπεα πτερόεντʼ ἀγόρευε·</l><q><l n="428">τοιοῦτοι νῦν πάντες ὅσοι Τρώεσσιν ἀρωγοὶ</l><l n="429">εἶεν, ὅτʼ Ἀργείοισι μαχοίατο θωρηκτῇσιν,</l><l n="430">ὧδέ τε θαρσαλέοι καὶ τλήμονες, ὡς Ἀφροδίτη</l><l n="431">ἦλθεν Ἄρῃ ἐπίκουρος ἐμῷ μένει ἀντιόωσα·</l><l n="432">τώ κεν δὴ πάλαι ἄμμες ἐπαυσάμεθα πτολέμοιο</l><l n="433">Ἰλίου ἐκπέρσαντες ἐϋκτίμενον πτολίεθρον.</l><milestone ed="p" n="434" unit="card"/></q><l n="434"><milestone ed="P" unit="para"/>ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη.</l><l n="435">αὐτὰρ Ἀπόλλωνα προσέφη κρείων ἐνοσίχθων·</l><q><l n="436">Φοῖβε τί ἢ δὴ νῶϊ διέσταμεν; οὐδὲ ἔοικεν</l><l n="437">ἀρξάντων ἑτέρων· τὸ μὲν αἴσχιον αἴ κʼ ἀμαχητὶ</l><l n="438">ἴομεν Οὔλυμπον δὲ Διὸς ποτὶ χαλκοβατὲς δῶ.</l><l n="439">ἄρχε· σὺ γὰρ γενεῆφι νεώτερος· οὐ γὰρ ἔμοιγε</l><l n="440">καλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.</l><l n="441">νηπύτιʼ ὡς ἄνοον κραδίην ἔχες· οὐδέ νυ τῶν περ</l><l n="442">μέμνηαι ὅσα δὴ πάθομεν κακὰ Ἴλιον ἀμφὶ</l><l n="443">μοῦνοι νῶϊ θεῶν, ὅτʼ ἀγήνορι Λαομέδοντι</l><l n="444">πὰρ Διὸς ἐλθόντες θητεύσαμεν εἰς ἐνιαυτὸν</l><l n="445">μισθῷ ἔπι ῥητῷ· ὃ δὲ σημαίνων ἐπέτελλεν.</l><l n="446">ἤτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμα</l><l n="447">εὐρύ τε καὶ μάλα καλόν, ἵνʼ ἄρρηκτος πόλις εἴη·</l><l n="448">Φοῖβε σὺ δʼ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες</l><l n="449">Ἴδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης.</l><l n="450">ἀλλʼ ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραι</l><l n="451">ἐξέφερον, τότε νῶϊ βιήσατο μισθὸν ἅπαντα</l><l n="452">Λαομέδων ἔκπαγλος, ἀπειλήσας δʼ ἀπέπεμπε.</l><l n="453">σὺν μὲν ὅ γʼ ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθε</l><l n="454">δήσειν, καὶ περάαν νήσων ἔπι τηλεδαπάων·</l><l n="455">στεῦτο δʼ ὅ γʼ ἀμφοτέρων ἀπολεψέμεν οὔατα χαλκῷ.</l><l n="456">νῶϊ δὲ ἄψορροι κίομεν κεκοτηότι θυμῷ</l><l n="457">μισθοῦ χωόμενοι, τὸν ὑποστὰς οὐκ ἐτέλεσσε.</l><l n="458">τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν, οὐδὲ μεθʼ ἡμέων</l><l n="459">πειρᾷ ὥς κε Τρῶες ὑπερφίαλοι ἀπόλωνται</l><l n="460">πρόχνυ κακῶς σὺν παισὶ καὶ αἰδοίῃς ἀλόχοισι</l></q><l n="461"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·</l><q><l n="462">ἐννοσίγαιʼ οὐκ ἄν με σαόφρονα μυθήσαιο</l><l n="463">ἔμμεναι, εἰ δὴ σοί γε βροτῶν ἕνεκα πτολεμίξω</l><l n="464">δειλῶν, οἳ φύλλοισιν ἐοικότες ἄλλοτε μέν τε</l><l n="465">ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες,</l><l n="466">ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι. ἀλλὰ τάχιστα</l><l n="467">παυώμεσθα μάχης· οἳ δʼ αὐτοὶ δηριαάσθων.</l><milestone ed="p" n="468" unit="card"/></q><l n="468"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας πάλιν ἐτράπετʼ· αἴδετο γάρ ῥα</l><l n="469">πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσι.</l><l n="470">τὸν δὲ κασιγνήτη μάλα νείκεσε πότνια θηρῶν</l><l n="471">Ἄρτεμις ἀγροτέρη, καὶ ὀνείδειον φάτο μῦθον·</l><q><l n="472">φεύγεις δὴ ἑκάεργε, Ποσειδάωνι δὲ νίκην</l><l n="473">πᾶσαν ἐπέτρεψας, μέλεον δέ οἱ εὖχος ἔδωκας·</l><l n="474">νηπύτιε τί νυ τόξον ἔχεις ἀνεμώλιον αὔτως;</l><l n="475">μή σευ νῦν ἔτι πατρὸς ἐνὶ μεγάροισιν ἀκούσω</l><l n="476">εὐχομένου, ὡς τὸ πρὶν ἐν ἀθανάτοισι θεοῖσιν,</l><l n="477">ἄντα Ποσειδάωνος ἐναντίβιον πολεμίζειν.</l></q><l n="478"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὴν δʼ οὔ τι προσέφη ἑκάεργος Ἀπόλλων,</l><l n="479">ἀλλὰ χολωσαμένη Διὸς αἰδοίη παράκοιτις</l><l n="480">νείκεσεν ἰοχέαιραν ὀνειδείοις ἐπέεσσι·</l><q><l n="481">πῶς δὲ σὺ νῦν μέμονας κύον ἀδεὲς ἀντίʼ ἐμεῖο</l><l n="482">στήσεσθαι; χαλεπή τοι ἐγὼ μένος ἀντιφέρεσθαι</l><l n="483">τοξοφόρῳ περ ἐούσῃ, ἐπεὶ σὲ λέοντα γυναιξὶ</l><l n="484">Ζεὺς θῆκεν, καὶ ἔδωκε κατακτάμεν ἥν κʼ ἐθέλῃσθα.</l><l n="485">ἤτοι βέλτερόν ἐστι κατʼ οὔρεα θῆρας ἐναίρειν</l><l n="486">ἀγροτέρας τʼ ἐλάφους ἢ κρείσσοσιν ἶφι μάχεσθαι.</l><l n="487">εἰ δʼ ἐθέλεις πολέμοιο δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇς</l><l n="488">ὅσσον φερτέρη εἴμʼ, ὅτι μοι μένος ἀντιφερίζεις.</l></q><l n="489"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε</l><l n="490">σκαιῇ, δεξιτερῇ δʼ ἄρʼ ἀπʼ ὤμων αἴνυτο τόξα,</l><l n="491">αὐτοῖσιν δʼ ἄρʼ ἔθεινε παρʼ οὔατα μειδιόωσα</l><l n="492">ἐντροπαλιζομένην· ταχέες δʼ ἔκπιπτον ὀϊστοί.</l><l n="493">δακρυόεσσα δʼ ὕπαιθα θεὰ φύγεν ὥς τε πέλεια,</l><l n="494">ἥ ῥά θʼ ὑπʼ ἴρηκος κοίλην εἰσέπτατο πέτρην</l><l n="495">χηραμόν· οὐδʼ ἄρα τῇ γε ἁλώμεναι αἴσιμον ἦεν·</l><l n="496">ὣς ἣ δακρυόεσσα φύγεν, λίπε δʼ αὐτόθι τόξα.</l><l n="497">Λητὼ δὲ προσέειπε διάκτορος ἀργεϊφόντης·</l><q><l n="498">Λητοῖ ἐγὼ δέ τοι οὔ τι μαχήσομαι· ἀργαλέον δὲ</l><l n="499">πληκτίζεσθʼ ἀλόχοισι Διὸς νεφεληγερέταο·</l><l n="500">ἀλλὰ μάλα πρόφρασσα μετʼ ἀθανάτοισι θεοῖσιν</l><l n="501">εὔχεσθαι ἐμὲ νικῆσαι κρατερῆφι βίηφιν.</l><milestone ed="p" n="502" unit="card"/></q><l n="502"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφη, Λητὼ δὲ συναίνυτο καμπύλα τόξα</l><l n="503">πεπτεῶτʼ ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης.</l><l n="504">ἣ μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς·</l><l n="505">ἣ δʼ ἄρʼ Ὄλυμπον ἵκανε Διὸς ποτὶ χαλκοβατὲς δῶ,</l><l n="506">δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη,</l><l n="507">ἀμφὶ δʼ ἄρʼ ἀμβρόσιος ἑανὸς τρέμε· τὴν δὲ προτὶ οἷ</l><l n="508">εἷλε πατὴρ Κρονίδης, καὶ ἀνείρετο ἡδὺ γελάσσας·</l><q><l n="509">τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων</l><l n="510">μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;</l></q><l n="511"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἐϋστέφανος κελαδεινή·</l><q><l n="512">σή μʼ ἄλοχος στυφέλιξε πάτερ λευκώλενος Ἥρη,</l><l n="513">ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται.</l></q><l n="514"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·</l><q><l n="515">αὐτὰρ Ἀπόλλων Φοῖβος ἐδύσετο Ἴλιον ἱρήν·</l><l n="516">μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληος</l><l n="517">μὴ Δαναοὶ πέρσειαν ὑπὲρ μόρον ἤματι κείνῳ.</l><l n="518">οἳ δʼ ἄλλοι πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες,</l><l n="519">οἳ μὲν χωόμενοι, οἳ δὲ μέγα κυδιόωντες·</l><l n="520">κὰδ δʼ ἷζον παρὰ πατρὶ κελαινεφεῖ· αὐτὰρ Ἀχιλλεὺς</l><l n="521">Τρῶας ὁμῶς αὐτούς τʼ ὄλεκεν καὶ μώνυχας ἵππους.</l><l n="522">ὡς δʼ ὅτε καπνὸς ἰὼν εἰς οὐρανὸν εὐρὺν ἵκηται</l><l n="523">ἄστεος αἰθομένοιο, θεῶν δέ ἑ μῆνις ἀνῆκε,</l><l n="524">πᾶσι δʼ ἔθηκε πόνον, πολλοῖσι δὲ κήδεʼ ἐφῆκεν,</l><l n="525">ὣς Ἀχιλεὺς Τρώεσσι πόνον καὶ κήδεʼ ἔθηκεν.</l><l n="526"><milestone ed="P" unit="para"/>ἑστήκει δʼ ὃ γέρων Πρίαμος θείου ἐπὶ πύργου,</l><l n="527">ἐς δʼ ἐνόησʼ Ἀχιλῆα πελώριον· αὐτὰρ ὑπʼ αὐτοῦ</l><l n="528">Τρῶες ἄφαρ κλονέοντο πεφυζότες, οὐδέ τις ἀλκὴ</l><l n="529">γίγνεθʼ· ὃ δʼ οἰμώξας ἀπὸ πύργου βαῖνε χαμᾶζε</l><l n="530">ὀτρύνων παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούς·</l><q><l n="531">πεπταμένας ἐν χερσὶ πύλας ἔχετʼ εἰς ὅ κε λαοὶ</l><l n="532">ἔλθωσι προτὶ ἄστυ πεφυζότες· ἦ γὰρ Ἀχιλλεὺς</l><l n="533">ἐγγὺς ὅδε κλονέων· νῦν οἴω λοίγιʼ ἔσεσθαι.</l><l n="534">αὐτὰρ ἐπεί κʼ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες,</l><l n="535">αὖτις ἐπανθέμεναι σανίδας πυκινῶς ἀραρυίας·</l><l n="536">δείδια γὰρ μὴ οὖλος ἀνὴρ ἐς τεῖχος ἅληται.</l></q><milestone ed="p" n="537" unit="card"/></q><l n="537"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆας·</l><l n="538">αἳ δὲ πετασθεῖσαι τεῦξαν φάος· αὐτὰρ Ἀπόλλων</l><l n="539">ἀντίος ἐξέθορε Τρώων ἵνα λοιγὸν ἀλάλκοι.</l><l n="540">οἳ δʼ ἰθὺς πόλιος καὶ τείχεος ὑψηλοῖο</l><l n="541">δίψῃ καρχαλέοι κεκονιμένοι ἐκ πεδίοιο</l><l n="542">φεῦγον· ὃ δὲ σφεδανὸν ἔφεπʼ ἔγχεϊ, λύσσα δέ οἱ κῆρ</l><l n="543">αἰὲν ἔχε κρατερή, μενέαινε δὲ κῦδος ἀρέσθαι.</l><l n="544"><milestone ed="P" unit="para"/>ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν,</l><l n="545">εἰ μὴ Ἀπόλλων Φοῖβος Ἀγήνορα δῖον ἀνῆκε</l><l n="546">φῶτʼ Ἀντήνορος υἱὸν ἀμύμονά τε κρατερόν τε.</l><l n="547">ἐν μέν οἱ κραδίῃ θάρσος βάλε, πὰρ δέ οἱ αὐτὸς</l><l n="548">ἔστη, ὅπως θανάτοιο βαρείας χεῖρας ἀλάλκοι</l><l n="549">φηγῷ κεκλιμένος· κεκάλυπτο δʼ ἄρʼ ἠέρι πολλῇ.</l><l n="550">αὐτὰρ ὅ γʼ ὡς ἐνόησεν Ἀχιλλῆα πτολίπορθον</l><l n="551">ἔστη, πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι·</l><l n="552">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q><l n="553">ὤ μοι ἐγών· εἰ μέν κεν ὑπὸ κρατεροῦ Ἀχιλῆος</l><l n="554">φεύγω, τῇ περ οἱ ἄλλοι ἀτυζόμενοι κλονέονται,</l><l n="555">αἱρήσει με καὶ ὧς, καὶ ἀνάλκιδα δειροτομήσει.</l><l n="556">εἰ δʼ ἂν ἐγὼ τούτους μὲν ὑποκλονέεσθαι ἐάσω</l><l n="557">Πηλεΐδῃ Ἀχιλῆϊ, ποσὶν δʼ ἀπὸ τείχεος ἄλλῃ</l><l n="558">φεύγω πρὸς πεδίον Ἰλήϊον, ὄφρʼ ἂν ἵκωμαι</l><l n="559">Ἴδης τε κνημοὺς κατά τε ῥωπήϊα δύω·</l><l n="560">ἑσπέριος δʼ ἂν ἔπειτα λοεσσάμενος ποταμοῖο</l><l n="561">ἱδρῶ ἀποψυχθεὶς προτὶ Ἴλιον ἀπονεοίμην·</l><l n="562">ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;</l><l n="563">μή μʼ ἀπαειρόμενον πόλιος πεδίον δὲ νοήσῃ</l><l n="564">καί με μεταΐξας μάρψῃ ταχέεσσι πόδεσσιν.</l><l n="565">οὐκέτʼ ἔπειτʼ ἔσται θάνατον καὶ κῆρας ἀλύξαι·</l><l n="566">λίην γὰρ κρατερὸς περὶ πάντων ἔστʼ ἀνθρώπων.</l><l n="567">εἰ δέ κέ οἱ προπάροιθε πόλεος κατεναντίον ἔλθω·</l><l n="568">καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ,</l><l n="569">ἐν δὲ ἴα ψυχή, θνητὸν δέ ἕ φασʼ ἄνθρωποι</l><l n="570">ἔμμεναι· αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει.</l><milestone ed="p" n="571" unit="card"/></q><l n="571"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν Ἀχιλῆα ἀλεὶς μένεν, ἐν δέ οἱ ἦτορ</l><l n="572">ἄλκιμον ὁρμᾶτο πτολεμίζειν ἠδὲ μάχεσθαι.</l><l n="573">ἠΰτε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιο</l><l n="574">ἀνδρὸς θηρητῆρος ἐναντίον, οὐδέ τι θυμῷ</l><l n="575">ταρβεῖ οὐδὲ φοβεῖται, ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ·</l><l n="576">εἴ περ γὰρ φθάμενός μιν ἢ οὐτάσῃ ἠὲ βάλῃσιν,</l><l n="577">ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει</l><l n="578">ἀλκῆς, πρίν γʼ ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι·</l><l n="579">ὣς Ἀντήνορος υἱὸς ἀγαυοῦ δῖος Ἀγήνωρ</l><l n="580">οὐκ ἔθελεν φεύγειν, πρὶν πειρήσαιτʼ Ἀχιλῆος.</l><l n="581">ἀλλʼ ὅ γʼ ἄρʼ ἀσπίδα μὲν πρόσθʼ ἔσχετο πάντοσʼ ἐΐσην,</l><l n="582">ἐγχείῃ δʼ αὐτοῖο τιτύσκετο, καὶ μέγʼ ἀΰτει·</l><q><l n="583">ἦ δή που μάλʼ ἔολπας ἐνὶ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ</l><l n="584">ἤματι τῷδε πόλιν πέρσειν Τρώων ἀγερώχων</l><l n="585">νηπύτιʼ· ἦ τʼ ἔτι πολλὰ τετεύξεται ἄλγεʼ ἐπʼ αὐτῇ.</l><l n="586">ἐν γάρ οἱ πολέες τε καὶ ἄλκιμοι ἀνέρες εἰμέν,</l><l n="587">οἳ καὶ πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν</l><l n="588">Ἴλιον εἰρυόμεσθα· σὺ δʼ ἐνθάδε πότμον ἐφέψεις</l><l n="589">ὧδʼ ἔκπαγλος ἐὼν καὶ θαρσαλέος πολεμιστής.</l></q><l n="590"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε,</l><l n="591">καί ῥʼ ἔβαλε κνήμην ὑπὸ γούνατος οὐδʼ ἀφάμαρτεν.</l><l n="592">ἀμφὶ δέ οἱ κνημὶς νεοτεύκτου κασσιτέροιο</l><l n="593">σμερδαλέον κονάβησε· πάλιν δʼ ἀπὸ χαλκὸς ὄρουσε</l><l n="594">βλημένου, οὐδʼ ἐπέρησε, θεοῦ δʼ ἠρύκακε δῶρα.</l><l n="595">Πηλεΐδης δʼ ὁρμήσατʼ Ἀγήνορος ἀντιθέοιο</l><l n="596">δεύτερος· οὐδʼ ἔτʼ ἔασεν Ἀπόλλων κῦδος ἀρέσθαι,</l><l n="597">ἀλλά μιν ἐξήρπαξε, κάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ,</l><l n="598">ἡσύχιον δʼ ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι.</l><l n="599">αὐτὰρ ὃ Πηλεΐωνα δόλῳ ἀποέργαθε λαοῦ·</l><l n="600">αὐτῷ γὰρ ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼς</l><l n="601">ἔστη πρόσθε ποδῶν, ὃ δʼ ἐπέσσυτο ποσσὶ διώκειν·</l><l n="602">εἷος ὃ τὸν πεδίοιο διώκετο πυροφόροιο</l><l n="603">τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον</l><l n="604">τυτθὸν ὑπεκπροθέοντα· δόλῳ δʼ ἄρʼ ἔθελγεν Ἀπόλλων</l><l n="605">ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσι·</l><l n="606">τόφρʼ ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ</l><l n="607">ἀσπάσιοι προτὶ ἄστυ, πόλις δʼ ἔμπλητο ἀλέντων.</l><l n="608">οὐδʼ ἄρα τοί γʼ ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸς</l><l n="609">μεῖναι ἔτʼ ἀλλήλους, καὶ γνώμεναι ὅς τε πεφεύγοι</l><l n="610">ὅς τʼ ἔθανʼ ἐν πολέμῳ· ἀλλʼ ἐσσυμένως ἐσέχυντο</l><l n="611">ἐς πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι.</l></div><div type="textpart" subtype="Book" n="22"><milestone ed="p" n="1" unit="card"/><l n="1">ὣς οἳ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροὶ</l><l n="2">ἱδρῶ ἀπεψύχοντο πίον τʼ ἀκέοντό τε δίψαν</l><l n="3">κεκλιμένοι καλῇσιν ἐπάλξεσιν· αὐτὰρ Ἀχαιοὶ</l><l n="4">τείχεος ἆσσον ἴσαν σάκεʼ ὤμοισι κλίναντες.</l><l n="5">Ἕκτορα δʼ αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρα πέδησεν</l><l n="6">Ἰλίου προπάροιθε πυλάων τε Σκαιάων.</l><l n="7">αὐτὰρ Πηλείωνα προσηύδα Φοῖβος Ἀπόλλων·</l><q><l n="8">τίπτέ με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις</l><l n="9">αὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον; οὐδέ νύ πώ με</l><l n="10">ἔγνως ὡς θεός εἰμι, σὺ δʼ ἀσπερχὲς μενεαίνεις.</l><l n="11">ἦ νύ τοι οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας,</l><l n="12">οἳ δή τοι εἰς ἄστυ ἄλεν, σὺ δὲ δεῦρο λιάσθης.</l><l n="13">οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι.</l></q><l n="14"><milestone ed="P" unit="para"/>τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="15">ἔβλαψάς μʼ ἑκάεργε θεῶν ὀλοώτατε πάντων</l><l n="16">ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος· ἦ κʼ ἔτι πολλοὶ</l><l n="17">γαῖαν ὀδὰξ εἷλον πρὶν Ἴλιον εἰσαφικέσθαι.</l><l n="18">νῦν δʼ ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο, τοὺς δὲ σάωσας</l><l n="19">ῥηϊδίως, ἐπεὶ οὔ τι τίσιν γʼ ἔδεισας ὀπίσσω.</l><l n="20">ἦ σʼ ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη.</l></q><l n="21"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει,</l><l n="22">σευάμενος ὥς θʼ ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν,</l><l n="23">ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο·</l><l n="24">ὣς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα.</l><l n="25"><milestone ed="P" unit="para"/>τὸν δʼ ὃ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσι</l><l n="26">παμφαίνονθʼ ὥς τʼ ἀστέρʼ ἐπεσσύμενον πεδίοιο,</l><l n="27">ὅς ῥά τʼ ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαὶ</l><l n="28">φαίνονται πολλοῖσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ,</l><l n="29">ὅν τε κύνʼ Ὠρίωνος ἐπίκλησιν καλέουσι.</l><l n="30">λαμπρότατος μὲν ὅ γʼ ἐστί, κακὸν δέ τε σῆμα τέτυκται,</l><l n="31">καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν·</l><l n="32">ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.</l><l n="33">ᾤμωξεν δʼ ὃ γέρων, κεφαλὴν δʼ ὅ γε κόψατο χερσὶν</l><l n="34">ὑψόσʼ ἀνασχόμενος, μέγα δʼ οἰμώξας ἐγεγώνει</l><l n="35">λισσόμενος φίλον υἱόν· ὃ δὲ προπάροιθε πυλάων</l><l n="36">ἑστήκει ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι·</l><l n="37">τὸν δʼ ὃ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς·</l><milestone ed="p" n="38" unit="card"/><q><l n="38"><milestone ed="P" unit="para"/>Ἕκτορ μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτον</l><l n="39">οἶος ἄνευθʼ ἄλλων, ἵνα μὴ τάχα πότμον ἐπίσπῃς</l><l n="40">Πηλεΐωνι δαμείς, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι</l><l n="41">σχέτλιος· αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο</l><l n="42">ὅσσον ἐμοί· τάχα κέν ἑ κύνες καὶ γῦπες ἔδοιεν</l><l n="43">κείμενον· ἦ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι·</l><l n="44">ὅς μʼ υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε</l><l n="45">κτείνων καὶ περνὰς νήσων ἔπι τηλεδαπάων.</l><l n="46">καὶ γὰρ νῦν δύο παῖδε Λυκάονα καὶ Πολύδωρον</l><l n="47">οὐ δύναμαι ἰδέειν Τρώων εἰς ἄστυ ἀλέντων,</l><l n="48">τούς μοι Λαοθόη τέκετο κρείουσα γυναικῶν.</l><l n="49">ἀλλʼ εἰ μὲν ζώουσι μετὰ στρατῷ, ἦ τʼ ἂν ἔπειτα</l><l n="50">χαλκοῦ τε χρυσοῦ τʼ ἀπολυσόμεθʼ, ἔστι γὰρ ἔνδον·</l><l n="51">πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος Ἄλτης.</l><l n="52">εἰ δʼ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν,</l><l n="53">ἄλγος ἐμῷ θυμῷ καὶ μητέρι τοὶ τεκόμεσθα·</l><l n="54">λαοῖσιν δʼ ἄλλοισι μινυνθαδιώτερον ἄλγος</l><l n="55">ἔσσεται, ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθείς.</l><l n="56">ἀλλʼ εἰσέρχεο τεῖχος ἐμὸν τέκος, ὄφρα σαώσῃς</l><l n="57">Τρῶας καὶ Τρῳάς, μὴ δὲ μέγα κῦδος ὀρέξῃς</l><l n="58">Πηλεΐδῃ, αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς.</l><l n="59">πρὸς δʼ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντʼ ἐλέησον</l><l n="60">δύσμορον, ὅν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος οὐδῷ</l><l n="61">αἴσῃ ἐν ἀργαλέῃ φθίσει κακὰ πόλλʼ ἐπιδόντα</l><l n="62">υἷάς τʼ ὀλλυμένους ἑλκηθείσας τε θύγατρας,</l><l n="63">καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκνα</l><l n="64">βαλλόμενα προτὶ γαίῃ ἐν αἰνῇ δηϊοτῆτι,</l><l n="65">ἑλκομένας τε νυοὺς ὀλοῇς ὑπὸ χερσὶν Ἀχαιῶν.</l><l n="66">αὐτὸν δʼ ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσιν</l><l n="67">ὠμησταὶ ἐρύουσιν, ἐπεί κέ τις ὀξέϊ χαλκῷ</l><l n="68">τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται,</l><l n="69">οὓς τρέφον ἐν μεγάροισι τραπεζῆας θυραωρούς,</l><l n="70">οἵ κʼ ἐμὸν αἷμα πιόντες ἀλύσσοντες περὶ θυμῷ</l><l n="71">κείσοντʼ ἐν προθύροισι. νέῳ δέ τε πάντʼ ἐπέοικεν</l><l n="72">ἄρηϊ κταμένῳ δεδαϊγμένῳ ὀξέϊ χαλκῷ</l><l n="73">κεῖσθαι· πάντα δὲ καλὰ θανόντι περ ὅττι φανήῃ·</l><l n="74">ἀλλʼ ὅτε δὴ πολιόν τε κάρη πολιόν τε γένειον</l><l n="75">αἰδῶ τʼ αἰσχύνωσι κύνες κταμένοιο γέροντος,</l><l n="76">τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν.</l></q><milestone ed="p" n="77" unit="card"/><l n="77"><milestone ed="P" unit="para"/>ἦ ῥʼ ὃ γέρων, πολιὰς δʼ ἄρʼ ἀνὰ τρίχας ἕλκετο χερσὶ</l><l n="78">τίλλων ἐκ κεφαλῆς· οὐδʼ Ἕκτορι θυμὸν ἔπειθε.</l><l n="79">μήτηρ δʼ αὖθʼ ἑτέρωθεν ὀδύρετο δάκρυ χέουσα</l><l n="80">κόλπον ἀνιεμένη, ἑτέρηφι δὲ μαζὸν ἀνέσχε·</l><l n="81">καί μιν δάκρυ χέουσʼ ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="82">Ἕκτορ τέκνον ἐμὸν τάδε τʼ αἴδεο καί μʼ ἐλέησον</l><l n="83">αὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον·</l><l n="84">τῶν μνῆσαι φίλε τέκνον ἄμυνε δὲ δήϊον ἄνδρα</l><l n="85">τείχεος ἐντὸς ἐών, μὴ δὲ πρόμος ἵστασο τούτῳ</l><l n="86">σχέτλιος· εἴ περ γάρ σε κατακτάνῃ, οὔ σʼ ἔτʼ ἔγωγε</l><l n="87">κλαύσομαι ἐν λεχέεσσι φίλον θάλος, ὃν τέκον αὐτή,</l><l n="88">οὐδʼ ἄλοχος πολύδωρος· ἄνευθε δέ σε μέγα νῶϊν</l><l n="89">Ἀργείων παρὰ νηυσὶ κύνες ταχέες κατέδονται.</l></q><l n="90"><milestone ed="P" unit="para"/>ὣς τώ γε κλαίοντε προσαυδήτην φίλον υἱὸν</l><l n="91">πολλὰ λισσομένω· οὐδʼ Ἕκτορι θυμὸν ἔπειθον,</l><l n="92">ἀλλʼ ὅ γε μίμνʼ Ἀχιλῆα πελώριον ἆσσον ἰόντα.</l><l n="93">ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρα μένῃσι</l><l n="94">βεβρωκὼς κακὰ φάρμακʼ, ἔδυ δέ τέ μιν χόλος αἰνός,</l><l n="95">σμερδαλέον δὲ δέδορκεν ἑλισσόμενος περὶ χειῇ·</l><l n="96">ὣς Ἕκτωρ ἄσβεστον ἔχων μένος οὐχ ὑπεχώρει</l><l n="97">πύργῳ ἔπι προὔχοντι φαεινὴν ἀσπίδʼ ἐρείσας·</l><l n="98">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q><l n="99">ὤ μοι ἐγών, εἰ μέν κε πύλας καὶ τείχεα δύω,</l><l n="100">Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει,</l><l n="101">ὅς μʼ ἐκέλευε Τρωσὶ ποτὶ πτόλιν ἡγήσασθαι</l><l n="102">νύχθʼ ὕπο τήνδʼ ὀλοὴν ὅτε τʼ ὤρετο δῖος Ἀχιλλεύς.</l><l n="103">ἀλλʼ ἐγὼ οὐ πιθόμην· ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν.</l><l n="104">νῦν δʼ ἐπεὶ ὤλεσα λαὸν ἀτασθαλίῃσιν ἐμῇσιν,</l><l n="105">αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,</l><l n="106">μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος ἐμεῖο·</l><q><l n="107">Ἕκτωρ ἧφι βίηφι πιθήσας ὤλεσε λαόν.</l></q><l n="108">ὣς ἐρέουσιν· ἐμοὶ δὲ τότʼ ἂν πολὺ κέρδιον εἴη</l><l n="109">ἄντην ἢ Ἀχιλῆα κατακτείναντα νέεσθαι,</l><l n="110">ἠέ κεν αὐτῷ ὀλέσθαι ἐϋκλειῶς πρὸ πόληος.</l><milestone ed="p" n="111" unit="card"/><l n="111">εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι ὀμφαλόεσσαν</l><l n="112">καὶ κόρυθα βριαρήν, δόρυ δὲ πρὸς τεῖχος ἐρείσας</l><l n="113">αὐτὸς ἰὼν Ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθω</l><l n="114">καί οἱ ὑπόσχωμαι Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ,</l><l n="115">πάντα μάλʼ ὅσσά τʼ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν</l><l n="116">ἠγάγετο Τροίηνδʼ, ἥ τʼ ἔπλετο νείκεος ἀρχή,</l><l n="117">δωσέμεν Ἀτρεΐδῃσιν ἄγειν, ἅμα δʼ ἀμφὶς Ἀχαιοῖς</l><l n="118">ἄλλʼ ἀποδάσσεσθαι ὅσα τε πτόλις ἥδε κέκευθε·</l><l n="119">Τρωσὶν δʼ αὖ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι</l><l n="120">μή τι κατακρύψειν, ἀλλʼ ἄνδιχα πάντα δάσασθαι</l><l n="121">κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει·</l><l n="122">ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;</l><l n="123">μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών, ὃ δέ μʼ οὐκ ἐλεήσει</l><l n="124">οὐδέ τί μʼ αἰδέσεται, κτενέει δέ με γυμνὸν ἐόντα</l><l n="125">αὔτως ὥς τε γυναῖκα, ἐπεί κʼ ἀπὸ τεύχεα δύω.</l><l n="126">οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸς οὐδʼ ἀπὸ πέτρης</l><l n="127">τῷ ὀαριζέμεναι, ἅ τε παρθένος ἠΐθεός τε</l><l n="128">παρθένος ἠΐθεός τʼ ὀαρίζετον ἀλλήλοιιν.</l><l n="129">βέλτερον αὖτʼ ἔριδι ξυνελαυνέμεν ὅττι τάχιστα·</l><l n="130">εἴδομεν ὁπποτέρῳ κεν Ὀλύμπιος εὖχος ὀρέξῃ.</l><milestone ed="p" n="131" unit="card"/></q><l n="131"><milestone ed="P" unit="para"/>ὣς ὅρμαινε μένων, ὃ δέ οἱ σχεδὸν ἦλθεν Ἀχιλλεὺς</l><l n="132">ἶσος Ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇ</l><l n="133">σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον</l><l n="134">δεινήν· ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγῇ</l><l n="135">ἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος.</l><l n="136">Ἕκτορα δʼ, ὡς ἐνόησεν, ἕλε τρόμος· οὐδʼ ἄρʼ ἔτʼ ἔτλη</l><l n="137">αὖθι μένειν, ὀπίσω δὲ πύλας λίπε, βῆ δὲ φοβηθείς·</l><l n="138">Πηλεΐδης δʼ ἐπόρουσε ποσὶ κραιπνοῖσι πεποιθώς.</l><l n="139">ἠΰτε κίρκος ὄρεσφιν ἐλαφρότατος πετεηνῶν</l><l n="140">ῥηϊδίως οἴμησε μετὰ τρήρωνα πέλειαν,</l><l n="141">ἣ δέ θʼ ὕπαιθα φοβεῖται, ὃ δʼ ἐγγύθεν ὀξὺ λεληκὼς</l><l n="142">ταρφέʼ ἐπαΐσσει, ἑλέειν τέ ἑ θυμὸς ἀνώγει·</l><l n="143">ὣς ἄρʼ ὅ γʼ ἐμμεμαὼς ἰθὺς πέτετο, τρέσε δʼ Ἕκτωρ</l><l n="144">τεῖχος ὕπο Τρώων, λαιψηρὰ δὲ γούνατʼ ἐνώμα.</l><l n="145">οἳ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντα</l><l n="146">τείχεος αἰὲν ὑπʼ ἐκ κατʼ ἀμαξιτὸν ἐσσεύοντο,</l><l n="147">κρουνὼ δʼ ἵκανον καλλιρρόω· ἔνθα δὲ πηγαὶ</l><l n="148">δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος.</l><l n="149">ἣ μὲν γάρ θʼ ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς</l><l n="150">γίγνεται ἐξ αὐτῆς ὡς εἰ πυρὸς αἰθομένοιο·</l><l n="151">ἣ δʼ ἑτέρη θέρεϊ προρέει ἐϊκυῖα χαλάζῃ,</l><l n="152">ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ.</l></div></div></body></text></TEI>